Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poliorcetica
Aeneas TacticusPoli 17 · perseus-grc2More by Aeneas Tacticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aeneas-tacticus" aria-label="More works by Aeneas Tacticus"> —
⋯
More
Original / primary: Perseus Grc2
17.1
17.1
Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς μετʼ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.
17.2
17.2
παράδειγμα δὲ ἐξοίσω γενόμενον πάθος. ἑορτῆς γὰρ πανδήμου ἔξω τῆς πόλεως Ἀργείων γενομένης ἐξῆγον πομπὴν σὺν ὅπλοις τῶν ἐν τῇ ἡλικίᾳ· συχνοὶ δὲ τῶν ἐπιβουλευόντων καὶ αὐτοὶ παρεσκευάζοντο καὶ αὐτοῖς συνείποντο ἔνοπλοι εἰς τὴν πομπήν,
17.3
17.3
καὶ ὡς ἐγένετο πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια·
17.4
17.4
καὶ τοὺς μὲν κατεβεβλήκεσαν, οἱ δὲ αὐτῶν εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν συνεπιβουλευόντων ὑπομείναντες ἐν τῇ πόλει μετὰ τῶν προαλισθέντων ὁπλιτῶν προκατέλαβον οὓς προσῆκε τόπους τῆς πόλεως, ὥστε δέξασθαι τῶν ἔξω οὓς ἐβούλοντο. διὸ δεῖ τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι.
17.5
17.5
Χῖοι δὲ ἄγοντες τὰ Διονύσια καὶ πέμποντες πομπὰς λαμπρὰς πρὸς τοῦ Διονύσου τὸν βωμόν, προκαταλαμβάνουσι τὰς εἰς τὴν ἀγορὰν φερούσας ὁδοὺς φυλακαῖς καὶ δυνάμεσι πολλαῖς, κώλυμα γοῦν οὐ μικρὸν τοῖς βουλομένοις νεωτερίζειν.
17.6
17.6
ἄριστον δὲ τὰς ἀρχὰς πρῶτον μετὰ τῆς προῃρημένης δυνάμεως ἱεροποιῆσαι, τούτων δὲ ἐκ τοῦ ὄχλου ἀπαλλαγέντων, οὕτω τοὺς ἄλλους συνιέναι.

Intertext edge

Open linked passage

Note