Sagamemnon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aeschylus" aria-label="More works by Aeschylus">
—
⋯
Original / primary: Textus receptus
1.1
Φύλαξ: θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνωνφρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενοςστέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, 5 καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖςλαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέριἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν10 ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖγυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχωεὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένηνἐμήν: φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ, 15 τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ: ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος, κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένωνοὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου. 20 νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνωνεὐαγγέλου φανέντος ὀρφναίου πυρός. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιονφάος πιφαύσκων καὶ χορῶν κατάστασινπολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. 25 ἰοὺ ἰού. Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶςεὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοιςὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδιἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις30 ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει: αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαιτρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα35 ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγαςβέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼμαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
1.2
Χορός: 40 δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμουμέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρουτιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν45 στόλον Ἀργείων χιλιοναύτην, τῆσδ᾽ ἀπὸ χώραςἦραν, στρατιῶτιν ἀρωγὰν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρητρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις50 ἄλγεσι παίδων ὕπατοι λεχέωνστροφοδινοῦνταιπτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρηπόνον ὀρταλίχων ὀλέσαντες: 55 ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλωνἢ Πὰν ἢ Ζεὺς οἰωνόθροονγόον ὀξυβόαν τῶνδε μετοίκωνὑστερόποινονπέμπει παραβᾶσιν Ἐρινύν. 60 οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσωνἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιοςΖεὺς πολυάνορος ἀμφὶ γυναικὸςπολλὰ παλαίσματα καὶ γυιοβαρῆγόνατος κονίαισιν ἐρειδομένου65 διακναιομένης τ᾽ ἐν προτελείοιςκάμακος θήσων ΔαναοῖσιΤρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦνἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον: οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων70 οὔτε δακρύων ἀπύρων ἱερῶνὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷτῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντεςμίμνομεν ἰσχὺν75 ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνωνἐντὸς ἀνᾴσσωνἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ, τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη80 κατακαρφομένης τρίποδας μὲν ὁδοὺςστείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείωνὄναρ ἡμερόφαντον ἀλαίνει.
1.3
σὺ δέ, Τυνδάρεωθύγατερ, βασίλεια Κλυταιμήστρα, 85 τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη, τίνος ἀγγελίαςπειθοῖ περίπεμπτα θυοσκεῖς; πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, 90 τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων, βωμοὶ δώροισι φλέγονται: ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκηςλαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ95 μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸνκαὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, 100 ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽ ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστοντῆς θυμοβόρου φρένα λύπης.
1.4
Χορός: κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν105 ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύειπειθὼ μολπᾶνἀλκὰν σύμφυτος αἰών: ὅπως Ἀχαι- ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας110 ξύμφρονα ταγάν, πέμπει σὺν δορὶ καὶ χερὶ πράκτοριθούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- 115 ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς, φανέντες ἴ- κταρ μελάθρων χερὸς ἐκ δοριπάλτουπαμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν, 120 βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
1.5
Χορός: κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺςἈτρεΐδας μαχίμους ἐδάη λαγοδαίταςπομπούς τ᾽ ἀρχάς: 125 οὕτω δ᾽ εἶπε τερᾴζων:‘ χρόνῳ μὲν ἀγρεῖΠριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργωνκτήνη πρόσθε τὰ δημιοπληθῆ130 Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον: οἶον μή τις ἄγα θεόθεν κνεφά- σῃ προτυπὲν στόμιον μέγα Τροίαςστρατωθέν. οἴκτῳ γὰρ ἐπί- 135 φθονος Ἄρτεμις ἁγνὰπτανοῖσιν κυσὶ πατρὸςαὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισινστυγεῖ δὲ δεῖπνον αἰετῶν.’ αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
1.6
Χορός: 140‘ τόσον περ εὔφρων, καλά, δρόσοισι λεπτοῖς μαλερῶν λεόντωνπάντων τ᾽ ἀγρονόμων φιλομάστοιςθηρῶν ὀβρικάλοισι τερπνά, τούτων αἴνει ξύμβολα κρᾶναι, 145 δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν. ἰήιον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δανα- οῖς χρονίας ἐχενῇδας ἀ- 150 πλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτοννεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος155 οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.’ τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξενμόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις: τοῖς δ᾽ ὁμόφωνοναἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
1.7
Χορός: 160 Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαιπάντ᾽ ἐπισταθμώμενος165 πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθοςχρὴ βαλεῖν ἐτητύμως.
1.8
οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, 170 οὐδὲ λέξεται πρὶν ὤν: ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων175 τεύξεται φρενῶν τὸ πᾶν:
1.9
Χορός: τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τὸν πάθει μάθοςθέντα κυρίως ἔχειν. στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας180 μνησιπήμων πόνος: καὶ παρ᾽ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιοςσέλμα σεμνὸν ἡμένων.
1.10
Χορός: καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ- 185 σβυς νεῶν Ἀχαιικῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντ᾽ Ἀχαιικὸς λεώς, 190 Χαλκίδος πέραν ἔχων παλιρρόχ- θοις ἐν Αὐλίδος τόποις:
1.11
Χορός: πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαικακόσχολοι νήστιδες δύσορμοι, βροτῶν ἄλαι, ναῶν τε καὶ195 πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαιτρίβῳ κατέξαινον ἄν- θος Ἀργείων: ἐπεὶ δὲ καὶ πικροῦχείματος ἄλλο μῆχαρ200 βριθύτερον πρόμοισινμάντις ἔκλαγξεν προφέρωνἌρτεμιν, ὥστε χθόνα βάκ- τροις ἐπικρούσαντας Ἀτρεί- δας δάκρυ μὴ κατασχεῖν:
1.12
Χορός: 205 ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν:‘ βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δ᾽, εἰ τέκνον δαΐ- ξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν210 ῥείθροις πατρῴους χέραςπέλας βωμοῦ: τί τῶνδ᾽ ἄνευ κακῶν, πῶς λιπόναυς γένωμαιξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας215 παρθενίου θ᾽ αἵματος ὀρ- γᾷ περιόργως ἐπιθυ- μεῖν θέμις. εὖ γὰρ εἴη.’
1.13
Χορός: ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνονφρενὸς πνέων δυσσεβῆ τροπαίαν220 ἄναγνον ἀνίερον, τόθεντὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς θρασύνει γὰρ αἰσχρόμητιςτάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν225 θυτὴρ γενέσθαι θυγατρός, γυναικοποίνων πολέμων ἀρωγὰνκαὶ προτέλεια ναῶν.
1.14
Χορός: λιτὰς δὲ καὶ κληδόνας πατρῴουςπαρ᾽ οὐδὲν αἰῶ τε παρθένειον230 ἔθεντο φιλόμαχοι βραβῆς. φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰνδίκαν χιμαίρας ὕπερθε βωμοῦπέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ235 λαβεῖν ἀέρδην, στόματόςτε καλλιπρῴρου φυλακᾷ κατασχεῖνφθόγγον ἀραῖον οἴκοις,
1.15
Χορός: βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα240 ἔβαλλ᾽ ἕκαστον θυτήρ- ων ἀπ᾽ ὄμματος βέλειφιλοίκτῳ, πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπεινθέλουσ᾽, ἐπεὶ πολλάκιςπατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους245 ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸςφίλου τριτόσπονδον εὔ- ποτμον παιῶνα φίλως ἐτίμα—
1.16
Χορός: τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω: τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. 250 Δίκα δὲ τοῖς μὲν παθοῦσ- ιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον δ᾽, ἐπεὶ γένοιτ᾽, ἂν κλύοις: πρὸ χαιρέτω: ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς. 255 πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡςθέλει τόδ᾽ ἄγχιστον Ἀ- πίας γαίας μονόφρουρον ἕρκος.
1.17
Χορός: ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος: δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν260 γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένηεὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμήστρα: εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, 265 ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν: Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. Χορός: πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Κλυταιμήστρα: Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω; Χορός: 270 χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη. Κλυταιμήστρα: εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. Χορός: τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ; Κλυταιμήστρα: ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ. Χορός: πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις; Κλυταιμήστρα: 275 οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. Χορός: ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις; Κλυταιμήστρα: παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας. Χορός: ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις; Κλυταιμήστρα: τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω. Χορός: 280 καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
1.18
Κλυταιμήστρα: Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸςἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπαςΛήμνου: μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον285 Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν*† πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς: 290 ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳνικώμενος παρῆκεν ἀγγέλου μέρος: ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰςΜεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω295 γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκηνφαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπαςἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. 300 φάος δὲ τηλέπομπον οὐκ ἠναίνετοφρουρὰ πλέον καίουσα τῶν εἰρημένων: λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος: ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενονὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός. 305 πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένειφλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦπορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσωφλέγουσαν: ἔστ᾽ ἔσκηψεν εὖτ᾽ ἀφίκετοἈραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς: 310 κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγοςφάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός. τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι, ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι: νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών. 315 τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγωἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. Χορός: θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι. λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαιδιηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.
1.19
Κλυταιμήστρα: 320 Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ. οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν. ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτειδιχοστατοῦντ᾽ ἄν, οὐ φίλω, προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα325 φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότεςἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίωνπαῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρουδέρης ἀποιμώζουσι φιλτάτων μόρον: 330 τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνοςνήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλιςτάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον. ἐν δ᾽ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν335 ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγωνδρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονεςἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺςτοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα, 340 οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν. ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷπορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους. δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίαςκάμψαι διαύλου θάτερον κῶλον πάλιν: 345 θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός, ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότωνγένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις: τὸ δ᾽ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν. 350 πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην. Χορός: γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήριαθεοὺς προσειπεῖν εὖ παρασκευάζομαι. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
1.20
Χορός: 355 ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλίαμεγάλων κόσμων κτεάτειρα, ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλεςστεγανὸν δίκτυον, ὡς μήτε μέγανμήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι360 μέγα δουλείαςγάγγαμον, ἄτης παναλώτου. Δία τοι ξένιον μέγαν αἰδοῦμαιτὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳτείνοντα πάλαι τόξον, ὅπως ἂν365 μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρωνβέλος ἠλίθιον σκήψειεν.
1.21
Χορός: Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι. ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις370 θεοὺς βροτῶν ἀξιοῦσθαι μέλεινὅσοις ἀθίκτων χάριςπατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής. πέφανται δ᾽ ἐκτίνουσ᾽ 375 ἀτολμήτων ἀρὴπνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή- μαντον, ὥστ᾽ ἀπαρκεῖν380 εὖ πραπίδων λαχόντα. οὐ γὰρ ἔστιν ἔπαλξιςπλούτου πρὸς κόρον ἀνδρὶλακτίσαντι μέγαν Δίκαςβωμὸν εἰς ἀφάνειαν.
1.22
Χορός: 385 βιᾶται δ᾽ ἁ τάλαινα πειθώ, προβούλου παῖς ἄφερτος ἄτας. ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη, πρέπει δέ, φῶς αἰνολαμπές, σίνος: 390 κακοῦ δὲ χαλκοῦ τρόποντρίβῳ τε καὶ προσβολαῖςμελαμπαγὴς πέλειδικαιωθείς, ἐπεὶδιώκει παῖς ποτανὸν ὄρνιν, 395 πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς. λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν: τὸν δ᾽ ἐπίστροφον τῶνφῶτ᾽ ἄδικον καθαιρεῖ. οἷος καὶ Πάρις ἐλθὼν400 ἐς δόμον τὸν Ἀτρειδᾶνᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός.
1.23
Χορός: λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράςτε καὶ κλόνους λογχίμους405 ναυβάτας θ᾽ ὁπλισμούς, ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰνβέβακεν ῥίμφα διὰπυλᾶν ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενοντόδ᾽ ἐννέποντες δόμων προφῆται: 410‘ ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, ἰὼ λέχος καὶ στίβοι φιλάνορες. πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρουςἄλγιστ᾽ ἀφημένων ἰδεῖν. πόθῳ δ᾽ ὑπερποντίας415 φάσμα δόξει δόμων ἀνάσσειν. εὐμόρφων δὲ κολοσσῶνἔχθεται χάρις ἀνδρί: ὀμμάτων δ᾽ ἐν ἀχηνίαιςἔρρει πᾶσ᾽ Ἀφροδίτα.’
1.24
Χορός: 420‘ ὀνειρόφαντοι δὲ πενθήμονεςπάρεισι δόξαι φέρου- σαι χάριν ματαίαν. μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ, παραλλάξασα διὰ425 χερῶν βέβακεν ὄψις οὐ μεθύστερονπτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.’ τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχητάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα. τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος αἴας συνορμένοις430 πένθει᾽ ἀτλησικάρδιοςδόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ: οὓς μὲν γάρ τις ἔπεμψενοἶδεν, ἀντὶ δὲ φωτῶν435 τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται.
1.25
Χορός: ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτωνκαὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς440 πυρωθὲν ἐξ Ἰλίουφίλοισι πέμπει βαρὺψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους. 445 στένουσι δ᾽ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽— ἀλλοτρίας διαὶ γυναι- κός: τάδε σῖγά τις βαΰ- 450 ζει, φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ- πει προδίκοις Ἀτρείδαις. οἱ δ᾽ αὐτοῦ περὶ τεῖχοςθήκας Ἰλιάδος γᾶςεὔμορφοι κατέχουσιν: ἐχ- 455 θρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
1.26
Χορός: βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ: δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος. μένει δ᾽ ἀκοῦσαί τί μου460 μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκἄσκοποι θεοί. κελαι- ναὶ δ᾽ Ἐρινύες χρόνῳτυχηρὸν ὄντ᾽ ἄνευ δίκας465 παλιντυχεῖ τριβᾷ βίουτιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί- στοις τελέθοντος οὔτις ἀλ- κά: τὸ δ᾽ ὑπερκόπως κλύεινεὖ βαρύ: βάλλεται γὰρ ὄσ- 470 σοις Διόθεν κάρανα. κρίνω δ᾽ ἄφθονον ὄλβον: μήτ᾽ εἴην πτολιπόρθηςμήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ- λων βίον κατίδοιμι.
1.27
Χορός: 475 πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλουπόλιν διήκει θοὰβάξις: εἰ δ᾽ ἐτήτυμος, τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.— τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος, 480 φλογὸς παραγγέλμασιννέοις πυρωθέντα καρδίαν ἔπειτ᾽ ἀλλαγᾷ λόγου καμεῖν;— ἐν γυναικὸς αἰχμᾷ πρέπειπρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.— 485 πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεταιταχύπορος: ἀλλὰ ταχύμορονγυναικογήρυτον ὄλλυται κλέος.—
1.28
Χορός: τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων490 φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκηντερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιονκλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις495 πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγαὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων— τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον: 500 εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.— ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. Κῆρυξ: ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός, δεκάτου σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους, 505 πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶθανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ, 510 τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη: ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος: νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺςπάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον515 Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλινστρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι, 520 εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασιδέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρωνκαὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ. ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει525 Τροίαν κατασκάψαντα τοῦ δικηφόρουΔιὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον530 ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶντῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλιςἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην535 τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθροναὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ᾽ ἔτεισαν Πριαμίδαι θἀμάρτια.
1.29
Χορός: Κῆρυξ: Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. Κῆρυξ: χαίρω γε: τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς. Χορός: 540 ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν; Κῆρυξ: ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο. Χορός: τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου. Κῆρυξ: πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. Χορός: τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. Κῆρυξ: 545 ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις; Χορός: ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ᾽ ἀναστένεινΚῆρυξ: πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν θυμῷ στύγος; Χορός: πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. Κῆρυξ: καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; Χορός: 550 ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. Κῆρυξ: εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳτὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶνἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον; 555 μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐστένοντες,† οὐ λαχόντες† ἤματος μέρος; τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν: 560 ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαιδρόσοι κατεψάκαζον, ἔμπεδον σίνοςἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών, 565 ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖςκοίταις ἀκύμων νηνέμοις εὕδοι πεσώντί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος: παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιντὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν. 570 τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦνικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει: 575 ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάειὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις:‘ Τροίαν ἑλόντες δή ποτ᾽ Ἀργείων στόλοςθεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδαδόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.’ 580 τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλινκαὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεταιΔιὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.
1.30
Χορός: νικώμενος λόγοισιν οὐκ ἀναίνομαι: ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν. 585 δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλεινεἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλυταιμήστρα: ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν. 590 καί τίς μ᾽ ἐνίπτων εἶπε,‘ φρυκτωρῶν δίαπεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.’ λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην. ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ595 ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλινἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραιςθυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. 600 ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσινσπεύσω πάλιν μολόντα δέξασθαι:— τί γὰργυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦπύλας ἀνοῖξαι;— ταῦτ᾽ ἀπάγγειλον πόσει: 605 ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει: γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼνοἵαν περ οὖν ἔλειπε, δωμάτων κύναἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον610 οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτινἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
1.31
Κῆρυξ: τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμωνοὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. Χορός: 615 αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοιτοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι. εἰ νόστιμός τε καὶ σεσωσμένος πάλινἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. Κῆρυξ: 620 οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. Χορός: πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε. Κῆρυξ: ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, 625 αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. Χορός: πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; Κῆρυξ: ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. Χορός: 630 πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότοςφάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; Κῆρυξ: οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. Χορός: πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ635 ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
1.32
Κῆρυξ: εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳγλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλειστυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, 640 πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμωνἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα: τοιῶνδε μέντοι πημάτων σεσαγμένον645 πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελονἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγωνχειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν; 650 ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτηνφθείροντε τὸν δύστηνον Ἀργείων στρατόν. ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ655 ἤρεικον: αἱ δὲ κεροτυπούμεναι βίᾳχειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳᾤχοντ᾽ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς660 ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφοςἤτοι τις ἐξέκλεψεν ἢ' ξῃτήσατοθεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ἐφέζετο, 665 ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχεινμήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες, λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, 670 στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή; ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν. γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν675 πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖκαὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. 680 τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
1.33
Χορός: τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽ ἐς τὸ πᾶν ἐτητύμως— μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοί- αισι τοῦ πεπρωμένου685 γλῶσσαν ἐν τύχᾳ νέμων;— τὰν δορίγαμβρον ἀμφινει- κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντωςἑλένας, ἕλανδρος, ἑλέ- 690 πτολις, ἐκ τῶν ἁβροτίμωνπροκαλυμμάτων ἔπλευσεζεφύρου γίγαντος αὔρᾳ, πολύανδροί τε φεράσπιδες κυναγοὶ695 κατ᾽ ἴχνος πλατᾶν ἄφαντονκελσάντων Σιμόεντος ἀ- κτὰς ἐπ᾽ ἀεξιφύλλουςδι᾽ ἔριν αἱματόεσσαν.
1.34
Χορός: Ἰλίῳ δὲ κῆδος ὀρθ- 700 ώνυμον τελεσσίφρωνμῆνις ἤλασεν, τραπέζας ἀτί- μωσιν ὑστέρῳ χρόνῳκαὶ ξυνεστίου Διὸςπρασσομένα τὸ νυμφότι- μον μέλος ἐκφάτως τίοντας, ὑμέναιον, ὃς τότ᾽ ἐπέρ- ρεπεν γαμβροῖσιν ἀείδειν: μεταμανθάνουσα δ᾽ ὕμνον710 Πριάμου πόλις γεραιὰπολύθρηνον μέγα που στένει κικλήσκου- σα Πάριν τὸν αἰνόλεκτρον, παμπορθῆ πολύθρηνοναἰῶνα διαὶ πολιτᾶν715 μέλεον αἷμ᾽ ἀνατλᾶσα.
1.35
Χορός: ἔθρεψεν δὲ λέοντος ἶ- νιν δόμοις ἀγάλακτον οὕ- τως ἀνὴρ φιλόμαστον, 720 ἐν βιότου προτελείοιςἅμερον, εὐφιλόπαιδακαὶ γεραροῖς ἐπίχαρτον. πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαιςνεοτρόφου τέκνου δίκαν, 725 φαιδρωπὸς ποτὶ χεῖρα σαί- νων τε γαστρὸς ἀνάγκαις.
1.36
Χορός: χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ- θος τὸ πρὸς τοκέων: χάρινγὰρ τροφεῦσιν ἀμείβων730 μηλοφόνοισιν ἐν ἄταιςδαῖτ᾽ ἀκέλευστος ἔτευξεν: αἵματι δ᾽ οἶκος ἐφύρθη, ἄμαχον ἄλγος οἰκέταιςμέγα σίνος πολυκτόνον. 735 ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ- τας δόμοις προσεθρέφθη.
1.37
Χορός: πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλινλέγοιμ᾽ ἂν φρόνημα μὲννηνέμου γαλάνας, 740 ἀκασκαῖον δ᾽ ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος. παρακλίνασ᾽ ἐπέκρανεν745 δὲ γάμου πικρὰς τελευτάς, δύσεδρος καὶ δυσόμιλοςσυμένα Πριαμίδαισιν, πομπᾷ Διὸς ξενίου, νυμφόκλαυτος Ἐρινύς.
1.38
Χορός: 750 παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγοςτέτυκται, μέγαν τελε- σθέντα φωτὸς ὄλβοντεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν, 755 ἐκ δ᾽ ἀγαθᾶς τύχας γένειβλαστάνειν ἀκόρεστον οἰζύν. δίχα δ᾽ ἄλλων μονόφρων εἰ- μί: τὸ δυσσεβὲς γὰρ ἔργονμετὰ μὲν πλείονα τίκτει, 760 σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ. οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκωνκαλλίπαις πότμος αἰεί.
1.39
Χορός: φιλεῖ δὲ τίκτειν Ὕβριςμὲν παλαιὰ νεά- 765 ζουσαν ἐν κακοῖς βροτῶνὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύρ- ιον μόλῃ φάος τόκου, δαίμονά τε τὰν ἄμαχον ἀπόλεμ- ον, ἀνίερον Θράσος, μελαί- 770 νας μελάθροισιν Ἄτας, εἰδομένας τοκεῦσιν.
1.40
Χορός: Δίκα δὲ λάμπει μὲν ἐνδυσκάπνοις δώμασιν, 775 τὸν δ᾽ ἐναίσιμον τίει βίον. τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺνπίνῳ χερῶν παλιντρόποιςὄμμασι λιποῦσ᾽, ὅσια προσέμολ- ε, δύναμιν οὐ σέβουσα πλού- 780 του παράσημον αἴνῳ: πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
1.41
Χορός: ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽, Ἀτρέως γένεθλον, 785 πῶς σε προσείπω; πῶς σε σεβίζωμήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψαςκαιρὸν χάριτος; πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναιπροτίουσι δίκην παραβάντες. 790 τῷ δυσπραγοῦντι δ᾽ ἐπιστενάχεινπᾶς τις ἕτοιμος: δῆγμα δὲ λύπηςοὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται: καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖςἀγέλαστα πρόσωπα βιαζόμενοι. 795 ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίαςὑδαρεῖ σαίνειν φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν800 Ἑλένης ἕνεκ᾽, οὐ γάρ σ᾽ ἐπικεύσω, κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος, οὐδ᾽ εὖ πραπίδων οἴακα νέμωνθράσος ἐκ θυσιῶνἀνδράσι θνῄσκουσι κομίζων. 805 νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως* εὔφρων πόνος εὖ τελέσασιν. γνώσῃ δὲ χρόνῳ διαπευθόμενοςτόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.
1.42
Ἀγαμέμνων: 810 πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίουςδίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίουςνόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλινΠριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶκλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς815 ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπωςψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτειἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ820 σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριντίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότουςἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκαπόλιν διημάθυνεν Ἀργεῖον δάκος, 825 ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν: ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέωνἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε: 830 τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν. δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος835 ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεταικαὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαιὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς840 δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος: εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέριλέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς845 κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρειβουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχονὅπως χρονίζον εὖ μενεῖ βουλευτέον: ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως850 πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου. νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίουςἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν. νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.
1.43
Κλυταιμήστρα: 855 ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπουςλέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνειτὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάραμαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον860 τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχαἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας παλιγκότους: καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ865 κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανενἀνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετοφάτις, τέτρηται δικτύου πλέον λέγειν. εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, 870 τρισώματός τἂν Γηρυὼν ὁ δεύτεροςπολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων875 πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρηςἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε. 880 τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενοςΣτρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματαἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθενκίνδυνον, εἴ τε δημόθρους ἀναρχίαβουλὴν καταρρίψειεν, ὥστε σύγγονον885 βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
1.44
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοιπηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών. ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω890 τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίαςἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασινλεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμηνῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθηὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου. 895νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶλέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγηςστῦλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα, 900 κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος: τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν. φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ905 ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶςτὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα. δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλοςπέδον κελεύθου στρωννύναι πετάσμασιν; 910 εὐθὺς γενέσθω πορφυρόστρωτος πόροςἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη. τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένηθήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
1.45
Ἀγαμέμνων: Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, 915 ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ: μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμωςαἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας: καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην920 χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόροντίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών: ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσινβαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. 925 λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλωνκληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖνθεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴβίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ. 930 εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ. Κλυταιμήστρα: καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. Ἀγαμέμνων: γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ. Κλυταιμήστρα: ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε. Ἀγαμέμνων: εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος. Κλυταιμήστρα: 935 τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν; Ἀγαμέμνων: ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. Κλυταιμήστρα: μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον. Ἀγαμέμνων: φήμη γε μέντοι δημόθρους μέγα σθένει. Κλυταιμήστρα: ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει. Ἀγαμέμνων: 940 οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. Κλυταιμήστρα: τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. Ἀγαμέμνων: ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις; Κλυταιμήστρα: πιθοῦ: κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.
1.46
Ἀγαμέμνων: ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας945 λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶνμή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶνφθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς. 950τούτων μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶςτήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶςθεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον955 ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν. Κλυταιμήστρα: ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει; τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον960 κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλιςἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, 965 ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: 970 ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶςοἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
1.47
Χορός: 975 τίπτε μοι τόδ᾽ ἐμπέδωςδεῖμα προστατήριονκαρδίας τερασκόπου ποτᾶται, μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά, 980 οὐδ᾽ ἀποπτύσαι δίκανδυσκρίτων ὀνειράτωνθάρσος εὐπειθὲς ἵ- ζει φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς985 ψαμμί᾽ ἀκτᾶς παρή- μησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιονὦρτο ναυβάτας στρατός.
1.48
Χορός: πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτωννόστον, αὐτόμαρτυς ὤν: 990 τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖθρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθενθυμός, οὐ τὸ πᾶν ἔχωνἐλπίδος φίλον θράσος. 995 σπλάγχνα δ᾽ οὔτοι ματᾴ- ζει πρὸς ἐνδίκοις φρεσὶντελεσφόροις δίναις κυκώμενον κέαρ. εὔχομαι δ᾽ ἐξ ἐμᾶςἐλπίδος ψύθη πεσεῖν1000 ἐς τὸ μὴ τελεσφόρον.
1.49
Χορός: μάλα γέ τοι τὸ μεγάλας ὑγιείαςἀκόρεστον τέρμα: νόσος γάργείτων ὁμότοιχος ἐρείδει. 1005 καὶ πότμος εὐθυπορῶν* ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα. καὶ πρὸ μέν τι χρημάτωνκτησίων ὄκνος βαλὼν1010 σφενδόνας ἀπ᾽ εὐμέτρου, οὐκ ἔδυ πρόπας δόμοςπημονᾶς γέμων ἄγαν, οὐδ᾽ ἐπόντισε σκάφος. πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα- 1015 φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶννῆστιν ὤλεσεν νόσον.
1.50
Χορός: τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον1020 πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂνπάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων; οὐδὲ τὸν ὀρθοδαῆτῶν φθιμένων ἀνάγεινΖεὺς ἀπέπαυσεν ἐπ᾽ εὐλαβείᾳ; 1025 εἰ δὲ μὴ τεταγμέναμοῖρα μοῖραν ἐκ θεῶνεἶργε μὴ πλέον φέρειν, προφθάσασα καρδίαγλῶσσαν ἂν τάδ᾽ ἐξέχει. 1030 νῦν δ᾽ ὑπὸ σκότῳ βρέμειθυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν- α ποτὲ καίριον ἐκτολυπεύσεινζωπυρουμένας φρενός.
1.51
Κλυταιμήστρα: 1035 εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοιςκοινωνὸν εἶναι χερνίβων, πολλῶν μέταδούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας: ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει. 1040 καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲπραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις. οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς, 1045 ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἔχεις παρ᾽ ἡμῶν οἷά περ νομίζεται. Χορός: σοί τοι λέγουσα παύεται σαφῆ λόγον. ἐντός δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτωνπείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως. Κλυταιμήστρα: 1050 ἀλλ᾽ εἴπερ ἐστι μὴ χελιδόνος δίκηνἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. Χορός: ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει. πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον. Κλυταιμήστρα: 1055 οὔτοι θυραίᾳ τῇδ᾽ ἐμοὶ σχολὴ πάρατρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλουἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος, ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν. σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει. 1060 εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον, σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. Χορός: ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦδεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. Κλυταιμήστρα: ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, 1065 ἥτις λιποῦσα μὲν πόλιν νεαίρετονἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι. Χορός: ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι. 1070 ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
1.52
Κασάνδρα: ὀτοτοτοῖ πόποι δᾶ. Ὦπολλον Ὦπολλον. Χορός: τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου; 1075 οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
1.53
ὀτοτοτοῖ πόποι δᾶ. Ὦπολλον Ὦπολλον. Χορός: ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖοὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
1.54
Κασάνδρα: 1080 Ἄπολλον Ἄπολλονἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον. Χορός: χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν. μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
1.55
Κασάνδρα: 1085 Ἄπολλον Ἄπολλονἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην; Χορός: πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
1.56
Κασάνδρα: 1090 μισόθεον μὲν οὖν, πολλὰ συνίστορααὐτόφονα κακὰ καρατόμα, ἀνδροσφαγεῖον καὶ πεδορραντήριον. Χορός: ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκηνεἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
1.57
Κασάνδρα: 1095 μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι: κλαιόμενα τάδε βρέφη σφαγάς, ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας. Χορός: τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοιἦμεν: προφήτας δ᾽ οὔτινας ματεύομεν.
1.58
Κασάνδρα: 1100 ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος μέγαμέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸνἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽ ἑκὰς ἀποστατεῖ. Χορός: 1105 τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
1.59
Κασάνδρα: ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς, τὸν ὁμοδέμνιον πόσινλουτροῖσι φαιδρύνασα— πῶς φράσω τέλος; 1110 τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκχερὸς ὀρέγματα. Χορός: οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτωνἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
1.60
Κασάνδρα: ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; 1115 ἦ δίκτυόν τί γ᾽ Ἅιδου; ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτίαφόνου. στάσις δ᾽ ἀκόρετος γένεικατολολυξάτω θύματος λευσίμου. Χορός: ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ1120 ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴςσταγών, ἅτε καιρία πτώσιμοςξυνανύτει βίου δύντος αὐγαῖς: ταχεῖα δ᾽ ἄτα πέλει.
1.61
Κασάνδρα: 1125 ἆ ἆ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸςτὸν ταῦρον: ἐν πέπλοισιμελαγκέρῳ λαβοῦσα μηχανήματιτύπτει: πίτνει δ᾽ ἐν ἐνύδρῳ τεύχει. δολοφόνου λέβητος τύχαν σοι λέγω. Χορός: 1130 οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκροςεἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε. ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτιςβροτοῖς τέλλεται; κακῶν γὰρ διαὶπολυεπεῖς τέχναι θεσπιῳδὸν1135 φόβον φέρουσιν μαθεῖν.
1.62
Κασάνδρα: ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι: τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες; οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ; Χορός: 1140 φρενομανής τις εἶ θεοφόρητος, ἀμ- φὶ δ᾽ αὑτᾶς θροεῖςνόμον ἄνομον, οἷά τις ξουθὰἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίνἼτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς1145 ἀηδὼν βίον.
1.63
Κασάνδρα: ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος: περέβαλον γάρ οἱ πτεροφόρον δέμαςθεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ: ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. Χορός: 1150 πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχειςματαίους δύας, τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷμελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ1155 κακορρήμονας;
1.64
Κασάνδρα: ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ Σκαμάνδρου πάτριον ποτόν. τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαιν᾽ ἠνυτόμαν τροφαῖς: 1160 νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίουςὄχθας ἔοικα θεσπιῳδήσειν τάχα. Χορός: τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω; νεόγονος ἂν ἀΐων μάθοι. πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ1165 δυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας, θραύματ᾽ ἐμοὶ κλύειν.
1.65
Κασάνδρα: ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν. ἰὼ πρόπυργοι θυσίαι πατρὸςπολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽ 1170 οὐδὲν ἐπήρκεσαντὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν. ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐν πέδῳ βαλῶ. Χορός: ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω. καί τίς σε κακοφρονῶν τίθη- 1175 σι δαίμων ὑπερβαρὴς ἐμπίτνωνμελίζειν πάθη γοερὰ θανατοφόρα. τέρμα δ᾽ ἀμηχανῶ.
1.66
Κασάνδρα: καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτωνἔσται δεδορκὼς νεογάμου νύμφης δίκην: 1180 λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰςπνέων ἐσᾴξειν, ὥστε κύματος δίκηνκλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺμεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν1185 ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸςξύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει. καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει, 1190 δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναιπρώταρχον ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσανεὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς. ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς; 1195 ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναιλόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων. Χορός: καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν, παιώνιον γένοιτο; θαυμάζω δέ σου, 1200 πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλινκυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
1.67
Κασάνδρα: μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει. Χορός: μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος; Κασάνδρα: προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. Χορός: 1205 ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. Κασάνδρα: ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν. Χορός: ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ; Κασάνδρα: ξυναινέσασα Λοξίαν ἐψευσάμην. Χορός: ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη; Κασάνδρα: 1210 ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη. Χορός: πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ; Κασάνδρα: ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον. Χορός: ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. Κασάνδρα: ἰοὺ ἰού, ὢ ὢ κακά. 1215 ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνοςστροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις. ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένουςνέους, ὀνείρων προσφερεῖς μορφώμασιν; παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων, 1220 χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος, πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰλέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον1225 οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν: νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτηςοὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸςλείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην1230 Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ. τοιάδε τόλμα: θῆλυς ἄρσενος φονεὺςἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκοςτύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰοἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, 1235 θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρηφίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατοἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ, δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ. καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ; 1240 τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼνἄγαν γ᾽ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
1.68
Χορός: τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶνξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχεικλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα. 1245 τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. Κασάνδρα: Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον. Χορός: εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. Κασάνδρα: ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ. Χορός: οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως. Κασάνδρα: 1250 σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει. Χορός: τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται; Κασάνδρα: ἦ κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶνΧορός: τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν. Κασάνδρα: καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν. Χορός: 1255 καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως. Κασάνδρα: παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ. αὕτη δίπους λέαινα συγκοιμωμένηλύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, 1260 κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακοντεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳἐπεύχεται, θήγουσα φωτὶ φάσγανονἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, 1265 καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ᾽ ἐς φθόρον: πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι. ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ1270 χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ μεκἀν τοῖσδε κόσμοις καταγελωμένην μέγαφίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην— καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτριαπτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην— 1275 καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει, θερμῷ κοπείσης φοινίῳ προσφάγματι. οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν. 1280 ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός: φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενοςκάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις: ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας, 1285 ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω; ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλινπράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον πόλινοὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, 1290 ἰοῦσα πράξω: τλήσομαι τὸ κατθανεῖν. Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω: ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμωνἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
1.69
Χορός: 1295 ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴγύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμωςμόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτουβοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς; Κασάνδρα: οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω. Χορός: 1300 ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται, Κασάνδρα: ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ. Χορός: ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός. Κασάνδρα: οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων. Χορός: ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. Κασάνδρα: 1305 ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. Χορός: τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος; Κασάνδρα: φεῦ φεῦ. Χορός: τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος. Κασάνδρα: φόνον δόμοι πνέουσιν αἱματοσταγῆ, Χορός: 1310 καί πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων. Κασάνδρα: ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει, Χορός: οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις. Κασάνδρα: ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴνἈγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. 1315 ἰὼ ξένοι, οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳἄλλως: θανούσῃ μαρτυρεῖτέ μοι τόδε, ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ, ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ. 1320 ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη. Χορός: ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου. Κασάνδρα: ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλωἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαιπρὸς ὕστατον φῶς† τοῖς ἐμοῖς τιμαόροις1325 ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,† δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲνσκιά τις ἂν τρέψειεν: εἰ δὲ δυστυχῇ, βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. 1330 καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
1.70
Χορός: τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυπᾶσι βροτοῖσιν: δακτυλοδείκτων δ᾽ οὔτις ἀπειπὼν εἴργει μελάθρων, μηκέτ᾽ ἐσέλθῃς, τάδε φωνῶν. 1335 καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσανμάκαρες Πριάμου: θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει. νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτείσῃκαὶ τοῖσι θανοῦσι θανὼν ἄλλων1340 ποινὰς θανάτων ἐπικράνῃ, τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖδαίμονι φῦναι τάδ᾽ ἀκούων;
1.71
Ἀγαμέμνων: ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
1.72
Χορός: σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
1.73
Ἀγαμέμνων: 1345 ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.
1.74
Χορός: τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν. ἀλλὰ κοινωσώμεθ᾽ ἤν πως ἀσφαλῆ βουλεύματα.
1.75
— ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.— 1350— ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖκαὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—— κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢνψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—— ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς1355 τυραννίδος σημεῖα πράσσοντες πόλει.—— χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέοςπέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—— οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.— 1360— κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶλόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—— ἦ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομενδόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—— ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ: 1365 πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—— ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτωνμαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—— σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι: τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.— 1370— ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
1.76
Κλυταιμήστρα: πολλῶν πάροιθεν καιρίως εἰρημένωντἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις1375 δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂνφράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος; ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαινείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν: ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις. 1380 οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι: ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον, ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν1385 μεθῆκεν αὑτοῦ κῶλα: καὶ πεπτωκότιτρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸςΔιὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών: κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν1390 βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳγάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι. 1395 εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ, τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδεπλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. Χορός: θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, 1400 ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον. Κλυταιμήστρα: πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος: ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδόταςλέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλειςὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς1405 πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸςἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.
1.77
Χορός: τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸνπασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενοντόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς; 1410 ἀπέδικες ἀπέταμες: ἀπόπολις δ᾽ ἔσῃμῖσος ὄβριμον ἀστοῖς.
1.78
Κλυταιμήστρα: νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶκαὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων: 1415 ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, μήλων φλεόντων εὐπόκοις νομεύμασιν, ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν, 1420 μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶνἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοιτοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένηςἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, 1425 γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
1.79
Χορός: μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες. ὥσπερ οὖνφονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται, λίπος ἐπ᾽ ὀμμάτων αἵματος εὖ πρέπει: ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων1430 τύμμα τύμματι τεῖσαι.
1.80
Κλυταιμήστρα: καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν: μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, 1435 ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆςΑἴγισθος:, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους. κεῖται γυναικὸς τῆσδε λυμαντήριος, Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ: 1440 ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόποςκαὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγοςπιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτωνἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην. ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην1445 τὸν ὕστατον μέλψασα θανάσιμον γόονκεῖται, φιλήτωρ τοῦδ᾽: ἐμοὶ δ᾽ ἐπήγαγενεὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
1.81
Χορός: φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δεμνιοτήρης, 1450 μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐν ἡμῖνΜοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντοςφύλακος εὐμενεστάτου καὶπολλὰ τλάντος γυναικὸς διαί: πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
1.82
Χορός: 1455 ἰὼ ἰὼ παράνους Ἑλέναμία τὰς πολλάς, τάς πάνυ πολλὰςψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ. νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω1460 δι᾽ αἷμ᾽ ἄνιπτον. ἦ τις ἦν τότ᾽ ἐν δόμοιςἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
1.83
Κλυταιμήστρα: μηδὲν θανάτου μοῖραν ἐπεύχουτοῖσδε βαρυνθείς: μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς, 1465 ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶνἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽ ἀξύστατον ἄλγος ἔπραξεν.
1.84
Χορός: δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυίοισι Τανταλίδαισιν, 1470 κράτος τ᾽ ἰσόψυχον ἐκ γυναικῶνκαρδιόδηκτον ἐμοὶ κρατύνεις. ἐπὶ δὲ σώματος δίκαν μοικόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμωςὕμνον ὑμνεῖν ἐπεύχεται¯
1.85
Κλυταιμήστρα: 1475 νῦν δ᾽ ὤρθωσας στόματος γνώμην, τὸν τριπάχυντονδαίμονα γέννης τῆσδε κικλήσκων. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸςνείρᾳ τρέφεται, πρὶν καταλῆξαι1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
1.86
Χορός: ἦ μέγαν οἰκονόμονδαίμονα καὶ βαρύμηνιν αἰνεῖς, φεῦ φεῦ, κακὸν αἶνον ἀτη- ρᾶς τύχας ἀκορέστου: 1485 ἰὴ ἰή, διαὶ Διὸςπαναιτίου πανεργέτα: τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται; τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
1.87
Χορός: ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, 1490 πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον1495 δολίῳ μόρῳ δαμεὶς δάμαρτοςἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
1.88
Κλυταιμήστρα: αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν; μηδ᾽ ἐπιλεχθῇςἈγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον. 1500 φανταζόμενος δὲ γυναικὶ νεκροῦτοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρἈτρέως χαλεποῦ θοινατῆροςτόνδ᾽ ἀπέτεισεν, τέλεον νεαροῖς ἐπιθύσας.
1.89
Χορός: 1505 ὡς μὲν ἀναίτιος εἶτοῦδε φόνου τίς ὁ μαρτυρήσων; πῶς πῶς; πατρόθεν δὲ συλλή- πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ. βιάζεται δ᾽ ὁμοσπόροις1510 ἐπιρροαῖσιν αἱμάτωνμέλας Ἄρης, ὅποι δίκαν προβαίνωνπάχνᾳ κουροβόρῳ παρέξει.
1.90
Χορός: ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω; 1515 φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερονδολίῳ μόρῳ δαμεὶς1520 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
1.91
Κλυταιμήστρα: οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατοντῷδε γενέσθαι. οὐδὲ γὰρ οὗτος δολίαν ἄτηνοἴκοισιν ἔθηκ᾽; 1525 ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν. τὴν πολυκλαύτην Ἰφιγενείαν, ἄξια δράσας ἄξια πάσχωνμηδὲν ἐν Ἅιδου μεγαλαυχείτω, ξιφοδηλήτῳ, θανάτῳ τείσας ἅπερ ἦρξεν.
1.92
Χορός: 1530 ἀμηχανῶ φροντίδος στερηθεὶςεὐπάλαμον μέριμνανὅπα τράπωμαι, πίτνοντος οἴκου. δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆτὸν αἱματηρόν: ψακὰς δὲ λήγει. 1535 δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβηςπρὸς ἄλλαις θηγάναισι μοῖρα.
1.93
Χορός: ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου1540 δροίτης κατέχοντα χάμευναν. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων; ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽ ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι1545 ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργωνμεγάλων ἀδίκως ἐπικρᾶναι; τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾽ ἀνδρὶ θείῳσὺν δακρύοις ἰάπτων1550 ἀληθείᾳ φρενῶν πονήσει;
1.94
Κλυταιμήστρα: οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειντοῦτο: πρὸς ἡμῶνκάππεσε, κάτθανε, καὶ καταθάψομεν, οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων, 1555 ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίωςθυγάτηρ, ὡς χρή, πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορονπόρθμευμ᾽ ἀχέωνπερὶ χεῖρε βαλοῦσα φιλήσει.
1.95
Χορός: 1560 ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους. δύσμαχα δ᾽ ἔστι κρῖναι. φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸςπαθεῖν τὸν ἔρξαντα: θέσμιον γάρ. 1565 τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων; κεκόλληται γένος πρὸς ἄτᾳ.
1.96
Κλυταιμήστρα: ἐς τόνδ᾽ ἐνέβης ξὺν ἀληθείᾳχρησμόν. ἐγὼ δ᾽ οὖνἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν1570 ὅρκους θεμένη τάδε μὲν στέργειν, δύστλητά περ ὄνθ᾽: ὃ δὲ λοιπόν, ἰόντ᾽ ἐκ τῶνδε δόμων ἄλλην γενεὰντρίβειν θανάτοις αὐθένταισι. κτεάνων τε μέροςβαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι1575 μανίας μελάθρωνἀλληλοφόνους ἀφελούσῃ.
1.97
Αἴγισθος: ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου. φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρουςθεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη, 1580 ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύωντὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί, χερὸς πατρῴας ἐκτίνοντα μηχανάς. Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, 1585 αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει, ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων. καὶ προστρόπαιος ἑστίας μολὼν πάλιντλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον, 1590 αὐτός: ξένια δὲ τοῦδε δύσθεος πατὴρἈτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶτὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγεινδοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας1595 ἔθρυπτ᾽, ἄνωθεν...*... ἀνδρακὰς καθήμενος. ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼνἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει. κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιονᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν, 1600 μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς. 1605 τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶσυνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις: τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν συνάψας μηχανὴν δυσβουλίας. 1610 οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν. Χορός: Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω. σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν, μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον: 1615 οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάραδημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
1.98
Αἴγισθος: σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενοςκώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός; γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ1620 τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον. δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδεςδύαι διδάσκειν ἐξοχώταται φρενῶνἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε; πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. Χορός: 1625 γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένωνοἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμαἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον; Αἴγισθος: καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις. 1630 ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ, σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασινἄξῃ: κρατηθεὶς δ᾽ ἡμερώτερος φανῇ. Χορός: ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ, ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον, 1635 δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως. Αἴγισθος: τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς: ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής. ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαιἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα1640 ζεύξω βαρείαις οὔτι μοι σειραφόρονκριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλὴς σκότῳλιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται. Χορός: τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆςοὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ1645 χώρας μίασμα καὶ θεῶν ἐγχωρίωνἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
1.99
Αἴγισθος: ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα1650 εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε. Χορός: εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. Αἴγισθος: ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν. Χορός: δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα. Κλυταιμήστρα: μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά. 1655 ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλά, δύστηνον θέρος. πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: μηδὲν αἱματώμεθα. στείχετ᾽ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδεπρὶν παθεῖν εἴξαντες ὥρᾳ: χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν, 1660 δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι. ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. Αἴγισθος: ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαικἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους, σώφρονος γνώμης θ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά θ᾽ ὑβρίσαι. Χορός: 1665 οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν. Αἴγισθος: ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι. Χορός: οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν. Αἴγισθος: οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. Χορός: πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. Αἴγισθος: 1670 ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν. Χορός: κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας. Κλυταιμήστρα: μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων: ἐγὼκαὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.