Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Geographiae informatio
AgathemerusInfo 2 · opp-grc1More by Agathemerus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathemerus" aria-label="More works by Agathemerus"> —
⋯
More
Original / primary: Opp Grc1
2.6
2.6
Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπό δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας, ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπ᾿ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας· εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες. Γίνονται οὖν ὀκτώ.
2.7
2.7
Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου Φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ Λιβὸς τὸν λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου Θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων [ὀνομαζόμενον]. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας δυσμικοὺς [τοὺς] ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ Θρασκίαν [Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ δ᾿ ἀπαρκτίαν] τοὺς ὑπὲρ Θρᾴκην Σκύθας, κατὰ βορρᾶν Πόντον, Μαιῶτιν, Σαρμάτας· κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

Intertext edge

Open linked passage

Note