Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ναρσῆς δὴ οὖν ὁ στρατηγὸς ἤσχαλλέ τε ἄγαν καὶ ἐχαλέπαινεν, εἰ χρόνος τοῖς Ῥωμαίοις πολὺς ἐν ἐλαχίστῳ πολιχνίῳ τετρίψεται. ἀλύον τι δέ οἱ καὶ ἕκαστα γνωματεύοντι ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἁμῆ γέ πῃ τοῦ φρουρίου τρόπῳ τοιῷδε. 2 ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώ τατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κύτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ τὴν Ἰταλὴν ἐνδιαιτω μένην φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. λέγεται δὲ καὶ Αἰνείαν ποτὲ τὸν Ἀγχίσου αὐτοῦ ἀφι κόμενον ἅπαντά οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα. 3 ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπη λαίου, ὄργανα φέροντας λιθοτόμα καὶ τοιχωρύχα, ἐξεκόλαπτεν ἠρέμα 22 καὶ διέτεμνε τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτε καὶ διεκάθαιρε τὴν βάσιν τῆς οἰκοδομίας, ἐς ὅσον ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. 4 τότε δὲ ξύλα ὄρθια ἐν κόσμῳ ὑπεστήριζε ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος τοῦ τείχους, ὡς μὴ ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία συναίσθησίς τε τοῦ δρωμένου ταχεῖα γίγνοιτο τοῖς Γότθοις. ἦ γὰρ ἂν κατ' ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες καὶ τὸ πεπονθὸς ἀκεσάμενοι διεφύλαττον τὸ λοιπὸν βε βαιότατα. 5 ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν μηδὲ τοῦ πα τάγου τῆς λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅ τι μάλιστα ἐπεφέροντο ἄνωθεν τῷ τείχει ὁ τῶν Ῥωμαίων στρατός, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία. 6 ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος, ὁπόσον τῷ ἄντρῳ παρετέτατο, ἐκκρεμές τε ἦν καὶ μετέωρον καὶ μόνοις ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρεισμένα, τότε δὴ φυλλάδα νήσαντες καὶ ὅ τι τῆς ὕλης ταχυδαές τε καὶ αὖον, καὶ εἶτα ὑποθέντες πῦρ τε ἐναύσαντες ἐκτὸς ἀπεχώ ρουν. 7 οὐκ ἐς μακρὰν δὲ τῆς φλογὸς ἀρθείσης τὰ μὲν στηρίγματα εὐθὺς ἀνθρακούμενα κατεθραύετο καὶ πρὸς τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ' αὐτοῖς ᾐωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινε τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἐξαπιναίως ἀπορρα γέντες τῶν ἄλλων ἐς τὸ πρανὲς ἐξεκυλίσθησαν· ἥ τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα, ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα ἐς τὴν ἠϊόνα καὶ τὰς σπιλάδας ἐρήριπτο ἅμα τε ἅπαντα ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι. 8 τούτων δὲ γεγενημένων τοῖς Ῥωμαίοις ῥᾳδίως τὸ λοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀπορρῶγες τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἐπὶ μέγα ἐκτεινόμεναι κρημνῶδες ἀτεχνῶς καὶ 23 δυσέμβολον οὐχ ἧσσον ἀπεδείκνυσαν τὸ χωρίον. 9 καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθέ νει ἀμυνομένων ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν.
10.2
Νίκη γὰρ οὕτω λαμπρὰ καὶ διαφανὴς καὶ ἐς τόδε ὑπερβολῆς προελθοῦσα οὐ ῥᾳδίως, οἶμαι, ἀνὰ τὸν ἔμπροσθεν χρόνον ἑτέρῳ τῳ ξυνηνέχθη. εἰ δέ που ἄρα καὶ ἕτεροι πρότερον παραπλήσια τοῖς Φράγγοις πεπόνθασιν, ἀλλ' εὕροις γε ἂν καὶ ἐκείνους ἀδικίας ἕκατι διαφθαρέν τας. 2 Δᾶτις μὲν γὰρ πάλαι ὁ Δαρείου σατράπης ἅμα στρατεύματι Περσικῷ Μαραθῶν άδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἰτία δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον, ὅτι δὲ βασιλέα Δαρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο, εἰ μὴ χειρώσοιτο καὶ τὴν Εὐρώπην. 3 ταῦτά τοι καὶ ἡσσῶντο ἀνὰ κράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε τῷ ἔργῳ ἀνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς Ἀθηναίους (λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων δυσμενῶν τῇ Ἀρτέμιδι θύσειν ἀπειλή σαντας ἐς τοσοῦτον ἵλεῳ ἐντυχεῖν τῇ Ἀγροτέρᾳ καὶ ἀπόνασθαι τῆς εὐθηρίας, ἐς ὅσον μὴ οἵους τε γενέσθαι τὸ χαριστήριον ἀποτῖσαι, ἀλλ' ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. 4 Ζέρξης δὲ ἐκεῖνος ὁ πάνυ καὶ τὰ τοῦ Ζέρξου θαύματα τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας μόνῳ τε τῷ πλήθει πί 54 συνος καὶ τῇ τῶν ὅπλων παρασκευῇ εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο, οἱ δὲ ὅσιά γε δρῶντες ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύνοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτελοῦντες; 5 τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου τήν τε Νικίου καὶ Δημοσθένους κατάλυσιν καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἐξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι τοὺς ἐπὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς πορρωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; 6 πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως ἐν τῷ παρόντι εἰρῆσθαι. 7 Τότε δὲ οἱ Ῥωμαῖοι, (ἐς γὰρ τὰ πρότερα αὖθις ἰτέον) τοὺς μὲν σφετέρους νεκρούς, ᾗ νενόμισται, καταχώσαντες, τοὺς δὲ τῶν πολεμίων σκυλεύσαντες, μέγα τι χρῆμα ἤθροισαν ὅπλων, καταστρεψάμενοι δὲ αὐτῶν καὶ τὸ χαράκωμα καὶ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λείᾳ σεσαγμένοι, παιανίζοντές τε καὶ στεφανηφοροῦντες καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προ ηγούμενοι, ἐς τὴν Ῥώμην ἐπανῆλθον. 8 ἦν δὲ ἰδεῖν ἐπὶ πολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πεδία τῷ λύθρῳ περιρρεόμενα καὶ ὑπερχειλῆ τὸν ποταμὸν τῷ ὑπερπεπλῆσθαι σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς Δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ. Ὄλβιον ἆ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. 55 9 τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων.
10.3
«Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν εἴποι τις ἂν καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγγενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσιν. 2 τὸ γὰρ νικᾶν οὐχ οὕτω τοῖς ὅπλοις, ὅσον τῷ εὐσεβεῖ βεβαιοῦται· καὶ οὐκ ἄν ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἷς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται καὶ τὸ σῴζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. 3 ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, διὰ τῶν πραγμάτων μᾶλλον ἢ τῶν λόγων δεδήλωται. 4 οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ Ῥωμαίων προπηλακιζόμενοι ἐμμένειν καὶ ὣς τοῖς καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μετα βάλλεσθαι ῥᾳδίως ἐπί τισιν αἰτίαις, εἰ καὶ δεινόταται εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. 5 τὸ δὲ καὶ μεγίστας βλάβας καὶ ἀνηκέστους πάσχοντας φέρειν διὰ παντὸς ἀταλαιπώρως καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρο νούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθυμίαν τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. 6 τούτου δὲ τοῦ τῆς μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ' ἑτέροις μεῖζόν τι γένοιτο 96 οὔτ' ἂν γενόμενον περιοφθείη. οὔκουν οὐδὲ ἡμῖν περιοπτέον, αἰσχυνο μένοις εἴ γε φανείημεν τοῦ βασιλέως ἐπιλελησμένοι καὶ τοὺς ἀπεκτονότας ὑποθωπεύοντες. 7 εἰ γὰρ οἷόν τε ἦν αὐτὸν ἐνθάδε παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ' ὧν οἱ ἀλιτή ριοι οὗτοι κατὰ τὴν ἐκείνου γῆν ἔτι ἐνδιαιτῶνται καὶ οὐ πολλῷ πρότερον ἐξελήλανται. 8 ἐπεὶ δὲ οὔτε παρέσται τὸ λοιπὸν οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν ὑπὸ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ἡμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκο πουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; 9 εὐλαβητέον γὰρ ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες συναπο βάλωμεν αὐτῷ καὶ τὴν μνήμην. 10 καλῶς μὲν γὰρ τῶν πραγμάτων χωρούντων πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπίπτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρή, καὶ τὸ ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεί, ἀλλ' ὅτε φρονήσει συμ παραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι περιορᾶν, ἔχεσθαι δὲ τῶν οὐ προσηκόντων, ἐνταῦθα τοῦ μεταβάντος ἐφ' ἕτερα ὁ βεβηκὼς ἐπὶ τοῖς προτέροις μεμπτότερος. 11 ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανό μενοι πρὸς ἡμῶν καὶ συνιέντες στέρξουσιν ἡμᾶς εἰκότως καὶ ὑπερμα χοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας καὶ πρός γε χώραν οὕτως ἐπικαιροτάτην καὶ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων καὶ πόνων ἔχειν τιμῶνται, εἰς ξυμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. 12 μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ' εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι καὶ τὸ μελετηθὲν ἀνακαλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσιά τε δρῶντες καὶ δίκαια καὶ πρὸς τὸ συνοῖσον ἐξευρημένα.» 97
10.4
«Μὴ τοίνυν, ὦ δικαστά, τὴν ἐπιστολὴν προφερόντων μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδαμῶς ἠκολουθη κότας. τῷ γὰρ οὐ λίαν ἔνδηλον, ὡς τὸ γεγράφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπόπειρα μόνον ὑπῆρχε καὶ βάσανος, εἴπερ αὐθαιρέτως εἴκοι τοῖς προσταττομένοις, ὥστε δικαίως ἁρμόσασθαι; 2 γνωσθὲν τοίνυν ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλ λώμενον, δι' ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἔδει προτρέ πειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν, εἰς ὅπερ πολλῶν ἐν μέσῳ 136 ξυμβεβηκότων δεινῶν πρὸς ἀνάγκης καὶ ὣς περιήχθημεν ἄν; οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους ἐν ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. 3 ἐλείπετο δὴ οὖν, ὡς ἔοικε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν πρὸς Γουβάζην καὶ ληρώδεις ἀγῶνας ἐγείρειν καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ' οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ Πέρσαι παρόντες καὶ τοῖς ἔργοις ἐγκεί μενοι καὶ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσ θαι παρεσκευασμένοι.
10.5
Ἐκείνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης νόσος αὖθις τῇ πόλει ἐνέπεσε καὶ μυρία διέφθειρε πλήθη, λήξασα μὲν ἐς τὸ παντελὲς οὐδ' ὁπωστιοῦν, ἐξ οὗ τὴν ἀρχήν, φημὶ δὴ κατὰ τὸ πέμπτον καὶ δέκατον ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ' ἡμᾶς εἰσήρρησεν οἰκουμένῃ. 2 μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε ἄλλοθι καὶ τόπον ἐκ τόπου λυμηναμένη καὶ ταύτῃ τοῖς λειπομένοις 176 ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ, οἶμαι, τὸ πρότερον ἐξηπατημένη καὶ θᾶττον δήπου τοῦ δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. 3 ἔθνησκον τοιγαροῦν πολλοὶ ἐξαπιναίως καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ δέ γε πλεῖστον διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ δὲ τῆς νόσου ἰδέα παρα πλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα. πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι, οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ τοῦ ἁλόντος ἀποπαυόμενοι. 4 ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισ μένα, οἴκοι τε καὶ ἀνὰ τὰς λεωφόρους οὕτω παρασχὸν κατέπιπτον καὶ ἀθρόον ἄπνοι ἐγίγνοντο, ὥσπερ τὸν θάνατον σχεδιάσαντες· καὶ ἅπασα μὲν ἡλικία χύδην ἐφθείρετο, μάλιστα δὲ τὸ ἀκμάζον τε καὶ ἡβάσκον, καὶ ἐν τούτῳ πλέον οἱ ἄρρενες· τὸ γὰρ δὴ θῆλυ οὐ μάλα ὅμοια ἔπασχεν. 5 τὰ μὲν οὖν παλαίτατα τῶν Αἰγυπτίων λόγια καὶ οἱ παρὰ Πέρσαις ἔτι τῆς τῶν μετεώρων κινήσεως δαημονέστατοι χρόνων τινῶν περιόδους ἐν τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι, νῦν μὲν ἀγαθὰς καὶ εὐδαίμονας, νῦν δὲ μοχθηρὰς καὶ ἀποφράδας, εἶναί τε τὴν παροῦσαν περιφορὰν ἐκ τῶν κακίστων ἐκείνων καὶ ἀπαισίων· ἐντεῦθεν τοιγαροῦν πολέμους τε ἁπανταχοῦ ξυνίστασθαι καὶ στάσεις ταῖς πόλεσι καὶ τὰ λοιμώδη πάθη μόνιμά τε εἶναι καὶ συνημμένα. 6 ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί φασι τῆς φθορᾶς, μετιοῦσαν ἀξίως τὰ τοῦ ἀνθρωπείου γένους ἀδικήματα καὶ τὸ πλῆθος ὑποτεμνομένην. 7 ἐμοὶ δὲ διαιτᾶν ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δέ, εἰ καὶ εἰδείην, ἀλλ' οὐκ ἀναγκαῖον τοῦτό γε εἶναι δοκοῦν οὐδὲ τῷ παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ ξυμβεβηκότος εἰ καὶ διὰ βραχέων ἐπιμνησθέντι ὁ τῆς ἱστορίας ἐκτεθε ράπευται νόμος.