Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἐπεὶ δὲ πολέμῳ τε καὶ ἐπιδρομαῖς ἑλεῖν δήπου τὸ χωρίον ἀδύ νατα ἦν, ἔγνω μὴ ἁπάσῃ τῇ στρατιᾷ ἐν τοῖσδε διαπονεῖσθαι, ἀλλ' ἐς Φλωρεντίαν καὶ Κεντουκέλλας καὶ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. 2 ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγγων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποτα μοῦ ἠγγέλλοντο παρεῖναι, ὧν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. 3 ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτε θνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ' ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννῃ τῷ Βιταλιανοῦ καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας καὶ Αἰμιλίας ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν αὐτοῦ τε στρατοπεδευσαμένους καὶ τὰ ἐρυμνὰ τῶν χωρίων προκαταλαβόντας ἀποκρούεσθαι καὶ ἀναστέλλειν τὰς τῶν πολεμίων ἐφόδους. 4 καὶ εἰ μὲν ἀπώσασθαι αὐτοὺς τελεώτατα δυνη θεῖεν, χάριν εἰδέναι τῇ τύχῃ, εἰ δέ γε βιαζόμενοι τῷ πλήθει οἷοί τε οὐκ εἶεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾶν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς πορρωτάτω, ἕως αὐτὸς τὰ ἐν ποσὶν ἅπαντα ᾗ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν. 5 κατέλιπε δὲ καὶ ἐν Κύμῃ δύναμιν ἀξιόχρεων, ὅπως δὴ προσκαθεζόμενοι καὶ ἔνδον τοὺς δυσμενεῖς ἐγκατείργοντες χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορ 24 κίᾳ. καὶ οἱ μὲν χαράκωμά τε περιεβάλλοντο καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴ πού τινα ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις ἅπαντα ἐξαναλῶσθαι τὰ ἐπιτήδεια. 6 Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέν τιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰκεῖα παρέδοσαν. Κεντουκελλαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτερραῖοι δὲ οὐκ ἄλλως, οὕτω δὲ καὶ Λουναῖοι καὶ μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πως ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ ὁδῷ ἰὼν τὰ ἐν ποσὶν ἐχειροῦτο.
11.2
Ἐν τούτῳ δὲ τοῖς Ῥωμαίοις ἠγγέλλετο καὶ τὰ ἐν Βενετίᾳ ἐπὶ Λευθαρίῳ τε καὶ τοῖς ἀμφ' αὐτὸν ἅπασι ξυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν ἔτι αὐτοῖς ἀντίξουν προσγενησόμενον, ἀλλ' ἐν εἰρήνῃ τὸ λοιπὸν βιοτεύσοντες. τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλίαν πολεμίων οὕτω δὴ ἁπανταχοῦ διολωλότων οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. 2 καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἷα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ' ἐς ῥᾳστώνην ἐμβεβλημένοι καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κρίνοντες. 3 τῷ δὲ Ναρσῇ ὀρθῶς ἕκαστα διασκοποῦντι ἀκο λασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤοντο μηκέτι ἕξειν ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφε ρώτερον τῆς διαίτης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλείπετο γάρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τὸ λοιπὸν καὶ ἀνόνητα ἡγοῦντο τὰ ὅπλα. 4 ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγνωσκεν, ὡς ἄρα καὶ αὖθις πόλεμοι ἔσονται Φραγγικοί, καὶ ἐδεδίει, μή ποτε οἱ Ῥωμαῖοι ἐς τὸ ἁβροδίαιτον τραπέντες τὰ φρονήματα διαφθαρεῖεν, εἶτα εἰ παρατάξεως ἐπέλ θοι καιρός, οἱ δὲ ὄκνῳ εἴκοντες ἀπαγορεύσαιεν τοῖς κινδύνοις. 5 καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη ξυγκαλεσάμενος τὰ στρατεύματα καὶ παραίνεσιν προσάγων ἀρίστην ἐς τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ οὖν ἁπάντων συνηθροισμένων παρελθὼν ἐς μέσους ἔλεξε τοιάδε.
11.3
Τοιαῦτα τοῦ Αἰήτου εἰπόντος αὐτίκα ἅπας ὁ ὅμιλος ἐπῆρτο καὶ ἀνεβόα καὶ αὐθημερὸν ἵεντο μετανίστασθαι, οὔτε τοῖς Πέρσαις προεγνωσ μένον οὔτε οὕτω παρεσκευασμένοι ὡς διαλαθεῖν τυχὸν ἢ καὶ ἀμύνασθαι τοὺς Ῥωμαίους διακωλύοντας· ἀλλὰ μηδὲν ὁτιοῦν τῶν ἐσομένων δια νοούμενοι μήτε ὅπῃ αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπεί γοντο, προσὸν μὲν τοῦτο καὶ ἄλλως τοῖς πλήθεσιν, ἥδεσθαι τῷ νεωτε ρισμῷ καὶ ταῖς μεταβολαῖς τῶν πραγμάτων, οὗτοι δὲ καὶ μᾶλλον ἠρεθισ μένοι, οὐ μόνον οἷα δὴ βάρβαροι, ἀλλ' ὅτι τήν τε αἰτίαν εὔλογον εἶναι ἡγοῦντο καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. 2 οὕτω δὲ αὐτῶν ταραττομένων ἀνήρ τις Φαρτάζης ὄνομα, ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους, ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, πρίν τι καὶ αὐτοῦ λέγοντος διακούσαιεν. 3 μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς τὸν ἄνδρα αἰδοῖ καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον ἔλεξε τοιάδε· 4 «Εἰκότα μέν, ὦ ἄνδρες Κόλχοι, πεπόνθατε, λόγων δεινότητι σφόδρα κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γάρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας, οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. 5 μὴ τοίνυν ἀρεσκόντων ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀξυνήθει πεπίστευται, ἀλλ' οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γιγνώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ' ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῥᾳδίως ἀναπεισθῆναι τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. 6 τῷ γὰρ τὰ ψευδῆ συμβουλεύοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ· κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος θᾶττον ἐφέλκεται τοὺς εὐηθεστέ ρους. 7 οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ' ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἄν, ὡς ἄλλης τινὸς ζητήσεως ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ' ἃ πάρεσμεν ἀλλοτριω τάτης. 8 καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ ξυμβεβη 98 κότα φασκόντων καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων καὶ τοῦτο μόνον διασκοπούντων, εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθε κατηγορῶν ἐκείνων καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. 9 ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι καὶ κακοδαίμονας καὶ οἵους ἥδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διολλυμένους, οὐ μόνον τοὺς πλή ξαντας καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, παρὸν κωλύειν, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. 10 πλὴν ἀλλ' οὐκ, ἐπειδὴ ταῦτα γιγνώσκω, ἤδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει· οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον, ὡς ἐκείνων παρανομησάντων δεήσει καὶ ἡμᾶς τὰ οἰκεῖα νόμιμα καταπροέσθαι, οὐδὲ ὡς ἀπίστοις μὲν αὐτοῖς ἄχθεσθαι, παραπλησίαν δὲ κτήσασθαι δόξαν. 11 νῦν γὰρ οὐ τὸ φθάσαν καὶ διηνυσμένον καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν ἐπιδεχόμενον ἀναλογίζεσθαι χρή, ὡς ἂν μή, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι, λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι, ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν, εἰς ὅσον μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξει. 12 ἀνοήτων μὲν γὰρ ἀνδρῶν ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾶσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι μηδὲ τῶν προτέρων ἐστερη μένους συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας.
11.4
Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκα οὐχ ἧσσον τοὺς Ῥουστίκου προσίετο λόγους. συστάσης δὲ καὶ δὶς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος, οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισ μοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ' ὧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτίνῳ λεχθέν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευ μένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. 2 τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε 137 θᾶττον αὐτοὺς διαφθαρῆναι ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. 3 καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμε νοι καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν καὶ πλείστης ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους καὶ φόνων ἀδίκων ἀπέχεσθαι. 4 ἐπεὶ δὲ αὐτοῖς καὶ ἀπετέτ μηντο οἱ αὐχένες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο, ἀποβεβληκότες τὸ χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών· οἱ δὲ Κόλχοι αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις καὶ τὸν πρότερον ἀνα νεούμενοι τρόπον.
11.5
Τούτων δὲ οὕτω ξυνενεχθέντων ἐπεγένετο καὶ ἄλλα ἄττα τῇ πόλει κατ' ἐκεῖνο τοῦ καιροῦ ταραχῆς τε καὶ θορύβου ἀνάμεστα καὶ οὐχ ἧσσον τῶν εἰρημένων ἀνιαρότατα. ὁποῖα δὲ ταῦτά ἐστιν, αὐτίκα ἐρῶ, βραχύ τι πρότερον διεξελθὼν τῶν ἀρχαιοτέρων. 2 οἱ Οὖννοι τὸ γένος τὸ μὲν παλαιὸν κατῴκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ἄνεμον καὶ ἦσαν τοῦ Τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ τὰ ἄλλα βάρβαρα ἔθνη, ὁπόσα ἐντὸς Ἰμαίου ὄρους ἀνὰ τὴν Ἀσίαν 177 ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν Σκύθαι καὶ Οὖννοι ἐπωνομάζοντο· ἰδίᾳ δὲ κατὰ γένη τὸ μέν τι αὐτῶν Κοτρίγουροι, τὸ δὲ Οὐτίγουροι, ἄλλοι δὲ Οὐλτίζουροι καὶ ἄλλοι Βουρούγουνδοι, καὶ ἄλλοι ὡς ἂν αὐτοῖς πάτριόν τε ἦν καὶ εἰθισμένον. 3 γενεαῖς δὲ πολλαῖς ὕστερον διέβησαν ἐς τὴν Εὐρώπην, εἴτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ θρυλούμενον τὰ πρῶτα ἡγησαμένης, εἴτε καὶ ἀλλοίᾳ χρησά μενοι τύχῃ, καὶ τὴν ἐκροὴν τῆς λίμνης τὴν ἐς τὸν Εὔξεινον Πόντον φερομένην, ἄπορον τέως δοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιω θέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀθνείαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς ἐλυμήναντο, ἀπροσδόκητα προσπεσόντες, ὡς καὶ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες αὐτοὶ τὴν ἐκείνων κατέχειν. 4 ἤμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον ἀπολεῖσθαι. αὐτίκα γοῦν Οὐλτίζουροί τε καὶ Βουρούγουνδοι μέχρι μὲν Λέοντος τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαίων γνώριμοί τε ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκουν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς πορρωτάτω μετανα στάντας. 5 ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾧ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν Οὔννων γένη ἐσῴζετο καὶ ἦσαν ἔτι ὀνομαστότατα. κατιόντες δὲ ὅμως οἱ Οὖννοι ἐς τὰ πρὸς νότον ἄνεμον οὐ πόρρω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὐτοῖς βουλομένοις. 6 τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου, τὰ μὲν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος καὶ ἦσαν ἤδη σκληρὰ καὶ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὔννων ἡγεμὼν σὺν πλείστοις ὅσοις ἱππόταις ἐπιδραμὼν καθάπερ χέρσον τὰς δίνας ἐς τὴν Ῥωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία καὶ μηδενὸς αὐτῷ κωλύ ματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅ γε Μυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος τῇ Θρᾴκῃ προσέβαλλεν. 7 ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλ λάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καὶ λεηλατή σοντας, ἑτέρους δὲ ἐς τὴν Χερρόνησον τὴν Θρᾳκίαν. 178

Intertext edge

Open linked passage

Note