Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Μόνοι δὲ οἱ ἐν Λούκᾳ τῇ πόλει διαμέλλειν ἐπειρῶντο καὶ ἥκιστα ἐφιέναι. καίτοι πρότερον ἐτύγχανον οἵδε ξυνθήκας θέμενοι πρὸς Ναρσῆν ὁμήρους τε παρασχόντες καὶ ἐπομοσάμενοι, ὡς εἴ γε τριάκοντα παραδρά μοιεν ἡμέραι καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἵα τε εἶναι ἀμύνασθαι καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καὶ περι βόλων, ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω ξυνενεχθεῖεν, ἦ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. 2 ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς Φράγγους καὶ ἐπαρήξειν τούτοις τε πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾶν ἀμέλει καὶ ἀναίνεσθαι τὰ ξυγκείμενα. 3 Ναρσῆς μὲν οὖν ἐξαπατηθείς, ὥσπερ εἰκός, ἐχαλέπαινε καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ' αὐτὸν καὶ χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. 4 ὁ δὲ στρατηγός, γνώμῃ γὰρ ἅπαντα ἔπρασσε καὶ οὐ λίαν τῇ ὀργῇ ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος ᾔει, ὡς ἀποκτεῖναι τοὺς μηδὲν ὅ τι ἠδικηκότας, ἀνθ' ὧν ἕτεροι ἐπλημμέλουν, δόλον δὲ ὅμως τοιόνδε τινὰ ἐμηχανᾶτο. 5 παρῆγε γὰρ ἐς μέσον αὐτοὺς ἐναλλάγδην μὲν τὼ χεῖρε 25 ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέ τε τοῖς ὁμοφύλοις οὕτω πως οἰκτρότατα διακειμένους καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βραχέα ἐκ τοῦ μεταφρέ νου ἐπὶ τοὺς τένοντας ὑπεβέβληντο, ῥάκεσί πως κεκαλυμμένα, ὡς μὴ διορῷεν καὶ πόρρωθεν οἱ πολέμιοι. 6 ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτί κα ἐκέλευε δῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι. καὶ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς ξύλοις ἐγχρίπτουσα οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγ μένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. 7 ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει καὶ τῷ διεστάναι ὡς πλεῖσ τον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ' ἢ τὰ φαινόμενα, ὠλοφύροντό τε ἀθρόον καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα. ἦσαν γὰρ οἱ ἄνδρες οἱ ὁμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν, ἀλλ' ἐπίσημοι ἐν τοῖς μάλιστα καὶ εὐπατρίδαι. 8 ὡς δὴ οὖν τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαί τε ἠκούοντο θαμιναὶ καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον, γύναια δὲ πολλὰ διαπληκτιζόμενα καὶ τὰς ἐφεστρίδας περιρρηγνύντα ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτα, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. 9 καὶ δὴ τῷ Ναρσῇ ἅπαντες ἀναφανδὸν ἐλοιδοροῦντο ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσε βεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.
12.2
πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς ὑπέσχον τῶν ἀδικημάτων καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μυρίος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλεμον ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν Ῥωμαίων ἄνδρες ἀπέθανον, οἳ δὴ ἐτύγχανον ὑποδεξάμενοι τὴν πρώτην ἐμβολὴν τῶν πολεμίων. 13 ἠρί στευσαν δὲ ἐν τῷδε τῷ ἔργῳ τῶν μὲν Ῥωμαϊκῶν ταγμάτων σχεδόν τι ἅπαντες, βαρβάρων δὲ τῶν ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος (παρῆν γὰρ καὶ ὃς ἐν τῇ μάχῃ) Σίνδουάλ τε ὁ τῶν Ἐρούλων στρατηγός, καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.
12.3
«Τοὺς μὲν ἀθρόον καὶ οὐ πάλαι συμβὰν εὐτυχίας τινὸς μετασχόν τας οὐκ ἀπεικὸς οἶμαι πρὸς ἀπειροκαλίαν ἐκκλῖναι καὶ τῷ ἀσυνήθει καταπεπλῆχθαι, μάλιστα ἡνίκα τῷ ἀπροσδοκήτῳ καὶ τὸ παρ' ἀξίαν προσῇ. 2 ὑμεῖς δέ, ὦ ἄνδρες, ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μεταβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ 56 πρότερον εἰωθότες; ἀλλ' ὑμεῖς οἱ Τωτίλαν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ' ὡς μείζονος ἢ καθ' ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας τῇ τῶν Ῥωμαίων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. 3 καὶ τοίνυν κρατεῖτε καὶ οὔτε μειόνων ἢ καθ' ὅσον νικᾶτε ἄξιοι καθεστήκατε οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρ έχεσθε τὴν πεῖραν· μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας, ἀλλ' ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης. 4 οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ μέλλοντος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. 5 καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ' ᾧ νῦν ὑμεῖς δικαίως αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες πόλεμον ἤραντο καθ' ἡμῶν, οὐ προορώ μενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον ἢ τοῖς ἡμῶν ὅπλοις. 6 αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ταὐτὸ παθεῖν τοῖς βαρβάροις καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥώμῃ. μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθα ρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ' οὐδ' ὣς ὑμῖν μετα θετέον τοὺς τρόπους οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. 7 οὐ μὴν οὐδὲ ξυμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φράγγοι πολυάνθρωπόν τι γένος καὶ μέγιστον καὶ λίαν ὀρθῶς τὰ πολέμια ἠσκημένον, ἀπόμοιρα δέ τις αὐτῶν οἱ νενικημένοι βραχεῖα καὶ ὅση μὴ δέος αὐτοῖς ἐμβαλεῖν, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀναστῆσαι. οὔκουν εἰκὸς αὐτοὺς ἠρεμήσειν οὐδὲ καθέξειν ἐν ἀπορρήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ' ἡμῶν ἥξουσι καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. 8 νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν ῥᾳθυμίαν ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. 9 οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν 57 ἐνδοῖεν, (εἰρήσθω γὰρ ἄμφω) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ κείσεται καὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι.» 10 Τοιαῦτα τοῦ Ναρσοῦ παραινέσαντος αἰδὼς ἅπαντα κατεῖχε τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες ἐς τὰ πάτρια ἤθη μετεκοσμοῦντο.
12.4
«Ἀλλ' ὁ μὲν σύμβουλος πάλαι τὰ Μήδων φρονῶν καὶ μεθιστᾶν ἡμᾶς ἐπ' ἐκείνους γλιχόμενος μορμολύττειν καθάπερ τοὺς παῖδας πειρᾶ ται, ὡς δὴ τοῖς Ῥωμαίοις οὐ τῶν τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων, καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη, σπουδασθὲν ἐκ πλείστου καὶ βεβουλευμένον· καὶ ταῦτα φάσκων ἀνυμνεῖ τοὺς Πέρσας καὶ ὑπερ άγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. 2 πρὸς τοῦτο γὰρ ἅπασαν ἔχει τὴν ἀναφοράν, ὠδίνων ἐξ ἀρχῆς καὶ μηχανώμενος, ὡς ἂν αὐτῷ τὰ 99 μεμελετημένα πρὸς ἔργον ἐκβαίη, καὶ σὺν τῷ ἀνεξετάστῳ προτρέπων τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει καὶ πρὸς τὸ ἀνόνητον μετα βάλλει. 3 ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις· μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, τότε δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν αἱρεθέντων. 4 ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, ἑλόμενος ἤδη πρίν τι σαφῶς διασκο πῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ;
12.5
καὶ ἅμα ἐς τὰ πλήθη ἐπιστραφείς· «ἢ οὐχὶ καὶ ὑμῖν ταῦτα» ἔφη «δοκεῖ, ὦ ἄνδρες ξυστρατιῶται;» οἱ δὲ ἐπευφή μησαν ξὺν βοῇ καὶ δίκαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου λευμένα. 13 καὶ οἱ μὲν θαρραλεώτεροι ἐγεγένηντο καὶ οἷοι ἑτέρων οὐ δεῖσθαι προσβοηθησόντων. μάλιστα γὰρ αὐτοὺς εἰς ἔριν ἐκίνει καὶ φιλοτιμίαν ἡ τῶν λαφύρων ἐλπὶς καὶ ὅτι αὐτοὶ οὐκ ἐς μακρὰν ἅπαντα ᾤοντο κομιεῖσθαι, ὥσπερ ἤδη τοὺς δυσμενεῖς ἀνελόντες καὶ τοῦτο μόνον πεφροντισμένον αὐτοῖς, ὅπως τὴν λείαν διανεμοῦνται.
12.6
Τούτων δὲ γεγενημένων τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥς πῃ ἑκάστῳ διετέτακτο. 2 ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτη ρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δέ, ὡς ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγ χανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. 3 «Παρὸν τοίνυν ἡμῖν» ἔφασαν οἱ πρέσβεις «ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ' ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ' ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. 4 Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον προσχωρήσαιμεν. 5 ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα 138 ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι καὶ μὴ περιϊδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. 6 πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων». 7 ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν προσίετό τε αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μετα στάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων.
12.7
Τῆσδε δὲ τῆς Χερρονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον καὶ μέχρι τοῦ μεσημβρινοῦ κέντρου τῷ Ἑλλησ πόντῳ παρατείνεται. περιρρεῖ γὰρ σχεδόν τι ἅπασαν καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται, βραχεῖ τινι μέρει τῆς ἠπείρου καὶ μόνοις τεσ σαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. 2 ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται ξυνεχὲς ἐφ' ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἔνδοθεν αὐτῷ προσπεπηγυῖαι τυγ χάνουσιν Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ' αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Ση στός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόνον ἐπὶ τῷ λύχνῳ τῆς Ἡροῦς ἐκείνης τῆς Σηστιάδος καὶ τῷ Λεάνδρου ἔρωτι καὶ θανάτῳ. 3 οὐ πόρρω δὲ ταύτης καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καὶ ἀκαλλὲς καὶ οὐδὲν ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τάς γε μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἑσμὸς καὶ ῥείθρων ποτίμων γῆ τε εὐαλδὴς ἄγαν καὶ κάρπιμος κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. 4 τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων διενοεῖτο καθ' αὑτόν, ὡς εἴ γε τὸ τεῖχος καθέλοι καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὠνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενότατον ὄντα καὶ οὐ μάλα τραχεῖ κύματι χαρασ σόμενον εὐκολώτατα διαπλεύσας, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. 5 τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν ἐξηρεθισμένος ἔστειλε δύναμιν ἀνὰ τὴν Χερρόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο· αὐτὸς δὲ ξὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντίνου πόλεως πορευόμενος τούς τε ἀγροὺς ἐδῄου καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. 6 αἰτία δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδικία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμία, σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγούρους δυσμένειαν. Σάν 179 διλχος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχε Ῥωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. 7 οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχοντες, ἀλλὰ παντάπασι περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρατείαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι.