Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
130.1
προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν καὶ λογισμῷ σώφρονι καὶ τῇ τοῦ συνοίσοντος ἐπιγνώσει οὐδένα παρῆκαν καιρόν, μόνῳ δὲ τῷ αὐθαδιζο μένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι πολλὴν παρέσχον αὐτονομίαν καὶ τὸ μελετηθὲν ἐκ πλείστου καὶ ὠδινόμενον οὕτω πως ἐκ τοῦ παρείκοντος ἔδρασαν, ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι μήτε μὴν τὰ ξυμβησόμενα διανοηθῆναι. 5 πολέμου γὰρ τοσούτου περιεστηκότος ἐμφρόνων μὲν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι, οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται· καὶ τό γε ἧκον ἐς αὐτοὺς προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα, πάντα ξυμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεώς τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. 6 οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελ θόντων καὶ πανταχόθεν ὑμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καὶ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ' οὐ δίκαιον, ὦ δικαστά, τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι καὶ ἧττόν τι παθεῖν ἢ καθ' ὅσον ἡ τοῦ ἐγχειρήματος βούλεται φύσις.»

Intertext edge

Open linked passage

Note