Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ταῦτα δὲ αὐτῶν ἐπιβοώντων, «ἆρα οὖν οὐχ ὑμεῖς» ἔφη ὁ Ναρσῆς «τοῖσδέ τε αἴτιοι ὀλέθρου γεγένησθε περιφρονήσαντές γε αὐτοὺς καὶ καταπροέμενοι; ὑμῖν τε αὐτοῖς οὐ τὰ χρηστὰ βουλευσάμενοι φανεῖσθε ὅρκον ἐπίορκον ὀμωμοκότες καὶ ἀνέδην παρασπονδήσαντες. 2 ἀλλ' εἴ 26 γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον καὶ ἔργῳ τὰ ξυγκείμενα διανύσασθαι, οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται καὶ τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μή, οὐ τῶνδε πέρι ὑμῖν τὸ λοιπὸν ἀλγητέον, ἀλλ' ἤδη φράζεσθε, ὅπως μὴ καὶ αὐτοὶ ἅπαντες ὅμοια πείσεσθε». 3 ταῦτα δὲ ἐπεὶ ἤκουον οἱ Λουκανοί, ἐξαπατᾶν γε αὐτὸν ἡγοῦντο καὶ φενακίζειν ἐπὶ τῇ τῶν κειμένων ἀναζωγρήσει· καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾗπερ ἐκεῖνοι ᾤοντο. προθυμότατα δὲ ὅμως ἀνωμολόγουν αὖθις καὶ ἐπώμνυντο σφᾶς τε αὐ τοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴ γε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδύνατον εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀποσείσασθαι τὸ ἐπίκλημα καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. 4 τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος ἀνίστησί τε αὐτοὺς ἀθρόον καὶ ἐπεδείκνυντο τοῖς ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐσιδόντες αὐτοὺς κατεπλήττοντο μὲν ὥσπερ εἰκὸς τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ' ἦσαν οἳ καὶ ἀνῄνοντο. 5 ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν, καὶ τὰ τῆς ἀπιστίας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας ἐληλακότων Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ με γαλοφροσύνῃ ἀφίησι τούτους εὐθὺς καὶ ἐς τὰ οἰκεῖα ἐκπέμπει, οὔτε λύτρα κομισάμενος οὔτε ἄλλο τι τὴν πόλιν ὁμολογεῖν ἀναγκάσας. 6 θαυ μαζόντων δὲ τῶν Λουκανῶν καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγ νοούντων, «οὐ σύνηθες ἔμοιγε» ἔφη «βωμολοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστήσονται.» καὶ ἅμα λέγων ἐπεδείκνυε τὰ ξίφη. 7 οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμε 27 λείας ὁπόσης ἔτυχον πρὸς αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος καὶ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀνακεκραμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. 8 καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅπλων δια πράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλίμβολον, καὶ ὡς πλείστους ἀναπείσειν τὰ Ῥωμαίων ἑλέσθαι.
13.2
Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους ἄνδρας μαχίμους ἀποκεκριμένοι, οἳ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθη κότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ' ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐτίκα οἵ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. 2 βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον τῷ ἐν ὄρει κεῖσθαι ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀποτόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἵδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ' αὐτοὺς ἴοι. 3 ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβα ρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιτγόρων καλουμένων (Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίτγορες), ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργότατος καὶ οἷος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλ λεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθέν δε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. 4 εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ' αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷόν τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο καὶ πάντοθεν ἐφρούρει, ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον ἐσκομίζοιτο μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾗ βούλοιντο ἴοιεν. 5 ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστῃ ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια καὶ τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὡς ἁλῶναί γε αὐτὸ οὐκ ἐνόν, ἐσενήνεκτο. 6 ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπὶ πολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς 58 μὲν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ τι καὶ μνήμης ἄξιον ἔπρασσον.
13.3
«Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ἡμῶν ὑποστήσεσθαι, παραδείγματι χρώμενος τοῖς ἔναγχος ξυμβεβηκόσιν. καὶ τίς ἀγνοήσειεν ἄν, ὡς τὰς τῶν πολέμων ῥοπὰς οὐκ ἐπὶ ῥητοῖς ἀνάγκη συμβαίνειν οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχά νειν ἀποτευγμάτων; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέν τας ἡ νίκη μέτεισι καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει. 2 οὐ χρὴ τοίνυν ἡμᾶς, καθάπερ εἰθισμένον αὐτοῖς τὸ λοιπὸν ἐν ἁπάσαις ταῖς συμπλο καῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται, τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι, προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους. 3 οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι. εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας καὶ διὰ τῆς πείρας 101 ὁποῖα φευκτέον πεπαιδευμένους καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασ θαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελείᾳ. 4 εἰ δὲ τὸ θεῖον αὐτοῖς χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ ξυνεπιλαμβάνειν, ὥσπερ οὐκ ἐπαρκοῦντος ἐκείνου τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἴ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μεταστάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερ μαχεῖ προσηκόντως; 5 μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον καὶ ἱκετεύοντα τοὺς ὁμοφύ λους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθη ραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον αὐτὰ βασιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. 6 εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἄν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους, ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ μᾶλλον Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας ἀντέχειν τῇ συμφορᾷ θαρραλέως καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσ θαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. 7 εἶτα πῶς οὐ σφόδρα παράλογον αὐτῷ μὲν τῷ βιαίως ἀνῃρημένῳ ταῦτα κατὰ τὸ εἰκὸς εὖ ἔχειν δεδόχθαι, ἡμᾶς δὲ τοὺς τὴν πρὸς ἐκεῖνον εὔνοιαν σκηπτομένους τἀναντία δια νοεῖσθαι; 8 ἀλλὰ δέδοικα, μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ' ἀδήλοις ἐλ πίσι καὶ τὴν ἐφ' ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως ἡμῖν ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τότε δεινὸν ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ' ἐξῆν ἴσως τοῖς ταῦτα προῃρη μένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. 9 εἰ δὲ πανταχόθεν προῦπτον δείκνυται τὸ κακόν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόν τας; ὡς μὲν οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐρρήθη. 10 φημὶ δὲ δεῖν βασιλεῖ τῷ Ῥωμαίων τὸ ξυμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθοι τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσ 102 θαι τὸ λοιπὸν τῆς πρὸς Ῥωμαίους διαφορᾶς καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι καὶ τῶν προτέρων μετέχειν συνδιαιτημάτων. 11 εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι ξυνοίσει. οὕτω γὰρ ποιοῦντες οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσ θαι δόξοιμεν ἂν οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατι θέναι.»
13.4
Τοῦ δὲ ἦρος ἀρχομένου αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες ἔγνωσαν κατὰ Μισιμιανῶν ἐπιστρατεύειν. 2 ἀλλὰ Βούζης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο φρουρήσοντες τὰ ἐνθάδε καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἄνδρες ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄλλοι τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζανικῆς δυνάμεως πρωτοστάτης, ὥς μοι πολλάκις ἐρρήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. 3 καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησό μενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν, ἄρχειν τῶν ὅλων ἐλαχέτην, ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλχος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνίων καὶ ἐλασσούμενοι. 4 ὁ μὲν γὰρ ἐν λοχαγοῖς ἐτέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὲν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαζῶν βασιλέως ἡγεῖτο (μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις), οὐ μὴν ἐς τοσοῦτον φρονήματός τε αὐτῷ μετῆν καὶ παρ 139 ρησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ θαρραλεώτερον ἐγκελεύεσθαι. 5 οὗτος δὴ οὖν ὁ στρατός, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν τῶν Ἀψι λίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι κώλυμα γέγονεν ὅμιλος Περσικός, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γὰρ τῆς τῶν Ῥωμαίων παρασκευῆς καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ Μουχείρισιν πολισμάτων ᾔεσαν καὶ οἳ ἐπ' ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν καὶ ἐς δύναμιν ἐπαρήξοντες. 6 τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. Πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητόν τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατόπεδα ἠρέμει, καὶ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾶν διανίσταντο, ἀλλ' ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἴ γέ τις πρότερος ὁρμηθείη. 7 παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν γέ ἐστι καὶ πολυάνθρωπον φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον καὶ οἷον δὴ οὖν ἀεὶ τὴν ὀθνείαν ἐφίεσθαι ἐπιτρέχειν μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις, νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς τἀναντία μεταβαλλόμενον. 8 πολλάκις μὲν γὰρ τοῖς Ῥωμαίοις, πολλάκις δὲ τοῖς Πέρσαις κατ' ἀλλήλων παραταττομένοις ξυνήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ' ἑκατέρους τραπέντες καὶ μισθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτομαχίᾳ, ὥς μοι ἕκαστα προ δεδιήγηται. 9 ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ ξυγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλίγῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοί, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὄντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.
13.5
Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, λείαν τε ἄφθονον περιβαλλόμενοι καὶ αἰχμαλώτων ἀθροίζοντες πλήθη. 2 ἐν τοῖς καὶ γύναια πολλὰ τῶν εὖ γεγονότων καὶ σώφρονα δίαιταν ᾑρημένων ὠμότατα ἤγοντο καὶ ξυμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαζόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καὶ ταύτῃ δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ ἐν ἀποκεκριμένῳ τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἱκετείᾳ προσήκοντι ὑπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ' ἀνδρῶν συνουσίας περὶ πλείστου ποι ούμεναι καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι· οἱ δὲ καὶ ἐς ταύτας ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίας ξυγκαλινδούμενοι. 3 ἄλλαι δὲ πολλαὶ τῶν ἄρρεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι οὕτω παρασχὸν ἐν τῷ τότε εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἔτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι οὔτε περιστεῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέφη. 4 ἀλλ' αἱ μὲν καὶ ὣς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἷόν τε φάναι, ξυγκεχω ρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ' ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὥσπερ τοῦδε ἕνεκα μόνου ἐς φῶς προαχθέντα καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. 5 ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγ ματα ἠληλάκει, ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦτα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλίγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ' ὁδῷ ἰόντες εἴσω τῶν μακρῶν ὀνομαζο μένων τειχῶν ῥᾳδίως παρῆλθον καὶ τοῖς ἔνδον φρουρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ 180 τοῦ μεγίστου ἐρύματος οἰκοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλή κασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκεῖα καταστρεφόμενοι. 6 καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρῦ σθαι μήτε ἀμυντήρια μηχανήματα καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. 7 τὰ γὰρ τῶν Ῥωμαίων στρατεύ ματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοῖραν περιελθόντα, οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαράκοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγείρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε ἐς πεντήκοντα καὶ ἑκατὸν περιειστήκει. 8 καὶ τούτων αἱ μὲν ἐν Ἰταλίᾳ ἐτετάχατο, αἱ δὲ κατὰ τὴν Λιβύην, ἕτεραι δὲ ἐν Ἱσπανίᾳ, καὶ ἄλλαι περὶ τοὺς Κόλχους καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αἰγυπτίαν. ἐκάθηντο δὲ ὀλίγοι καὶ πρὸς τὰ ἑῷα τῶν Περσῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονδὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέ σταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούντων ὀλιγωρίᾳ.