Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἔτι δὲ τοῦ Ναρσοῦ τῇ πολιορκίᾳ προσκαθημένου τὰ ἐς Αἰμιλίαν σταλέντα τῶν Ῥωμαίων στρατεύματα** ἐταράττετο τοῖς ξυνενεχθεῖσι καὶ δυσθυμίᾳ ὥσπερ εἰκὸς πολλῇ ἑαλώκει. 2 ἐπειδὴ γὰρ αὐτόσε ἀφί κοντο, τὰ μὲν πρῶτα σὺν εὐβουλίᾳ τε καὶ τάξει ἅπαντα ἔπραττον καὶ εἴ που ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα ἐχώρουν καὶ οὐ πόρρω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο· αἵ τε ἀναχωρήσεις αὐτοῖς οὐ διεσπασμέναι, ἀλλ' ἐν κόσμῳ ἐγίγνοντο, τῶν μὲν ὀπισθοφυλάκων ἐν τῷ δέοντι χώρῳ μενόντων, ἐς πλαίσιον δὲ τῆς φάλαγγος ταττομένης καὶ τὴν λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοιτο. 3 οὕτω δὲ αὐτῶν τό γε κατ' ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέρρει τὰ πραχθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούλων στρα τηγὸς ἀνδρεῖος μὲν ἦν δήπου καὶ οὐδὲν ὅ τι πολέμιον ἐπεφύκει δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτη μένος στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο, ἀλλ' εἴ που προφανεὶς ἐν μάχῃ καὶ προαλάμενος θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐ τουργήσειε τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. 4 τότε δὴ οὖν καὶ μᾶλλον ἐς ἀπειροκαλίαν ἠρμένος ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν πόλιν· ἐτύγχανε δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προ σῆκον δὲ αὐτὸν κατασκόπους πρότερον ἐκπέμψαι τοὺς γνωματεύσοντας ἐς τὸ ἀκριβὲς τὰ βουλεύματα τῶν πολεμίων οὕτω τε ἐν τάξει ἐπὶ προ εγνωσμένοις ἰέναι, ὁ δὲ προπετείᾳ μόνῃ καὶ ὁρμῇ παραλόγῳ πίσυ νος ἐπαγόμενος ξὺν ἀκοσμίᾳ τὸ τῶν Ἐρούλων στράτευμα καὶ ἄλλους ὁπόσοι ἐκ τῶν Ῥωμαϊκῶν εἵποντό οἱ ταγμάτων, δρομαῖος ἐχώρει, οὐδὲν 28 ὅτι ἀντίξουν ἔσεσθαι ὑποτοπήσας. 5 ταῦτα δὲ προμαθὼν Βουτιλῖνος ὁ τῶν Φράγγων ἡγεμὼν ἐς ἀμφιθέατρόν τι οὐ πόρρω τῆς πόλεως ἱδρυ μένον (ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἷς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι,) ἐνταῦθα δὴ οὖν ἀπολεξάμενος ἐκ τῶν οἰκείων στρατοπέδων τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε καὶ με γίστην ἐνέδραν καταστησάμενος ἐπεσκόπει καὶ ἀνέμενε τὸν τοῦ ἔργου καιρόν. 6 ἐπεὶ δὲ Φούλκαρίς τε καὶ οἱ Ἔρουλοι εἴσω τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὴ δοθέντος τοῦ ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς ἀτάκτως τε καὶ παρημελη μένως ἰόντας, εὐθύς τε οὐδενὶ κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, καταπλαγέντας τῷ αἰφνιδίῳ καὶ ἀπροσδόκητα μονονουχὶ σεσαγηνευμένους. 7 μόλις δὲ οἱ πλεῖστοι συναισθόμενοι οὗπερ ἐγε γένηντο ξυμφορᾶς, ἀγεννῆ καὶ αἰσχίστην ἠσπάζοντο σωτηρίαν· παρα δόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις ἔφευγον προτροπάδην, ἀλκῆς τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας τῶν κινδύνων μελέτης.
14.2
Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος ἅμα ἦρι ἀρχομένῳ ἐς λόγους ἐλθεῖν τῷ Ναρσῇ ὁ Ῥάγναρις τῶν παρόντων πέρι χρῆναι ᾠήθη. καὶ οὖν ἐπιτετραμμένον αὐτῷ παρῆν ἅμα ὀλίγοις ἐν μεταιχμίῳ ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ καὶ πολλὰ ἄττα διελεγέσθην. 2 ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ' αὐτὸν ἐφίεσθαι κἀκ τοῦ ὑπερτέ ρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν καὶ ἀπηγόρευε τῇ ξυμβάσει καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἐπὶ τοῖς προτέροις μενοῦντα. 3 ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἠρέμα λαθραίως τὸ τόξον, καὶ εἶτα ἀθρόον μεταστραφεὶς ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος καὶ κατέπεσεν οὐδένα σινάμενος. 4 μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου παρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος ἐπιτοξάζονται εἰς αὐτόν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικόν τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. 5 ἡμέρας δὲ δύο ἀρκέσας ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. 6 ἐκείνου δὲ διαφθαρέντος αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἷοί τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφίσι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. 7 Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι, ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. 8 Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς 59 δὴ τῶν προσοικούντων τὴν Ἰταλίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνήκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσε δεινὴ καὶ οἵα μικροῦ δεῖν τῷ παντὶ λυμήνασθαι γένει. 9 Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχε καὶ πόρρω που ἥκων τῆς ἡλικίας καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ, ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ σῶμα· παῖδές τε αὐτῷ ἄρρενες οὐκ ἦσαν οἱ τὴν ἀρχὴν διαδεξόμενοι, ἀλλ' ἐν θυγατράσιν ἐκληρονομεῖτο. 10 Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχε τέτταρας, βούπαιδας ἤδη καὶ θαρραλέους καὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκε τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδι βέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. 11 καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιώς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς καὶ ἀπαλλαξείων τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατερρύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν καὶ Φράγγων πράγματα ἐχώρει.
14.3
Εἰρημένων δὲ καὶ τούτων παλινῳδίαν, τὸ λεγόμενον, ᾖδον οἱ Κόλχοι καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι, μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. 2 ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα, αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε οὔτε ἄλλο τι ἄχαρι κατὰ Ῥωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ῥούστικον, ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε τὴν συκοφαντίαν ἐμηχανήσαντο καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. 3 ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον· ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἢ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα, βασιλέα δὲ σφίσιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα οὐδὲ ἐπηλύτην, ἀλλὰ Τζάθην τὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ' ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασῴζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασι λείου γένους ἀκραιφνὴς ὁμολογία. 4 ὁ δὲ (ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια) ὡς τάχιστα ἐπετέλει. καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν τὰ πρῶτα λαχόντων ἐν τῇ συγκλήτῳ βουλῇ, ἔστειλε διασκοπήσοντά τε τὸ πραχ θὲν ἐς τὸ ἀκριβὲς καὶ κατὰ τοὺς Ῥωμαίων νόμους κρινοῦντα. 5 καὶ δὴ παραγενόμενος Ῥούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει· Ἰωάννῃ δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ, ἀλλ' ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαν τιάζει, οὕτω παρασχόν, ὁ Μεστριανός (εἶς δέ γε ἦν οὗτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὓς δὴ σκρίβωνας ὀνομάζουσιν· ἔσταλτο δὲ αὐτόσε 103 τούτου δὴ ἕνεκα, ἐφ' ᾧ ἐξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ καὶ ἅττα ἂν ὑπ' ἐκείνου κριθείη, τόνδε ταῦτα ἐπιτελέσαι) ξυλλαβὼν δὴ οὖν ὁ Μεστριανὸς τὸν Ἰωάννην παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. 6 ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκκῃ μενοῦντας, ἕως ὁ ἐν ποσὶν ἀγὼν διανυσθείη.
14.4
Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθρῳ τινὶ περιαυλίσματι πόρρω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντίῳ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατε 140 λοῦσιν, ἤλαυνον εὐθὺς ἐπ' αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. 2 περιστάντες δὲ κύκλῳ τὸ ἕρκος (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ' ἐς ὅσον ἱππότου ἀνδρὸς ἔκτοθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνε σθαι), τούτῳ δὴ οὖν πελάσαντες ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λίθοις καὶ τοξεύμασι καὶ παντὶ τῷ προστυχόντι. 3 οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ τὸ ἀτρεκὲς ὑποτοπή σαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπεπληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχομένοις. οἱ μὲν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες καὶ ἐπὶ τοὺς τοίχους ἀναρριχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λάσιον τῆς ἐχο μένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. 4 τούτων δὲ τοῖς Πέρσαις ἀπηγγελμένων αὐτίκα οἵ γε ἴλας ἱππέων στέλλουσιν ἐπ' αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένας. οἱ δὲ Ῥωμαῖοι εἴξαντες τῷ πλήθει καὶ ὥσπερ ἀρκούμενοι τῷ γεγενημένῳ ἀπεχώρουν δρομαῖοι καὶ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες ἐν τῷ ἀσφαλεῖ καθίσταντο, τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώ μενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ. 5 ἐτύγχανε γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπό του βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ' ἑτέραν τινὰ φεύγοντες πορείαν καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.
14.5
Ὁ γὰρ βασιλεὺς ἐπειδὴ πρότερον Ἰταλίαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε καὶ πρῶτος ὡς εἰπεῖν ἐν τοῖς κατὰ τὸ Βυζάντιον βεβασιλευκόσι Ῥωμαίων αὐτοκράτωρ ὀνόματί τε καὶ πράγματι ἀπεδέδεικτο, ἐπειδὴ οὖν αὐτῷ ταῦτά τε καὶ ἄλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφὶ τὴν ἐσχάτην τοῦ βίου πορείαν (ἤδη γὰρ καὶ ἐγεγηράκει) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἤρεσκε ξυγκρούειν ἐν σφίσι τοὺς πολεμίους δώροις τε αὐτούς, εἴ που δεήσοι, καταθωπεύειν καὶ ταύτῃ ἀμωσγέπως ἀποκρούεσθαι ἢ ἐφ' ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινδυνεύειν.

Intertext edge

Open linked passage

Note