Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Οὕτω δὲ τοῦ στρατοῦ διαρρυέντος Φούλκαρις ὁ στρατηγὸς ἅμα τοῖς ἀμφ' αὐτὸν δορυφόροις περιλελειμμένος χρῆναι ᾤετο μὴ ὁμοίως ἀποδιδράσκειν, ἄμεινον δὲ δράσειν θάνατον ἑλόμενος εὐκλεᾶ ἢ τὸ ἀγεννῶς ἐπιβιῶναι. καὶ τοίνυν εἱστήκει ὡς οἷόν τε ἦν ἀσφαλέστατα, ἐπὶ τύμβῳ τινὶ τὰ νῶτα ἐρηρεισμένος, καὶ πολλοὺς τῶν πολεμίων διέφθειρε, νῦν μὲν ἀθρόον ἐπιών, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος. 2 ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι καὶ τῶν ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, «καὶ πῶς ἂν ὑποσταίην τὴν γλῶτταν» ἔφη «Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;» 3 δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγορίαν μᾶλλον τοῦ ξίφους ἔμενε καὶ ἐπὶ πλεῖστον ἀντεῖχε καὶ οὐκ ἀνίει μαχόμενος, ἕως τῷ πλήθει ξυνειλημμένος καὶ πολλοῖς ἀκοντίοις τὰ στέρ 29 να βληθείς, ἤδη δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος, μόλις δυσ θανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. 4 ἐπ' αὐτῷ δὲ καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον ἀμφ' αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταί, τυχὸν δὲ καὶ ὑπὸ τῶν πολεμίων εἰργόμενοι. 5 Φούλκαρις μὲν οὖν στρατηγὸς αἱρεθεὶς οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εὐημερήσας ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ ταχεῖαν ἔσχε καταστροφὴν τῆς τε ἀρχῆς καὶ τοῦ βίου. 6 τούτου δὲ τοῦ πάθους γεγενημένου τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα καὶ ἐπερρώννυτο. 7 Γότθοι δὲ οἱ Αἰμιλίαν τε καὶ Λιγουρίαν καὶ τὰς ἐχομένας χώρας οἰκοῦντες, οἳ δὴ πρότερον ὕπουλον μὲν καὶ οὐκ ἐλευθέραν, εἰρήνην δὲ ὅμως καὶ ὁμαιχμίαν, τῷ δεδιότι μᾶλλον τῆς γνώμης ἢ τῷ ἡδομένῳ ἐπεποίηντο, οὗτοι δὲ τότε ἀναθαρσήσαντες καὶ ἀναφανδὸν παρασπονδήσαντες αὐτίκα τοῖς βαρβάροις κατὰ τὸ ὁμοδίαιτον προσεχώρουν. 8 τὰ δὲ τῶν Ῥωμαίων στρατεύματα, ὧν δὴ Ἰωάννης τε ὁ Βιταλιανοῦ, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ τε Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβεντίαν μετανέστησαν τὴν πόλιν. 9 ᾤοντο γὰρ οἱ στρατηγοὶ οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν Πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος καὶ ὅτι παραλόγως εὐημερήσαντες οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἵ τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ ἤδη φρούρια ἐχυ ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. 10 ταῦτα ἄρα οἱ στρατηγοὶ ὡς πλησιαίτατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῇ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅ γε καὶ ἐδυσφόρει ἐπὶ τῇ τῶν βαρβάρων ἀλαζονείᾳ καὶ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ' ἀνδρειότατον ἐν τοῖς μάλιστα καὶ ἀρίδηλον νίκας τε πολλὰς ἀναδησάμενον καὶ οἷον οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ εὐβουλίας τῇ ῥώμη. 11 τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ μὴν ὥσπερ οἱ πολλοὶ κατεπέπληκτό γε καὶ ἐδεδίει, ἀλλὰ καὶ τὸ ἀμφ' 30 αὑτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι.
15.2
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαν τίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς καὶ πόλεις συχνάς, νησιωτι κάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι καὶ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. 2 Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαΐσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περιλάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λελεῖφθαι ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. 3 πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἳ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. 60 τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. 4 μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οἱ τῶν νόμων ἀφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτὸς ἀνεδομήθη. καὶ γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἦν, πλὴν ἀλλ' οὐχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ' οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἡ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἤμελλεν ἔσεσθαι. 5 τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησίς τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως. 6 ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρα κότες ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέ τε οἴκοι ὅστις οὐδείς, ἀλλ' ἀνὰ τὰς λεωφόρους τὰ πλήθη ξυνέρρει, τῷ ἀπροσδοκήτῳ δή που καὶ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. 7 ἐμοὶ δέ γε καὶ αὐτῷ (ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς πρὸς τῶν νόμων) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἱ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ' ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς (ἐφ' ἑνὶ γὰρ ὑφαίνονται λίθῳ). 8 ἀλλὰ γὰρ καὶ ὅ τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἵδε, οὔ τί που, οἶμαι, τὸ ἤδη παρῳχηκός, ἀλλ' ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἀπὸ τρόπου ἐδόκει. 9 οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ γλαφυρὰ τῆς γῆς εἰργομένας καὶ τῷ μὴ δια πνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, ἃς τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης ἐς τοὐμ φανὲς ἀναχθεῖεν, οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴχθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη ἐντεῦθέν τε οὐκ ἐμφορουμένην, εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ' αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομέ 61 νην. 10 ἐπεὶ δὲ ἐν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴ γε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα καὶ κινδυνεύσοιεν τὸ λοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνοσίχθονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. 11 ἴσως μὲν οὖν εἰ καί τι μέρος τῆς Αἰγύπ του κεκίνηται, ἀλλ' οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι' ὧν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. 12 ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἷόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε ὄντως ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; 13 ἀπόχρη δὲ ἡμῖν, εἴ γε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῇ κρείττονι ἅπαντα διατέ τακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾶν οὐ παντελῶς ἄχρηστον ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι, ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνων ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε· ὁ δὲ λόγος αὖθις ἐς αὑτὸν ἐπανίτω.
15.3
Ἅμα γὰρ τῷ ἦρι ἀρξαμένῳ παρῆν ὁ Ναχοραγὰν ἐς Μουχείρισιν καὶ αὐτίκα τά τε στρατεύματα ἤθροιζε καὶ πλείστῃ ὅσῃ χρώμενος προθυμίᾳ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. τοιγάρτοι καὶ οἱ Ῥωμαῖοι ἀμφὶ τὴν Νῆσον ἀγειρόμενοι παρεσκευάζοντο, καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ἐν τῷ τότε προὐργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; 2 ἤδη δὲ καὶ ὁ Τζάθης ἅμα Σωτηρίχῳ τῷ στρατηγῷ ἐκ Βυζαντίου ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ τὰ ταύτης παράσημα πρὸς τοῦ βασιλέως Ῥωμαίων, ᾗπερ ἐκ παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσὶ δέ γε ταῦτα στέφανος χρυσοῦς λιθοκόλλητος καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον πέδιλά τε κοκκοβαφῆ καὶ μίτρα ὁμοίως χρυσῷ τε καὶ λίθοις πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν Λαζῶν οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον, οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην· ἀμφὶ γὰρ τὸ μεσαί τατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ καὶ τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατα σκευῇ διαπρέπον. 3 ἐπιβάντα δὴ οὖν τὸν Τζάθην τῆς ὑπηκόου καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον αὐτίκα οἵ τε στρατηγοὶ καὶ ἅπας ὁ τῶν Ῥωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦν το, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα καὶ ἐπὶ τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. 4 οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες καὶ μόλις ἀποπαυ σάμενοι τῆς ἀνίας στοιχηδόν οἱ παρωμάρτουν σάλπιγγές τε πάντοθεν ἐπήχουν καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἡ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη καὶ πλέον ἢ κατὰ τὴν Λαζῶν βασιλείαν ἐξωγκω μένη. 5 Τζάθης μὲν οὖν ἐς τὴν ἀρχὴν καταστὰς ἔταττεν ἕκαστα τὸ λοιπὸν καὶ διεκόσμει τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ καὶ ὁ πάτριος ὑπηγόρευε τρόπος. 6 Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο τῆς πορείας, ἐφ' ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως ἐκόμιζεν, ἐφ' ᾧ τοῖς προσοίκοις βαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι, εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν' ἔτος γιγνόμενον. 7 εἵποντο 104 δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ' ἑστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καὶ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην καὶ ἤστην οἵω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῇ καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. 8 ὡς δὲ ἐς τὴν τῶν καλουμένων Μισιμιανῶν ὁ Σωτήριχος ἀφίκετο χώραν, οἳ δὴ κατήκοοι μὲν τοῦ βασι λέως τῶν Κόλχων τυγχάνουσιν ὄντες καθά που καὶ οἱ Ἀψίλιοι, γλώττῃ δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα· 9 ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ' αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυ μένον, ὃ δὴ Βούχλοος ὀνομάζουσιν, τοῦτο δὲ ὅ γε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων αὐτοῦ ἀγειρόμενοι τὸν μισθὸν ἀποφέροιντο καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας καὶ αὐτὸν ἐπ' ἐκείνους ἰέναι.
15.4
Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ' αὐτὸν ταξιάρχων, ἄνδρα Οὗννον τὸ γένος, Ἐλμινζοὺρ ὄνομα, ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱππόταις. ἥδε δὲ ἡ Ῥοδόπολίςἐστι μὲν πόλισμα Κολχικόν, ὑπὸ Περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο, ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου καὶ φρουρὰν Περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖόν τινα κατείργαστο τρόπον, οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. 2 ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἰσία τις ξυνελάβετο τύχη. 141 ἐτύγχανον γὰρ οἵ τε τῶν Περσῶν φρουροί, οὕτω ξυνενεχθέν, ἐκτός που τοῦ ἄστεος διατρίβοντες καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. 3 τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω καὶ τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καὶ ὅσην μὲν Περ σικὴν εὗρεν ἀπόμοιραν, τούτους δὲ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον, ἐπειδὴ αὐτοὺς διέγνω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ πιστότερον καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὖθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. 4 τούτου μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου οἱ μὲν Πέρσαι εὐθὺς μετανίσταντο καὶ ἐπανῄεσαν ἔς τε τὸ Κοτάϊσιν καὶ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βουλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Μισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. 5 οἱ δὲ Ῥω μαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες καὶ δὴ τῆς προτέρας εἴχοντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Μισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Μαρτῖνος, ἐφ' ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ παρείλετο καὶ ἀνέκοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενή κει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. 6 πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπει ρᾶσθαι τῶν Μισιμιανῶν, εἴ που ἄρα ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μεταμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαίοις ἐγχειρίσαιεν καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο, ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. 7 καὶ τοίνυν ἐκ τοῦ Ἀψιλίων γένους λογίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Μισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνο 142 μένοις τὸ τοῦ φθάσαντος ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέ μιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν, ὅ τι ἄν τις αὐτοὺς νεμεσῶν ἀποκαλέσοι, παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν, καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.
15.5
Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ Χρυσῇ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι καὶ ὁπλῖται πολλοὶ ἐφειστήκεσαν, ὡς δὴ προθύμως ἀμυνούμενοι τοὺς δυσμενεῖς, εἴ που ἐπίοιεν. 2 ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς οὐδὲ μετρίως γοῦν τὰ τοι αῦτα πεπαιδευμένοι, ἀλλ' ἐκ τῶν ταγμάτων ἐκείνων τῶν οἳ ἐς τὸ διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο, οὓς δὴ σχολα ρίους ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται καὶ ἐγγε γράφαται τοῖς τῶν καταλόγων βιβλίοις, εἰσὶ δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες καὶ μόνον, οἶμαι, ὄγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξευρημένοι. 3 καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλους τινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ' ᾧ ἐνστρα τεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμήν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. 4 Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμπείρους γεγενημένους, ἄλλως δέ πως γνωρίμους αὐτῷ καὶ ξυνήθεις. 5 εἶτα δοθέντος ἐν τῷ τότε καὶ 183 παρειλημμένου τοῦ ἐξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μετα λαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος δὴ οὖν τούτου τὴν ἀρχὴν παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκείνου καὶ ἡ ἐκ τῶν λημ μάτων ἐπικουρία, ἡ πασῶν, ὡς ἔοικε, τῶν ἄλλων ἐγκρατεστέρα, καὶ τὸ λοιπὸν ἐς ἐμπορίαν μετέστη τὸ χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι τοὺς βουλομένους, πρὶν ἂν χρυσίου τι μέτρον καταθεῖεν· τοῦτο δὲ ἀποτίσαντες εὐθὺς ἐγχαράττονται ἀνεξετά στως καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. 6 οὕτω τε τῆς κρίσεως ἠμελη μένης εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ γέρας καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἄνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες φυλάσσειν ἐδόκουν. 7 ὡς δὲ ἐπὶ πολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν ποσὶ ληϊζόμενοι, τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως στέλ λεται ὅμως ἐπ' αὐτοὺς ἐκ βασιλέως. 8 καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων ἀνεστήσατο τρόπαια. 9 ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν καὶ τὴν νίκην ἀσμενεστάτην. εἰρήσεται δέ μοι αὐτίκα ἐς τὸ ἀκριβές, ὅπως ἕκαστα διηνύσθη.