Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅ γε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βεβουλευμένα καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. 2 ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ. 3 τότε δὴ οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατιᾶς ἔλεξε τοιάδε· «Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν καὶ διὰ παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καὶ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι ξυμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς καὶ τὰς ἐλπίδας ἀμβλύνει. 4 ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ' ὡς ῥᾴδιον ὂν μεταβολὴν γίγνεσθαι τῶν παρόντων οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσι τρόπου ἥδιστον μὲν ἡ εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρόν, εἴ που τυχὸν καὶ παρὰ γνώμην σφαλεῖεν. 5 ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾶν συνηθείᾳ καὶ μηδέποτε διαμαρτεῖν οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον ἐφ' ἑαυτῷ σκοπήσοιτε τὸ πραχθέν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτον δεινόν, ὁπόσον ἄλλως ἡγεῖσθε. 6 εἰ γὰρ καὶ Φούλκαρις ὁ στρατηγός, ἅτε δὴ βάρβαρος καὶ τὸ προπετὲς ἐπιχω 31 ριάζων, πρὸς τοσαῦτα πολέμια πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας μετέσχεν ἐκείνων εἰκότως, ὧνπερ ἀκόλουθον ἦν, ἀλλ' ὑμῖν, ὦ ἄνδρες, οὐδ' ὣς ἀποκνητέον τὰ νῦν οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. 7 αἰσχρὸν γάρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς διαρρυέντος, οἱ δὲ καὶ ξυμμαχίας ἐπάγονται καὶ μείζονας ἡμῖν ἐγείρουσι πόνους καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσ θαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, ἀποβαλόντες τὴν προθυμίαν. 8 καί τοι χαίρειν ἡμῖν μᾶλλον ἐπὶ τῷ γεγενημένῳ προσήκει. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς εὐτυχίας κεκόλασται καὶ τὸ λίαν διαφθονεῖσθαι πεφεύγαμεν, καὶ τὸ λοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας ὡς ἐνθέν δε πάλιν νικᾶν ἀρχομένοις. 9 εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέ μιον, ἀλλ' εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, περιεσό μεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας καὶ τῶν ἐπιτηδείων ὥσπερ εἰκὸς ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴ που δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις· οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. 10 οὕτω παντα χόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή τί γε καὶ δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορ κίας καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προ θυμίᾳ παρεσκευάσθω.»
16.2
Κατ' ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡ νῆσος, ἡ πρὸς τῷ τέρματι τοῦ Αἰγαίου κειμένη, ἐλάχιστόν τι μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένετο πάθη. 2 ἥ τε γὰρ θάλαττα ἐπὶ πλεῖστον ἀρθεῖσα κατέκλυσε τὰ παράκτια τῶν οἰκημάτων καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις, τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἷον γεγενημένον, τὰ ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. 3 ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοί, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες εἴτε καὶ οἴκοι διαιτώμενοι εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημένοι. 4 ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχόν (ἐν παράπλῳ γὰρ κεῖται), κατ 62 άραντι οἰκτρόν τι πέφηνε θέαμα καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. 5 ἅπαν μὲν γὰρ σχεδόν που τὸ ἄστυ χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον καὶ λίθοι κείμενοι σποράδην κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγιγνώσ κεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπα θῆ, καὶ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερε μνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ ἀγροικότερον πεποιημένα. 6 ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνεφαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι πρὸς εὐκοσμίαν τῇ πόλει ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα καὶ τὴν ἐφ' Ἱπποκράτει μεγαλαυχίαν. 7 οἰκτείρειν μὲν οὖν τὰ τοιάδε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὕλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκεν. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους οἰκήτορας ἀπο βαλοῦσαι ὑφ' ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι.
16.3
Ταῦτα δὴ οἱ Μισιμιανοὶ εἴτε γνόντες εἴτε ὑποτοπήσαντες στέλ λουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. 2 οἱ δὲ εὑρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον καὶ πλέον ἐς τὴν δόκησιν ἐπιρρωσθέντες «ἀλλ' οὐ δίκαια δράσειν ἡμᾶς» ἔφασαν «ὦ στρατηγέ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μή τί γε καὶ αὐτὸν οὕτω ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε ὡς τάχιστα μεταβὰς ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ· καί σε τὰ ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ' ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.» 3 οὕτω δὲ αὐτῶν αὐθαδιζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ Ῥωμαίων θρασύνεσθαι τῶν ὑφ' οὓς οἱ Κόλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς καὶ ἐς τοὐ πίσω ἡμιθνῆτας ἀπέπεμψαν. 4 τούτου δὲ γεγενημένου, Σωτήριχος 105 μὲν οὐδὲν ἀντίπαλον ᾤετο ἔσεσθαι, ἀλλ' ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ ἔμενέ τε κατὰ χώραν καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόδρα ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δορυφόροι καὶ ὁπόσον αὐτῷ ἄλλο θητικὸν εἵπετο ἢ καὶ δοῦλον, ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίᾳ κατεσκηνημένοι, ἀνεπαύοντο. 5 ἐν τούτῳ δὲ οἱ Μισιμιανοὶ τὴν ὕβριν οὐκ ἐνεγκόντες ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὖ δὴ ὁ στρα τηγὸς ἀνεκέκλιτο, κατακτείνουσι προτέρους τοὺς παρευναστῆρας τῶν θεραπόντων. 6 θορύβου δέ, ὥσπερ εἰκός, καὶ πατάγου πολλοῦ κινηθέντος ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλ λοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν. 7 οἱ μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες καὶ σχεδιά ζειν πειρώμενοι τὰ πολέμια ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ ἔς τε τοὺς τοίχους περιρρηγνύμενοι καὶ ὅπῃ ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες οὐδὲν ὅ τι ἐμηχανῶντο ἐβόων τε μόνον ἄλλος ἄλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ τι καὶ δράσαιεν. 8 οὕτω δὲ αὐτῶν κατα πεπληγμένων ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατα κτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. 9 ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι ἐσκύλευσαν τοὺς κειμένους τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα καὶ πρός γε τὸ βασι λέως ἀφελόμενοι χρυσίον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ' οὐχὶ φίλους τε καὶ ἡγεμόνας ἀπεκτονότες.
16.4
Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι τῶν αὐτῶν εἴχοντο διὰ παντὸς ἐγχειρημάτων ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς, ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμυνοῦσιν, ἀλλὰ τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες καὶ τῷ οὔποτε δυνήσεσθαι τοὺς Ῥωμαίους παραμείψασθαί τε αὐτὴν καὶ ὑπερβαλέσθαι, οἱ δὲ τὰ δεινότερα ἔδρασαν. 2 ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν οὐδὲ ἐπὶ μέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαί νεται καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ ῥᾳδίως εἶναι βατὴ καὶ εὐεπίδρομος, ὡς εἴ γέ τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοι τοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους, μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύρους. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι ἐς ἀπόνοιαν ἐτράποντο βιαιοτάτην. 3 ἀλλ' οἱ Ῥωμαῖοι, τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων καὶ οὔπω φρουρὰν τῷ λόφῳ ἐγκαταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥαχίας καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. 4 οἱ δὲ Μισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος, αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἷόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στερρόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. 5 ὀλίγοις δέ τισι τῶν Ῥωμαίων καὶ οὐ πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις 143 (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ' ἔξοχοι ἐς τὰ μάλιστα καὶ τάγμασιν ἐφε στηκότες), τούτοις δὴ οὖν ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομένοις ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππό ται, οἰόμενοι ἅπαντας τῷ πλήθει ξυλλαβόντες ῥᾳδίως διαχειριεῖσθαι. 6 οἱ δὲ τῇ τῶν πολέμων ἐμπειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες ἀρετῆς ἐπεδείκνυντο ἔργα. καὶ ἦν ἐπὶ πολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσίν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾶν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. 7 ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ὄρους ἐπιφανείσης ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ' ὁ τῶν Ῥωμαίων στρατός (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἀναμεμιγμένοι) ἐνέ κειντο μάλα διώκοντες, ἕως τοὺς πλείστους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσω θῆναι. 8 εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι, καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἄν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. 9 νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστο τάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδόν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ ἀντιπαρακελεύεσθαι καὶ ὁποῖα ἄττα τις φήσειεν, τοιάδε καὶ ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέ παινα ὑπῆρχε τὰ ἐγχειρήματα. 10 ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι καὶ τοὺς μὲν τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐπράσσετο μὲν οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παρρησιάζεσθαι πρὸς τοὺς πέλας καὶ τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι ἢ τὸ μὴ τά οἱ δόξαντα διαπραχθῆναι.
16.5
Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος καὶ ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπε δείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη καὶ ἀσθενείᾳ ὥσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο οὔτε ἄλλως φιλοψυχήσας. 2 εἵποντο δὲ ὁπλῖται μὲν 184 ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὁπόσα δὴ ἐν ὑστέρῳ ἐτύγχανε διανύσας, οὐ πολλῷ πλείους τῶν τρια κοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ἦν περιφανῶς καὶ ἀπόλεμον καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους θέας τε ἕνεκα μᾶλλον ἢ παρατάξεως ἀφιγμένοι. 3 συνέρρει δὲ ἀμφ' αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη τῶν ἀγρῶν ὑπὸ τῶν βαρβάρων οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. 4 ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος τάφρον εὐρεῖαν περιεβάλετο καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷόν τε καὶ ἐξαριθμησομένους καὶ εἴ τι ἕτερον ἑλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας· οὕτω τε διετέλει ἕκαστα γνωματεύων καὶ διανοούμενος. 5 νυκτὸς δὲ ἐπιγιγνομένης φρυκτωρίας ἀνῆπτε πολλὰς ἐπὶ μέγα τοῦ πεδίου σκεδαν νυμένας, ἵνα δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευ μα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο, καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπὶ πλεῖστον ταῖς τοιαύταις ἀπάταις καταστρατη γούμενοι ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ ἤδη, ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος. 6 πλὴν ἀλλ' οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντι πάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἀρετῇ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες καὶ ἐμπειρίᾳ μεγάλων ἤδη κιν δύνων τὰ πολέμια ἐκμελετήσαντες. 7 ξυναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης καὶ ὅτι μειζόνως ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει, μήποτε ἄρα ἐντεῦθεν μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν παρεισδῦναί τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς ἂν οὖν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτό, ὥσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος, καὶ φανεὶς ἐς μέσον ἔλεξε τοιάδε.

Intertext edge

Open linked passage

Note