Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν ἐθάρσυνέ τε αὐτίκα τὸ στράτευμα καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς, ἀνθ' ὧν τὰ ἐπίκαιρα χωρία καταλιπόντες, οἱ δὲ ἐς Φαβεντίαν ἐτύγχανον ἀφιγμένοι καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. 2 ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα 32 χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐναντίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος εἶτα ἐπ' αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων ξυνέ βαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις. 3 οὔ κουν ἀνεκτὸν τοῦτο ἡγούμενος ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρα τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά τε αὐτοὺς τῆς δειλίας καὶ διελέγξοντα ὡς πεφώρανται τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήξοιεν. 4 Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτάτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος ὡς τάχιστα ᾔει. μόχθῳ δὲ ξὺν πολλῷ καὶ ἀγρυπνίᾳ τὴν πορείαν ἐποιοῦντο· ἀπόμοιρα γὰρ τῶν Φράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. 5 νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι καὶ διαμάχεσθαι, οὐκ ἀπαράσκευοι φανησόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροί κων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγοι τῆς ὕλης διατεμνομένης. καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν περιβομβούμενοι μόλις ἐς Φαβεντίαν τε καὶ τὸ στρατόπεδον ἵκοντο. 6 τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς «τί δὴ ταῦτα,» ἔφη ὁ Στέφανος, «ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λοῦκάν τε ἕλοι καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὥσπερ ἐν ξυνθή καις δίοδον τοῖς πολεμίοις παρασχομένων καὶ ἐφέντων αὐτοῖς, οἷ βού λοιντο, κατ' ἐξουσίαν ἰέναι; 7 καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν ἐπανελ θόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει χαλεπαίνων καὶ καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσει.» 33
17.2
Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἡ ἐν τῇ νῦν Ἀσίᾳ καλουμένῃ χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν γέγονεν ἀποικία, ὑπὸ δὲ τοὺς Αὐγούστου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ οὐδὲν αὐτῆς ὅ τι ἐσέσωστο. 2 οὕτω δὲ τοῦ ἄστεος οἰκτρότατα κειμένου, ἄγροικόν τινά φασι τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, καὶ οὖν οὐκ ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. 63 3 μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατορρωδή σαντα μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκός, ὁμιλήσειν ἤμελλε κινδύνοις, καὶ ταῦτα ἐπ' ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν μήτε ἄλλο τι τῶν ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθάνουσι τὰ δοκηθέντα, ἀφικέσθαι μὴ ὅτι ἐν Ῥώμῃ, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβαρηνῶν τὴν χώραν ἀμφ' αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας (ἐτύγχανε γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχόμενος). 4 ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπάτους ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαι μόνων ἀνδρῶν ἐκ τῆς Ῥώμης ἀπολεξάμενον ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τούς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους ἀναδο μῆσαι αὖθις τὴν πόλιν καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον ἀπεργάσασθαι σχῆμα. 5 νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὰ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; 6 ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστορία, οὐχ ἥκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλ θὼν ἀνελεξάμην. 7 ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων (Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ), βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾧ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. 8 ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος. Καίσαρι δ' εἱλιχθεὶς περὶ γούνασι τὰν μεγάλαυχον Ὤρθωσε Τράλλιν, τὰν τότε κεκλιμέναν· Ἀνθ' ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ' ἐπὶ βωμῷ, Οἷα δίκα κτίσταν, τάνδε φέροιτο χάριν. 64 9 καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικάς τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη.
17.3
Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο καὶ τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν ὑποχαλᾶν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ' ἑαυτῷ διασκοποῦντες ἀνελογίζοντο καὶ ξυνίεσαν, ὁποῖος αὐτοῖς ἀνέρριπ ται κύβος ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες 106 καὶ ὅτι αὐτοὶ ἐκείνους οὐχ ὑποστήσονται. 2 τοιγάρτοι ἀναφανδὸν ἀποστάντες προσεχώρουν τοῖς Πέρσαις καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι καὶ ὡς δὴ κατηκόοις τὸ λοιπὸν ἐπαρήγειν. 3 τού των δὲ ἁπάντων τοῖς τῶν Ῥωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵ γε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. 4 ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἵνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ καὶ τὰ ἀμφ' αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· 5 οἱ δὲ ἐκ τῶν Οὔννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων (παρῆσαν γὰρ τοῖς Ῥωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων· ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφίσιν ὀνομαστοτάτων), οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ' ᾧ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοί τε εἶεν πημαίνοντες χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτάτην ποιήσοιντο τὴν πορείαν. 6 ὁ δὲ Ναχοραγὰν ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο, ἀπολεξάμενος ἐκ τῶν ξυνστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους αὐτίκα ἐπ' αὐτοὺς ἔστειλε, παρακελευσάμενος (ἦν γὰρ ἀλαζὼν καὶ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐκεῖνοι ἐφεδρεύοντες ὑπολειφθεῖεν. 7 οἱ δὲ Διλιμνῖται, μέγιστον ἔθνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Περσίδι χώρᾳ προσοικούντων, μαχι μώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων· ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσας καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχί στην τῷ λαιῷ βραχίονι ἀναδούμενοι ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν αὐτοὺς οὔτε παντάπασι ψιλοὺς οὔτε μόνον ὁπλίτας καὶ ἀγ χεμάχους. 8 πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι καὶ ἐκ χειρὸς αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συρράξαι φάλαγγι πολεμίᾳ καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαρρηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα 107 ῥᾳδίως ἀναθέοντες προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι καὶ ἐπιόντες ἑτέρωσε ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι μέγιστα σίνονται τοὺς ἀντιπάλους. 9 ὡς δὲ ἐπὶ πλεῖστον ξυμπολεμεῖν τοῖς Πέρσαις εἰώθασιν, οὐ μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.
17.4
Ἐν τούτοις δὴ οὖν ὄντες πόρρω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, 144 κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ ἐπανερχόμενοι. 2 ταῦτα δὲ μαθὼν ὁ Μαρτῖνος ἐκπέμπει ὡς τάχιστα ἐπ' αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετι μημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον. 3 ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ Ῥουστί κου ἔχων ἐπίταγμα, ἐφ' ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγ γέλλειν καὶ τῶν στρατιωτῶν τοὺς ἀριστεύοντας τοῖς βασιλείοις δώροις φιλοφρονεῖσθαι. 4 οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι εὐθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοθεν διαιτω μένοις ἐπιθέσθαι καὶ τὸ ξύμπαν διαταράξαι. τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἀλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ· φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπερρωγυῖαι, ἐπὶ πλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. 5 τό γε μὴν ἐπιχώριον ἐμπειρίᾳ τῶν τόπων ἔκ τινος στενοτάτης ὁδοῦ καὶ ὑπο λανθανούσης μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως, καταφέρονται δὲ ὅμως, εἴ που δεήσοι, καὶ αὖθις ἀνέρπουσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ πίδακες ποτίμου ὕδατος ἀνα βλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ κολωνῷ ἐνοικοῦντες. 6 τότε δὴ οὖν (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖοι καὶ ἀπεῖργον τὸ μέρος) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνήρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇ φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόρρω που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ ὑποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἀπεπορεύοντο, εἵπετο λάθρᾳ ὁ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χωρίου θέσιν, ὡς οἶόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο καὶ ὅτι οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν ἄνοδον καὶ διαφυλάττειν. 7 ταῦτα τοίνυν ἅπαντα καταγνοὺς αὐτίκα ὑπαναχωρεῖ καὶ τῷ στρατηγῷ ἕκαστα διαγορεύει. ὁ δὲ ἥσθη τε ἄγαν τῷ ἀγγέλματι καὶ τῆς ἐπιούσης νυκτὸς ἄνδρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαρραλέους, ἔστειλεν ἐπὶ τὴν ἔφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον καὶ ἐπιθησομένους ὅπῃ παρείκοι. εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα ἀναβαῖεν, τότε δὴ σημαίνειν τῇ σάλπιγγι, ὥστε καὶ τοῦ ἄλλου στρατοῦ τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους διακυκηθῆναι. 145
17.5
«Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαρρεῖν ἀναστήσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησό μενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ 185 γνωσθέντων δόξαιμι ἄν, εἴ γε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ τούτους Οὔν νους καὶ Κοτριγούρους, παραίνεσίν τινα πρὸς τὸ μὴ δεδιέναι προθείην.