Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ταῦτ' ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον, σκήψεις δέ τινας προΐσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν· μηδὲ γὰρ παρεῖναι Ἀντίοχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται· οὐ μέντοι ἀλλ' οὐδὲ τὸ χρυσίον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι. 2 Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφι κόμενος τόν τε ὕπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε καὶ τὰ ἀμφίβο λα ὡς οἷόν τε ἦν ἀκεσάμενος ἔπεισεν ἅπαντας αὐτίκα παλινδρομῆσαι καὶ αὖθις πρὸς τῇ Πάρμᾳ στρατοπεδεύσασθαι. 3 ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ καὶ σὺν προθυμίᾳ ἔχε σθαι τῶν πραγμάτων· μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ' εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων ἐν δέοντι αὖθις ἐφεδρευόντων. 4 Ναρσῆς δὴ οὖν τὸ λοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἐπὶ πλεῖστον ἀντέχειν οὕτω πως ἀνειμένα πολιορκούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἵ τε ἑλεπόλεις μηχαναὶ προσήγοντο καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐρρίπτοντο βέλη οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν· καὶ διετέμνετο ἔστιν οὗ ἡ τοῦ περιβόλου οἰκοδομία καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. 5 οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον ἐς τοὺς Ῥωμαίους, καὶ τό γε ἐπ' ἐκείνοις τάχιστα ἂν ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταί, οἳ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορ κίαν. 6 αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ' ἔμελλον οἵ γε δρᾶν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἡλίκα πημαίνεσθαι· οἱ γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑπὸ τῶν ἔνδον πρασσόντων ἐθελοκακοῦντες ἐμάχοντο. 7 ἐπεὶ δὲ αὐτοῖς θαμὰ πειρωμένοις οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις 34 ἐποιοῦντο αὖθίς τε εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείρ γοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἐξιτητέα, τότε δὴ ἅπαντες ὡς οὐχ οἷόν τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι μετεβάλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γνώμας καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. 8 καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν καὶ εἰσεδέ χοντο ἄσμενοι τὸν στρατόν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τρι βέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ Ῥωμαίων κατήκοοι.
18.2
Πλὴν ἀλλ' ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι καὶ αὖθις τοῦ προτέ ρου λόγου ἐχομένῳ ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ τοὺς Περσικοὺς πολέμους ἰτέα, ἐπεὶ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. 2 Ῥωμαίοις γὰρ καὶ Πέρσαις ἤδη μὲν ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῷ ἐς ἐμφανεῖς παρατάξεις χωροῦντες. 3 ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ' ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ' ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Ἀρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. 4 οἱ δὲ Λαζοὶ Κόλχοι τὸ παλαιὸν ὠνομάζοντο, καὶ οὖτοι ἐκεῖνοι τυγχάνουσιν ὄντες. τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκ μαιρόμενος τῷ τε Φάσιδι καὶ Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. 5 λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρε ψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ ἀπόμοιράν τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων. 6 οἱ δὴ οὖν εἴτε Λαζοὶ εἴτε Κόλχοι εἴτε Αἰγύπτιοι μετανάσται περιμάχητοι ἐν τῷ καθ' ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμο 65 νας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. 7 ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον Πόντον ἀδεῶς ναυτιλλομένους τὰ ἐνδότατα τῆς Ῥωμαίων ἀρχῆς ἀνιχνεύειν. 8 τοιγάρτοι στράτευμα μέγιστόν τε καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξε καὶ στρατηγοὺς ἐπέστησε τοὺς ἀρίστους. Βέσσας τε γὰρ καὶ Μαρτῖνος καὶ Βούζης ἡγεῖτο, ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων μὲν ἔτι κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος.
18.3
Τούτων δὴ οὖν τῶν Διλιμνιτῶν ὁ ἀποδασμὸς νυκτὸς ἐπελθούσης κατὰ τῶν Σαβείρων ἐχώρουν, ἄμεινον εἶναι δοκοῦν ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι οὕτω τε ἅπαντας εὐκολώτατα κατακτεῖναι· καί, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. 2 ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθέν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόν τες ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προ θυμότατα ὑποστὰς τὸ ἐπίταγμα καὶ ἤδη προπορευόμενος, ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ ὑποδύεται· οὕτω τε δια δρὰς τοὺς ἑπομένους καὶ προτερήσας ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους. 3 εὑρὼν δὲ ἅπαντας ἀνειμένως οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγκον τας «ὦ δείλαιοι» ἔφη «αὐτίκα μάλα ἀπολεῖσθε», τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους.
18.4
Ὁ μὲν οὖν Ἰλλοῦς προπορευόμενος ἡγεῖτο τῶν ἀνδρῶν ἐς τὴν ἀνάβασιν, ὡς ἤδη αὐτῷ τῇ πείρᾳ καὶ διεγνωσμένην. εἵπετο δὲ εὐθὺς Ζίπερ ὁ Μαρκελλίνου δορυφόρος καὶ μετ' ἐκεῖνον Λεόντιος ὁ Δαβραγέζου καὶ ἐπ' αὐτῷ Θεόδωρος ὁ τῶν Τζάνων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. 2 ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ περιφανῶς ἐκάθευδον καὶ ὑπορέγκοντες ἔκειντο, εἷς δέ γε μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος ὥσπερ ἐγρηγορὼς διετέλει. ξυνείχετο γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει, καὶ οὔπω δῆλος ἦν ὅποι χωρήσει, ἐπινυστάζων θαμὰ καὶ ἀναπαλλό μενος. 3 ἐν τούτῳ δὲ Λεόντιος ὁ Δαβραγέζου ὑπὲρ τέλματός τινος ὀλισθήσας καταπίπτει ἀθρόον καὶ ὑποφέρεται καὶ περιρρήγνυσι τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς ἥμενοι τά τε ξίφη ἐσπάσαντο καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· ξυμβάλλειν δὲ οὐκ εἶχον, ὅ τι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζό μενοι τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾶν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν οὐ μάλα ἐναργὴς ἦν οὐδὲ ἀποκεκριμένος οὐδὲ ὁποῖος ὅπλα παραδηλῶσαι κατενεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. 4 τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες ἀτρέ μα ἔμενον, ὥσπερ τῇ γῇ ἐνερριζωμένοι, καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὅπως εἶχον προσεπεπήγεσαν, εἴτε πέτρᾳ ὀξείᾳ τυχὸν εἴτε θάμνῳ τινὶ ἐτύγχανον ἐπιβεβηκότες. 5 εἰ γὰρ μὴ οὕτω ἐποίουν καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἂν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρῖψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυδοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευό μενοι. 6 καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστο 146 χασμένοι ἐνεκαρτέρουν τῇ τάξει καὶ διενοοῦντο ἐν ἑαυτοῖς, ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς οὐδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν ἐς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες.
18.5
«Πλὴν ἀλλ' ἐμοὶ μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ καὶ πρὸς τὸ εὔελπι φέρον, εἴ γε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἂν ἐν λόγοις, οἶμαι, κριθείην. 2 ἴστω δὲ πᾶς τις ὑμῶν, ὡς ἀνδρείας ὁρμαῖς οὐκ ἀνα θετέον τὰς ἄνευ φρονήσεως ἐγχειρήσεις, ἀλλὰ θρασύτητι καὶ προπετείᾳ καὶ παρατροπῇ τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς ψυχῆς μενέτω παρ' ὑμῖν καὶ κατὰ τὸ μᾶλλον ἐνακμαζέτω, λογισμῷ δὲ σώφρονι καὶ τῶν προσηκόντων ἐχομένῳ τὸ ὑπερβάλλον τῆς τόλμης καὶ πρὸς αὐθάδειαν ἀνάγον ὑποτεμνέσθω. 3 οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν ὅπως τοῖς παροῦσι χρηστέον, ἀλλὰ σεμνότητα καὶ παρρησίαν. οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσ θέντων ἕπεται πάντως τὸ δικαίως θαρρεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῇ προηγμένον, ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπι στευμένον. 4 ἀλλ' ἴσως ἐρεῖ τις ὑμῶν, ὡς οὐχ οἷόν τε φύσιν γενναίαν εὐλόγως ὁρμῶσαν καὶ τοῦ μοχθεῖν διὰ παντὸς ἐφιεμένην, εἶτα νῦν ἀθρόον ἐπέχειν καὶ βιάζεσθαι πρὸς τὸ ἠρεμοῦν καὶ ὑφειμένον καὶ πέρα τῆς ἀνάγ κης μέλλον καὶ βουλευόμενον, μάλιστα δυσανασχετοῦσαν ἐφ' οἷς καθ' ἡμῶν οἱ βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα καὶ παρ' αὐ τὴν δήπου τὴν βασιλίδα πόλιν τὰς ἐκδρομὰς ποιεῖσθαι τολμῶντες. 5 ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πείρᾳ τὸ προσηκόντως ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι· οἷς γὰρ συνεκεχώρηντο πρότερον, οὐ μετρίως ἐχρήσαντο. 6 πλὴν ἀλλὰ καὶ λίαν ἐφικτόν, οἶμαι, τοῖς ἔμφροσι, περιελεῖν μὲν τοῦ θυμοῦ τὸ μεμηνὸς καὶ ταραχῶδες καὶ τοῖς προστυ χοῦσιν ἐγχειρεῖν ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ μεγα λουργόν τε καὶ ἄτρεπτον καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέχον. 7 τῶν γὰρ τῆς ψυχῆς κινημάτων τὰ μὲν ὅσα πεφύκασι καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων ἐντελῶς καὶ δὴ ἀνθεκτέον· οἷς δὲ μέτεστι καὶ τῆς πρὸς τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ διὰ πάντων χρηστέον, ἀλλ' ἐς ὅσον ἔχουσι τὸ συμφέρον. 8 τὸ μὲν 187 οὖν φρονοῦν ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν, τῆς δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεές, τὸ δὲ θράσος φευκτὸν καὶ ἀξύμφο ρον. 9 οὐκοῦν τὸ μὲν ὅλον** τῆς δὲ τὸ βέλτιστον ἐξαιρούμενοι καὶ φρονήσει τὸ καταθαρροῦν ἀναμιγνύντες ἴωμεν οὕτω σὺν παρρησίᾳ κατὰ τῶν δυσμενῶν, ὡς οὐδενὸς ἡμῖν τῶν δεόντων περιοφθέντος. 10 γινώσ κειν γὰρ μόνον χρεών, ὡς ἀγωνιστέον πρὸς ἄνδρας βαρβάρους, ἐπιέναι μὲν λῃστρικώτερον εἰθισμένους καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους οὐδὲ ταῖς συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν μάχην κατ' αὐτῶν παρεσκευασμένην ἐρυμάτων τε καὶ περιβόλων ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου ξυντεταγμένον, ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ ξυνειθισμένα, περιαχθήσονται δὲ πρὸς τὸ ἐμμῖξαι καὶ προσ πελάσαι καὶ συστάδην διαγωνίζεσθαι, διδασκούσης αὐτοὺς τῆς ἀνάγ κης. 11 πλὴν ἀλλὰ σωφρονούντων ἡμῶν καὶ τῇ πατρίῳ τάξει χρωμένων καὶ μετ' εὐβουλίας ἐπὶ τὰ πρακτέα χωρούντων εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καὶ ἠναγκασμένου.»