Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Ναρσῆς δέ, ἐπεὶ ἐξεπεπολιόρκητό οἱ ἡ Λοῦκα καὶ οὐδὲν ἔτι ἀντίπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤετο χρῆναι, οὐδ' ὅσον ἀναπνεῦσαι τῶν πόνων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρα τηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμίν τε αὐτῷ παραδοὺς ἀξιόχρεων καὶ ὅσῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος ἠπείγετο ἰθὺ τῆς Ῥαβέννης ἰέναι, ἐφ' ᾧ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει. 2 ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει· ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φράγγων ἔμελλεν ἔσεσθαι, οἷς γε πολέμιον μὲν τὸ πνῖγος καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύους ἀεὶ καὶ ῥωμαλεώτατοι γίγνονται καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι καὶ οἷον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. 3 τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχα γοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχει μάζειν ἐκέλευεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἐς Ῥώμην ἅπαντας καὶ 35 ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξομένους. 4 καὶ οἱ μὲν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν μόνους ἐπήγετο τοὺς ἀμφ' αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἷς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν καὶ τῆς ἐν τούτοις ἐπιμελείας. 5 εἵπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς ξύμπαντας ἄνδρας ἐς τετρακοσίους ἐπὶ Ῥάβενναν ᾔει.
19.2
Μερμερόης δὲ ὁ τῶν Περσῶν στρατηγὸς ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο καὶ ἄλλα ἄττα ἐπεπρά χει, ἃ δὴ ἔγωγε παρίημι (ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται), τότε δὴ αὖθις (ἐνθένδε γάρ μοι ἀρχο μένῳ τὰ ἐφεξῆς ἁρμοστέον) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβουλεύετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥω μαίους ἐκπλήξας διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισ μάτων παραστήσασθαι δυνηθείη. 2 ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν· Μαρτῖνος γὰρ ὁ στρατη γὸς ἅμα τῇ ἀμφ' αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος (φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. 3 ἔστι δὲ καὶ ἄλλως τὸ χωρίον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καὶ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινό μεναι στενοτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. 4 ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα πεδία ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δασεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ ἑνὶ ἀνδρί, καὶ τούτῳ εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τί γε πλήθεσιν ὡπλισμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν 66 πόνου ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σταθερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν.
19.3
Ὁ δὲ ἐπειδὴ τῆσδε τῆς πείρας διήμαρτε, αὐτίκα ᾤχετο ἐπὶ τὴν Νῆσον καὶ ἀγχοῦ που τῶν Ῥωμαίων στρατοπεδευσάμενος προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. 2 καὶ παραγενομένῳ «σὺ δὲ» ἔφη «ὦ στρατηγέ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης καὶ τῶν παρὰ Ῥωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. 3 εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. 4 εἰ γὰρ 109 μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω καὶ περιβέβλη μαι οὐ χαλαρώτερον ἢ τόδε τὸ κτῆμα.» καὶ ἅμα λέγων τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. 5 πρὸς ταῦτα δὲ ὑπολαβὼν «ἀλλ' ἔμοιγε» ὁ Μαρτῖνος «εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαί σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δέ, οἶμαι, ταῦτα δράσοιμεν ἄν, εἴ γε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν, οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. 6 τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδίζεσθαι καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι κτημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ' ἐφ' οὓς ἂν ὁ πάντων προαγωγὸς ἐπινεύσοι.» 7 οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ' ἀλλήλων· καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. 8 τῷ δὲ Ναχορα γὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φᾶσιν τὴν πόλιν ἰέναι διενοεῖτο ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνῃ ἔρυμα ἐπέπυστο εἶναι, ἅτε δὴ ξύλοις ἅπαν ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πεδία εὐέμβολά τε καὶ ἀγαθὰ ἐνστρατοπεδεύσασθαι. 9 ἥδε δὲ ἡ πόλις ὁ Φᾶσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑπορρέοντος καὶ ἀμφ' αὐτὴν ἐς τὸν Εὔξεινον Πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρα σάγγαις ἐπὶ δυόμενον ἥλιον.
19.4
Τότε δὴ οὖν οἱ Ῥωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυο μένοις ἐπιβάντες ἀπέκτειναν τούς τε ἄλλους καὶ πρός γε ἐκεῖνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἀποκαλέσοι. καὶ τὸ λοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. 2 ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες ὅμως ἀνεγρόμενοι ἐπ' ἀλλήλους φοιτᾶν ἵεντο καὶ ξυναθροί ζεσθαι, ἄλλος ἄλλοθεν διεκπηδῶντες. 3 ἀλλ' οἱ Ῥωμαῖοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιού μενοι πλεῖστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε ξυνέρρει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ' ὠμότατα καὶ αὐταὶ κτεινόμεναι ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. 4 μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα οἰκτρότατα ἐτεθνήκει, τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασιν. τὰ δὲ (ξύλοις γὰρ καὶ φορυτῷ ἐτύγχανον ἐσκευασμένα) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτο μεγέθους ἐξήρθη, ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς ἔτι πορρωτέρω τὰ ποιούμενα διαγγέλλειν. 5 τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἴκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθ μυριζόμενοί τε καὶ τὰς τεκούσας ἀναβοῶντες ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν κατὰ τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες διεσπάραττον· ἔνιοι δὲ ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνερρίπτοντο καὶ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες ἐν τῷ μετεώρῳ διεπερονῶντο. 6 καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ 147 τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέφη καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται.
19.5
Τοσαῦτα μὲν ὁ Βελισάριος εἶπεν. οἱ δὲ στρατιῶται μεταμαθόντες τὸ λῷον εἴχοντο μὲν καὶ ὣς τῆς ἀνδρείας, πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ γαυρουμένου τὸ εὐλαβούμενον. τοιούτου τε, οἶμαι, φρονήματος μετ' εὐκοσμίας ἐνεπίμπλαντο, ὡς ἐλάχιστα μεγάλοις εἰκάσαι, ὁποίῳ δὴ πάλαι φασὶ τοὺς ἀμφὶ Λεωνίδαν Λακεδαιμονίους ἐν Θερμοπύλαις, προσ βάλλοντος ἤδη τοῦ Ξέρξου, ἐγκαλλωπίσασθαι. 2 ἀλλ' ἐκεῖνοι μὲν πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ μὴ ἀγεννῶς ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι παρρησίᾳ μὲν ἐχρῶντο Λακωνικῇ, πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο ἀνὰ κράτος καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ ἄχαρι πρὸς αὐτῶν ὅ τι καὶ λόγου ἄξιον πεπονθότες. 3 ἐπει δὴ γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα τοὺς ἐναντίους ἀναρ πασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς οἱ κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ καὶ ὅσον οὔπω παρέσεσθαι διεξιόντες, ἀντεξῆγε τοὺς ἀμφ' αὐτόν, σοφιζόμενος ὡς οἷόν τε τὴν ὀλιγότητα καὶ ἐπικρύπτων. 188 4 ἀπολεξάμενος γὰρ διακοσίους ἱππότας πελτοφόρους τε καὶ ἀκοντιστὰς εἰς ἐνέδρας ἐμέριζεν ἑκατέρωθεν ὑπὸ τῇ νάπῃ, ὅθεν ᾤετο τὴν προσβολὴν ἔσεσθαι τῶν βαρβάρων, προειρημένον, ὥστε, ἐπειδὰν αὐτὸς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς ἐπιέναι ἀκοντίζοντας τὴν φάλαγγα τῶν πολεμίων, ὅπως δὴ πιεζομένη ὑποστέλλοιτο ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, παρατείνεσθαι μὴ δυνάμενον, ἀλλ' εἰς ἑαυτὸ περιελιττό μενον. 5 τοὺς δὲ ἀγροίκους ἐκέλευε καὶ τῶν ἀστῶν τοὺς πολεμικοὺς ἐπιβοῶντας τορόν τι καὶ ἐπικροτοῦντας ἕπεσθαι αὐτῷ ἔνθα καὶ ἴοι. ἅμα γὰρ τοῖς λοιποῖς ἐς μέσον εἱστήκει, ὡς τὴν ἐσβολὴν ἐκ τοῦ ἐμφανοῦς ἐκδεξόμενος. 6 ὡς δὲ ἧκον ἤδη καὶ ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο, αὐτίκα Βελισάριος ἅμα τοῖς ἀμφ' αὐτὸν ἀντιμέτωπος ὑπαντιάσας συνέρραξέ σφισιν ἐρρωμενέστατα· οἵ τε ἄγροικοι καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες καὶ ἐπικτυποῦντες τοῖς ξύλοις, ἃ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομένους. 7 δοθέντος δὲ τοῦ ξυνθήματος καὶ δὴ οἱ ἄλλοι ἐκ τῶν κρυπτειῶν ἀνα θορόντες τοὺς καθ' αὑτοὺς ἑκάτεροι κατὰ τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ κατὰ τὸ μέγεθος τοῦ πολέμου. 8 οἱ δὲ βάρβαροι πάντοθεν ἀκοντιζόμενοι, τοῦτο δὴ ὅπερ Βελισάριος διε νοήθη, ἐς ἑαυτοὺς ἀνεχώρουν καὶ εἰς στενότητα συνεσπειραμένοι ἀμύνεσθαι οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε τῷ μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν ἔχεσθαι ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. 9 οἵ τε γὰρ ὄπισθεν σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ ἔκπληξιν παρεῖχον ὅ τε κονιορτὸς ἐς ὕψος αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώσκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. 10 πρῶτος δὲ Βελισάριος πολλοὺς τῶν ἀντιπαρατατ τομένων διαφθείρας καὶ τὸ οἰκεῖον μέρος ἀπωσάμενος φεύγειν ἠνάγκασεν. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων ἐγκειμένων στρέψαντες τὰ νῶτα οἱ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννύμενοι καὶ ἥκιστα ἀλλήλους ὀπισθοφυλακοῦντες, ἀλλ' ὡς ἂν αὐτῶν ἕκαστος ᾤετο ὠκύτατα ἀποδράσειν. 11 ἐπισπόμενοι δὲ οἱ Ῥωμαῖοι ἐν τάξει τοὺς ἐν χερσὶν εὐκολώτατα διεχρῶντο, φόνος τε ἐγίγνετο τῶν βαρβάρων πολὺς 189 ἀμεταστρεπτὶ ἀπελαυνόντων. τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο, καὶ πρός γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον. 12 ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ δὴ ἐφ' ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μετα στροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καὶ βιαιότερον κατὰ σκοποῦ τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὲν πολλῇ τῇ ῥύμῃ φέρεται ἰθὺ τῶν διω κόντων, οἱ δέ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν καὶ ὡς πλησιαίτατα ὑποδέχεσθαι.

Intertext edge

Open linked passage

Note