Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἐπειδὴ Τεΐας ὁ μετὰ Τωτίλαν τῶν Γότθων ἡγεμὼν καταστάς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ ἐς πόλεμον πανσυδὶ πρός τε Ναρσῆν καὶ Ῥωμαίους παραταξάμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολε μῶν διεφθάρη οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφίσι Ῥω μαίων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχανον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ' ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῷ Ῥωμαίων κατήκοοι τὸ λοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε ἐχώρει, ἐδόκει 10 μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἰταλίᾳ πολέμων· τὰ δὲ ἦν ἄρα προοί μια. 2 οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν, ἔστ' ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα ἱστορία πολέμων τε καὶ παρατάξεων, καὶ οὐκ ἂν ἄλλο τι εὕροις ἐν τοῖσδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον. 3 αἴτι ον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμορμένον καί τινας παραλόγους ἀνάγκας· εἰ γὰρ τὰ τῆς πεπρω μένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες. 4 οὐ μέντοι ἀλλ' οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γι γνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ' ἂν ἔγωγε φήσαιμι οὔτε εἰπόντι πιστεύσαιμι. 5 ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες. 6 οὕτω γὰρ δὴ καὶ τότε οἱ Γότθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ δια κριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμενοι ποταμοῦ ἔς τε Τουσκίαν καὶ Λιγουρίαν καὶ ὅθι ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισ μένον, ἐχώρουν· οἱ δὲ ἐκτὸς διαβάντες ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα, ᾗπερ καὶ ἐν τῷ πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ἐτύγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ὀμωμοσμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῷ ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι, οἱ δὲ ἐλάχιστον ἐπισχόντες νεωτέρων αὖθις ἐφίεντο πραγμάτων καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. 7 ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες καὶ τὴν ὠφέλειαν ἐς ὅ τι μάλιστα διαρκεστάτην, εἴ γε ἐξ ὁμόρων τε καὶ ἀστυγει τόνων ξυμμαχίαν ἐπαγαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο. 11
1.2
Ἤδη δὲ τοῦ ἦρος ἐπιγινομένου ἐνταῦθα κατὰ τὸ προστεταγμένον ξυνεκροτοῦντο αἱ δυνάμεις καὶ ἅπαντα ἤθροιστο τὰ στρατεύματα. 2 Ναρσῆς δὲ ἐξασκεῖν γε ἐπὶ πλέον αὐτοὺς ἐκέλευε τὰ πολέμια καὶ ἐπερ ρώννυε τὸν θυμὸν ταῖς καθ' ἡμέραν μελέταις, τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπη χούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ τῷ ἀγῶνι μαλθακισθεῖεν. 3 Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν ποσὶν ἅπαντα ἐδῄουν καὶ ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν καὶ ἅπασαν τὴν περιοικίδα ᾔεσαν ἀνὰ τὰ πρόσω, ἐν δεξιᾷ μὲν ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. 4 ἐπεὶ δὲ ἐς Σάμνιον τὴν χώραν οὕτω καλουμένην ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ' ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠϊόνας ἐχώρει καὶ Καμπανίας τε τὰ πλεῖστα ἐληΐσατο καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλε καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀποκρίνει. 5 Λεύθαρις δὲ τὰ λοιπὰ στρατεύματα ἐπαγόμενος Ἀπουλίαν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν καὶ ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ ἵδρυται τῆς Ἀδριάδος θαλάττης, ὅθεν ὁ Ἰόνιος ἄρχεται κόλπος. 6 ὅσοι 41 μὲν οὖν αὐτῶν Φράγγοι ἰθαγενεῖς ἐτύγχανον ὄντες, οὗτοι δὲ φειδοῖ πολλῇ ἀμφὶ τὰ ἱερὰ καὶ εὐλαβείᾳ ἐχρῶντο, ἅτε δὴ τὰ ὀρθὰ καὶ οἳ τοῦ κρείττονος πέρι νόμιμα προσιέμενοι, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ παρα πλήσια τοῖς Ῥωμαίοις ἱερουργοῦντες. 7 τὸ δὲ Ἀλαμανικὸν ἅπαν (ἕτερα γὰρ ἐκείνοις ἐς τοῦτο δοκεῖ) ἐδῄουν τοὺς νεὼς ἀφειδῶς καὶ ἀπη γλάϊζον· πολλὰς μὲν γὰρ κάλπεις ἱεράς, πολλὰ δὲ περιρραντήρια πάγ χρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα δὲ ἀφαιρούμενοι ἅπαντα οἰκεῖα κτήματα ἐποιοῦντο. 8 τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιερ ρεῖτο καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν ἀτάφων περιερριμμένων. 9 ἀλλ' οὐκ ἐς μακρὰν αὐτοὺς τὰ ἐνθένδε μετῆλθε μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας ἐλπίδος· ἀδικία γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ ἀξύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. 10 πα τρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις καὶ τοῖς ταῦτα λυμαινο μένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὅσιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου μηδὲν ἐπί κλημα ἔνδικον ἔχοντες, ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν τοὺς μηδὲν ἠδικηκότας σινόμενοι, οὗτοι δὲ ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. 11 τοι γάρτοι ποιναί γε αὐτοὺς μετίασιν ἀκριβεῖς καὶ σφίσιν ἐς ἀνηκέστους ξυμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισ θεῖεν. ὁποῖα καὶ τότε τοῖς ἀμφὶ Λεύθαρίν τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη.
1.3
Τὰ μὲν οὖν παρὰ Πέρσαις νόμιμα καὶ ἡ ποικίλη τῆς σφῶν πολιτείας μεταβολὴ καὶ ὁπόσα χρῆναι ᾠήθην περὶ Χοσρόου καὶ τοῦ κατ' αὐτὸν γένους εἰρῆσθαι, ταῦτα δὴ οὖν ἅπαντα, εἰ καὶ μακροτέρῳ ἐξείργασται λόγῳ καὶ οὐ λίαν ἔχεται τῶν προτέρων, ἀλλ' οὐ περιττά γε ἴσως δόξειεν ἂν οὐδὲ ἄχρηστα, μᾶλλον μὲν οὖν καὶ τὸ θέλγον, ὡς ἐμὲ ἡγεῖσθαι, ξὺν τῷ ὠφελίμῳ ἀπειληφότα. 2 ἐθέλω γάρ, εἰ ἐπ' ἐμοὶ εἴη, καὶ περὶ πλείστου ποιοῦμαι ταῖς Μούσαις, φασί, τὰς Χάριτας καταμιγνύναι. 3 καίτοι ἑτέρωθί με καθέλκουσιν αἱ φροντίδες, καὶ ἕπομαί γε οὔτι ἑκὼν εἶναι τῇ περιαγούσῃ ἀνάγκῃ. ἡ γάρ μοι ξυγγραφή, τοῦτο δὴ τὸ μέγιστόν τε καὶ σεμνότατον ἔργον καὶ πάσης ἀσχολίας ὑπέρτερον, εἴποι ἂν ἡ λύρα ἡ Βοιωτία, ὁδοῦ τε καὶ βίου πάρεργον γίγνεται, καὶ οὐκ ἔνεστί μοι ὡς ἥδιστα ἐμβιῶσαι τοῖς ποθουμένοις. 4 δέον γὰρ τοὺς πάλαι σοφοὺς σχολαίτερον ἀναλέγεσθαι μιμήσεως ἕκατι ἅπαντά τε τὰ ἑκασταχοῦ ξυμφερόμενα γνωματεύειν ἐς τὸ ἀκριβὲς καὶ ἀναπυνθάνεσθαι ἀνειμένον τε ἀμφὶ ταῦτα ἔχειν τὸν νοῦν καὶ ἐλεύθερον, ἀλλ' ἔγωγε ἥμενος ἐν τῇ βασιλείῳ στοᾷ βιβλίδια πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἐξ ἑωθινοῦ μέχρι καὶ ἐς ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ἄχθομαι τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι ἄνευ πόνου καὶ δυηπαθείας. 5 πλὴν ἀλλ' οὐδ' ὣς ἀνήσω τοὐμὸν οὐδὲ ἀποπαύσο μαι, ἔστ' ἂν ὁ ἔρως με ἄγῃ, εἰ καί μοί τις νεμεσήσειεν ὡς ὑπερτέρων ἐφιεμένῳ καί, τὸ λεγόμενον, ἐν πίθῳ φιλεργοῦντι τὴν κεραμείαν. 6 εἰ γάρ τῳ καὶ δόξειεν εἶναι τἀμὰ νόθα γε ὡς ἀληθῶς καὶ ἀνεμιαῖα καὶ οἷα ψυχῆς ἐς πλεῖστα μεριζομένης κυήματα, ἀλλ' ἐμαυτὸν γοῦν ἴσως ἀρέσ κοιμι ἄν, καθάπερ τῶν ᾀδόντων οἱ ἀμουσότεροι. 7 ὡς ἂν δὲ μὴ περαι τέρω ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι 85 δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων καὶ τοῦ προτέρου λόγου μεταληπτέα.
1.4
Ἐς τοῦτο δὲ νίκης τοῖς Ῥωμαίοις τοῦ πολέμου κεχωρηκότος καὶ ὥσπερ ἀνακωχῆς τῶν ἐκείνῃ γεγενημένης τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν ἤγετο τὰ ἐπὶ Γουβάζῃ πρότερον τετολμημένα. 2 καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θάκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμύδα ἐνημμένος, ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευ μένοι καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα, ἄλλοι τε ὑπηρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς καὶ δαημονέστατοι τῆς τῶν δικαστηρίων κομψείας κήρυκές τε μεγαλοβόαι καὶ οἱ τῶν μαστίγων ἐπιστάται. ἅπαντες δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγ μένοι. 3 ἐπεφέροντο δέ, οἷς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυ χενίους κλινοστρόφιά τε καὶ ποδοστράβας καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. 4 καί μοι δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ' ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μόνον ὅπως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαϊκῶν σφίσι νομίμων κομπω δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπὶ πλέον ἄρχεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσας πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν, 5 εἰ δέ γε ἅπαντα κατα ψευσάμενοι καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες οὕτω τε καταδιαιτηθέντες καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι εἶτα τῷ παλαμναίῳ ξίφει ἁπάντων θεωμένων καρατομηθεῖεν, τότε δὴ μεῖζόν τι δόξειεν εἶναι τὸ πέρας καὶ διπλασίων ἡ τιμωρία. 6 ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀπορρήτῳ βαρβαρικώτερον Ῥούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασ 124 θαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποινὴν κομίσασθαι τῶν ἡμαρτημένων. 7 δικαστηρίου δὲ καταστάντος καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διᾳττόντων καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων ὄγκου τε δικαστικοῦ φαινομένου καὶ μεγαληγορίας ἀκουομένης καὶ ἐπὶ τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου, τούτων δὴ οὖν οὕτω πραττομένων ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. 8 ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαν τίῳ ἀστούς, καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξίστησι τῶν φρονημάτων, μή τί γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκὸν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀττικώτατον, ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.
1.5
Οὕτω μὲν οὖν τὰ μεγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξυγκείμενον τὰ ὅπλα ἔθεντο καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τό γε ἐπ' ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. 2 ἐν τούτῳ δὲ οἱ Τζάνοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πρὸς νότον ἄνεμον τοῦ Εὐ ξείνου Πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ οὖν οἱ Τζάνοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν Ῥωμαίων γεγενη μένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων καὶ ἀκολασταί νειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα λῃστρι κώτερον ἐβιότευον καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅπῃ παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. 3 τοιγάρτοι στέλλεται ἐπ' αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις· πολλάκις δέ, οἶμαι, τούτου καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι, ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπὶ τήνδε τὴν πρᾶξιν ἐχώρει. 4 ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς ξὺν ἀποχρώσῃ στρατιᾷ καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ παραμειψάμενος ὅρια ἐπὶ δυόμενον ἥλιον αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον αὐτοῦ τε χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν ἔτι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος δώροις τε ἐφιλοφρονεῖτο καὶ ὑπερ αγάμενος ἦν τῆς εὐβουλίας, τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπον 165 δήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. 5 ἀλλ' ἐκεῖνοι οὐδέν τι μελλήσαντες προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινὶ ἀγχοῦ που ὑπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες κατηκόντιζον τῶν Ῥωμαίων ἐξ ὑπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευ μα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. 6 πολλοὶ δὲ ὅμως ὑπεκ βάντες ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκα λέσοιντο· ἀλλ' ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ ἐγκαρσίους πως τὰς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, ἠρέμα ὑποκεκυφότες, καὶ πρὸς τὸ ἄναντες ἐπειρῶντο ἀναρριχᾶσθαι. 7 οἱ δὲ Τζάνοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα ἀνδρῶν ἔκτειναν, τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. 8 ἀρθέντες δὲ οἱ βάρβαροι τῷ παραλόγῳ τοῦ προτερήματος ἐν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερά, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ῥωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ' εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι ἀλλήλους καὶ ἀντερείδοντες καὶ ταῖς χερσὶ συμπλεκόμενοι οὐδὲν ὅ τι ἀνίεσαν εὐψυχίας· ἀλλ' ἦν οὕτω ἐπὶ πλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα πατάγου τε πολλοῦ καὶ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα.