Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελφὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ, οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ Φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Γότθων πράγματα μετεχώρει, μόνος γε πέφηνε τότε ξυνεὶς τὸ συνοῖσον καὶ στοχαζόμενος τῶν μελλόντων. 2 βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων προσῆλθεν ἐννοεῖν, ὡς ἄρ' οἱ Φράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς ξυμμαχίας ὄνομα ποιοῦνται, ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βου λόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ' ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται, οἷς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι Φράγγους καὶ ἀφαιρή σονται τῶν πατρίων νομίμων αὐτούς. 3 ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορκίᾳ πιεζόμενος, ἄμεινόν οἱ κατεφάνη τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι καὶ τὸ λοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. 4 ὅσιον γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθους ἔνεστι τὴν Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ἀνακομίσασθαι καὶ μὴ μέχρι 36 παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὖν αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει καὶ ἅπασι τοῖς ὁμοφύλοις παράδειγμα εὐβουλίας γενέσ θαι. 5 καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον, ὡς ἐθέλοι πρὸς τὸν στρατηγὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγ νεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο· ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. 6 καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγ μένος τάς τε κλεῖς τῆς Κύμης ἐνεχείρισε καὶ ἅπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρή σεως καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο ἀντιδωρεῖσθαι. 7 τότε δὲ εὐθὺς ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι αὐτήν τε τὴν πόλιν καὶ τὰ χρή ματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας, τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἵδε διαχειμάσοιεν. καὶ ἅπαντα οὕτω ἐπράττετο. 8 ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἡγεμόνος ἐχήρευε, δύο δὲ ἄνδρε ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ' ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο καὶ ἅπαντα σφίσιν ἄμεινον ᾤοντο ἔσεσθαι, εἴ γε ἐκεῖνος ἡγοῖτο· τοὺς δὲ ὁ Σίνδουαλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἷς δὴ καὶ Ναρσῆς θέμενος τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν καὶ ἔστελλε καὶ τοὺς ὅπη ἄριστα ἤμελλον διαχειμά σειν. 9 τὸν δὲ Ἀλίγερνον εἰς Κισσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημέ νον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος ὑπερκύπ τειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι (ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύμην πορείᾳ καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων. 10 καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Φράγγους, ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τὸ λοιπὸν ἐπειγομένους καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τε πλούτου παντὸς ὑπὸ Ῥωμαίων προκατεχομένου καὶ αὐτῶν γε δὴ τῶν παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἴ γε καί τις τὸ λοιπὸν 37 βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίση μος, ἀλλ' ἀμφιέννυσθαι μόνην στρατιωτικὴν ἐφεστρίδα καὶ ἰδιωτεύειν τῷ σχήματι. 11 οἱ δὲ Φράγγοι ἀφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδο ροῦντο καὶ προδότην ἀπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγίγνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμέλειν αὐτοῖς, ἀλλ' ἐφ' ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.
20.2
Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχα λῶντες οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποιοῦντο. ὀλίγαι τε παρῳχήκε σαν ἡμέραι καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. 2 τότε δὴ οὖν καὶ μᾶλλον τοῖς Ῥωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπὶ πολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περι φράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, 67 ἐπ' αὐτοὺς ἥξουσι, μᾶλλον μὲν οὖν καὶ ὡς πορρωτάτω φευξοῦνται. 3 ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθύς, ὡς εἶχε προθυμίας, ἅπαντας κινήσας καὶ τὴν χαλεπότητα τῆς πορείας εὖ διαθείς, ᾗ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. 4 τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χωρίον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην καὶ μέγα τι κακὸν τοὺς τῇδε Ῥωμαίους ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν κατα στρατηγηθέντες ὑπὸ τῶν βαρβάρων καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. 5 ἐτύγ χανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινὶ στρατοπεδευό μενοι, οὐ πόρρω Τηλέφεως κειμένῳ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστη κότι. ἔστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα ἢ μόνον χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν τῷ χώρῳ ἐνθένδε εἰλῆφθαι· Ὀλλάρια γάρ, ὡς ἂν Λατῖνός τις φήσοι, ἐπωνόμασται· δύναται δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. 6 ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάν των καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων ἐβουλεύοντο ἅπαντες οἱ στρατηγοὶ ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαί τε ἐς παράταξιν καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. 7 ἦν δέ τις τῶν ἐπισημοτά των ἐν τοῖς ταξιάρχοις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος καὶ ἤδη τὸ βαρ βαρικὸν τοῦ τρόπου, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειό τατον μετακοσμήσας. 8 οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυ νάμει (εἵποντο γὰρ αὐτῷ οὐ μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων) ἀμφὶ Τήλεφιν ἔτι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβλη κότας εἰκάσοι τε αὐτούς, ὡς ἔνεστιν, ὅσοι εἶεν, καὶ γνοίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.
20.3
Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόρρω τῶν νυκτῶν τὰς ἀκάτους, ὁπόσας ἐφ' ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν καὶ ξυζεύξας, λανθάνει τοὺς Ῥωμαίους γέφυράν τέ τινα ἐξ αὐτομάτου πηξάμενος καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέρας διαβιβάσας. 2 ἠβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἱκέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· 110 ὑπὸ γὰρ τὸ ἀρκτῷον καταρρεῖ καὶ παρατείνεται μέρος. 3 καὶ ὁ μὲν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης εἴχετο τῆς πορείας καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος ἀνὰ τὰ πρόσω ἐχώρει. 4 μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ Ῥωμαῖοι τὴν διάβασιν ἐγνωκότες διεταράχ θησάν τε καὶ περὶ πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοι τάς τε τριήρεις καὶ ὅσαι τριακόντοροι παρώρμουν πληρώσαντες ὀξύτατα τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. 5 ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφρα ξάμενος τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. 6 ὁ δὲ τῶν Ῥωμαίων στόλος ταῦτα πόρρωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀνταναγόμενοι, ἀπεχώρησαν. 7 δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων εἷλον οἱ Πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβά νεσθαι μέλλοντες τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατ εθάρρησαν, ἀντὶ τοῦ μείζονος, οἶμαι, καὶ προύπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἑλόμενοι καὶ μετέχον μᾶλλον τῶν ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπὶ πλεῖστον δια νηξάμενοι μόλις ὡς τοὺς οἰκείους ἀπεκομίσθησαν. 8 τότε δὴ οὖν οἱ Ῥωμαῖοι Βούζην μὲν τὸν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων καὶ ἀλεξήσοντα ἐς ὅ τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευό μενοι, ὡς μὴ κατὰ ταὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίγνονται ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελ θόντες διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἴ γε συστάδην παρατάξασθαι πειρα θεῖεν. 9 πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ' αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτί νου δυνάμεις· ἀμφὶ δὲ τὸ μεσαίτατον Ἀγγίλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Τζάνους ὁπλίτας, καὶ 111 Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκοντοβόλους. 10 ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρού λων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον τοῖς ἑῴοις τάγμασιν ἐπεφρόν τιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν Ῥωμαίων στρατιὰ ἐν κόσμῳ παρετέτακτο.] Εν 21. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἐξειρ γασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἐπιδρομὰς καὶ οἷον ἐν προβόλου μοίρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ' αὐτῷ, ἅτε δὴ ξύλοις τε πεποιημένῳ καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διερρυηκότι. 2 τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἳ δὴ ἐτύγχα νον ξυνεχέστατα ἐμπεπηγότες, διαλανθάνειν καὶ ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες ῥᾳδίως ἅπαντα ἔπλησαν. 3 νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς τοῦ Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι μετεώρους εἶχον τὰς ἀκάτους καὶ ἀμφ' αὐτὰ δήπου τὰ καρχήσια τῶν ἱστῶν ἀνιμηθείσας καὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῷ ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. 4 ἄνω δὲ στρατιῶται εἱστήκεσαν καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα φέροντες καὶ σφενδόνας μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη ἐσκευασ μένας. 5 ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι ἐπὶ θάτερον μέρος παρῆσαν, ᾧ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλ λόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. 6 ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνήρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγός, Ἐλμίγγειρος ὄνομα, οὗτοι δὴ προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν ἐπακτρίδας τινὰς 112 ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ τῆς ἀεὶ σφίσιν ἑπομένης δυνάμεως καὶ ὡς ἀνωτάτω προελθόντες ἐφρούρουν ξὺν ἀγρυπνίᾳ καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ' ἑκατέ ρας τῆς ὄχθης. 7 καὶ τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν καὶ ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ Ῥωμαϊκαὶ δύο τριακόντοροι, ἃς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ τῶν Περσῶν ἀφῃρῆσθαι, αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας ἔχουσαι Μήδους, ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλῳδίοις τισὶν τῆς γῆς ἐξημ μέναι. 8 νυκτὸς δὲ ἐπιλαβομένης οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων ἀπορρήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη λαβοῦσα καὶ ἐλευθέραν καὶ οὔτε εἰρεσίας ἀντι πραττούσης οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα ἐς τὸ πρόσω καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν Ῥωμαίοις. 9 οἱ δὲ ἐσιδόντες ἄσμενοι εἷλον τὸ θήραμα καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆκεν.
20.4
Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοῖς τοιοῖσδε κακοῖς διανυσθείσης ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι, τότε δὴ ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι τοῦ φρουρίου ἐκβάντες ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. 2 οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες καὶ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις δια κεχαραγμένοι τὰ σκέλη. 3 καὶ ἐπ' ἐκεῖνον μὲν αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καὶ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορ κίαν. 4 οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα καὶ ἐπιέζοντο, πλὴν ἀλλ' οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες ἐπ' ἐκεῖνα δὴ τὰ τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι, Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνήρ, ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ καὶ πλήττει καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἐξετινάχθη ὁ σπαλίων καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου ἀνεκα λύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. 5 καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι κατακοντίζοντες ἔκτειναν, εἷς δέ γε ἀποδράσας ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον τοξευθεὶς διαφθείρεται. καὶ αὐτοῦ καταπεσὼν ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος ἔξω μεθείς, τῷ δὲ πλείονι μέρει πρὸς τὰ ἔνδον παρατεταμένος. 6 τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ καὶ σημεῖόν τι, οἶμαι, τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως 148 τε καὶ ἀπειρηκότες τοῖς πόνοις καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας ἀπαλλαξείοντες, μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· 7 ταῦτα δὴ οὖν λογισάμενοι καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται οὐδὲ περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ τότε γοῦν ἀναμνησθέντες, ἐπρεσβεύοντο εὐθὺς πρὸς Ἰωάννην καὶ ἱκέτευον μὴ σφᾶς πανωλε θρίᾳ διαφθεῖραι μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδοξον τὰ ἐς τὸ θεῖον καὶ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι, τοσαῦτα ἤδη δεινὰ πεπονθότες καὶ μεγίστας ποινὰς ἀναπλήσαντες, καταφλεχ θείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος, ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαρρυῆναι τὸ φῦλον. 8 ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ἱκετείαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυ νεύειν καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηντο. 9 τοιγάρτοι ὁμήρους λαβὼν καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέ ρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισμυρίοις τε καὶ ὀκτακισχιλίοις πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα δὴ οὖν ἀπειληφὼς καὶ λείαν πολλὴν περιβαλόμενος ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. 10 αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκε, κλεινὸν ἅμα καὶ ἀγέρωχον καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον ἀποκομίσας τὸ στράτευμα.
20.5
Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἀμήχανα εἶναι ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο ἀμυντηρίας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς τετρακοσίους, Ῥωμαίων δὲ ὅστις οὐδείς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. 2 μόλις δὴ οὖν Ζαβεργάν τε ὁ ἡγεμὼν καὶ οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειρ γάσαντο. νῦν δὲ οἱ μὲν ἐν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβαλόντες ξυνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. οἰμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. 3 Ῥωμαῖοι δὲ ξὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, κρείτ τονα μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, ἄξια δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος αὐτίκα οἵ γε ἄραντες ἐκ Μελαντιάδος ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. 4 Βελισάριος δὲ καίτοι κατὰ τὸ εἰκὸς οἷός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι καὶ οἷον φυγὴν τὴν ἀναχώρησιν ποι ουμένοις, ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκών, ἀλλ' ἐκ βασιλέως αὐτῷ προστεταγμένον. 5 ἐπειδὴ γὰρ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφίσιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καὶ ἀνύμνουν κατὰ ξυλλό γους, ὡς ὑπ' ἐκείνου περιφανέστατα σεσωσμένοι, τοῦτο δὲ ἔδακε 190 πολλοὺς τῶν ἐν τέλει καὶ ἠνίασε φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνδρα ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. 6 ὧν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος, καὶ οὐδὲ ἐπὶ τοῖς ἤδη πεπονημένοις τιμῆς ἀπώνατο τῆς προσηκούσης· ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τό γε ἐπ' ἐκείνοις, φροῦδα καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. 7 ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμενα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω και ριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δέ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. 8 οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπή σαντες καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκ βάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει καὶ οὐδὲ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.

Intertext edge

Open linked passage

Note