Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ἐν τούτῳ δὲ ὁ Ναρσῆς τῇ Ῥαβέννῃ ἐπιστὰς καὶ τοῖς ἐνταῦθα στρατεύμασιν ὁμιλήσας καὶ πάντα ἐν δέοντι καταστησάμενος ἐς Ἀρίμινον ἐχώρει τὴν πόλιν ξὺν τοῖς ὁπόσοι αὐτῷ καὶ πρότερον εἵποντο. 2 ἐπειδὴ γὰρ Οὐάκκαρος ὁ Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος (τοῦτο γὰρ ὄνομα τῷ παιδί) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις βασιλεῖ τῷ Ῥωμαίων προσεχώρει καὶ ἐς Ἀρίμινον παρῆν ὡς αὐτοῦ τῷ Ναρσῇ ἐντευξόμενος. 3 ὧν δὴ ἕνεκα ἐνταῦθα καὶ ὅ γε ἀφῖκτο, ἐφ' ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος βεβαίους ἐς ὅ τι μάλιστα ἔχοι ξυμ μάχους. 4 ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἳ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες, οὗτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι τούς τε ἀγροὺς ἐσίνοντο καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα· ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. 5 αὐτίκα δὴ οὖν, (αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι) ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾶν, ἀλλὰ τάς τε ἐπελάσεις καὶ ἀναστρο φὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν ἀμφ' αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν ἕπεσθαί οἱ ἐκέλευε. 6 καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες (ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν τε καὶ ἐπήλαυνον ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας 38 σποράδην μὲν οὐκέτι ἠλῶντο οὐδὲ οἶμαι τῆς λείας ἐγίγνοντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζοί, καὶ ἐς φάλαγγα ξυνετάττοντο, βαθεῖαν μὲν οὔ τι μάλα (πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) καρτερὰν δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα ἐν κόσμῳ ξυννενευκέναι. 7 οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμῖξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρα τεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκρο βολιζόμενοι ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας καὶ διαρρῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. 8 ἀλλ' ἐκεῖνοι ταῖς ἀσπίσιν ἄριστα περι πεφραγμένοι ἵσταντο ἀστεμφεῖς καὶ ἀδόνητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες ὥσπερ ἐρύ ματι τοῖς δένδροις ἐχρῶντο, ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλον τες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται.
21.2
Ὁ δὲ (ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαρραλέος) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν Περσῶν ἐντὸς τοῦ φρουρίου ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους, ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. 2 εὑρὼν δὲ κατὰ τὴν πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ Χυτροπώ 68 λια, ᾗπερ αὐτοῖς διετέτακτο, ἀλλ' ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας καὶ ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἄττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. 3 ὅσοι μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνεί ποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο. 4 πλὴν ἀλλ' οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχολαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι· καὶ ὀλί γους μὲν αὐτῶν ἔκτεινον, οἱ δὲ ἄλλοι δρομαῖοι ἔφευγον, καὶ δὴ ἐξαπι ναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. 5 οἱ δὲ στρατηγοί (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο) δεδιότες καὶ οἵ, μὴ σφίσιν οὐ παρ εσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. 6 εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως καὶ οὐ πρότερον ἐπαύ σαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. 7 ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πορείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρα σάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασίν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. 8 Λαζοὶ δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν, οὐ μὴν τῷδε τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καί, οἶμαι, εἰκότως. οἱ γὰρ παρ' αὐτοῖς ἀχθοφόροι ἕκαστον παρασάγγην περαιωθέντες τά τε φορτία τίθενται καὶ σφᾶς αὐτοὺς ἐλάχιστον ἀναπαύουσιν, ἑτέρων δήπου ἀμοιβαδὸν διαδεχομένων, καὶ καθ' ὅσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς δια μετροῦνται καὶ κατατέμνουσιν. 9 εἴτε δὴ οὖν οὕτως εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ τοῦ φρου 69 ρίου ἡ Νῆσος διείργεται. ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἐχυρὸν καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. 10 ὅ τε γὰρ Φᾶσις καὶ ὁ Δοκωνός, ἐκ τοῦ Καυκάσου διακριδὸν καταρρέοντε καὶ πολλῷ τὰ πρῶτα διεστηκότε, ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄπωθεν φέρεσθον, ὥστε ἀμέλει τῶν Ῥωμαίων διώρυχά τινα μηχανησαμένων καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν Δοκωνὸν μετοχετευσάντων τούτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ καὶ ξυνειλῆφθαι τὸν χῶρον. 11 ἐντεῦθεν δὲ αὖθις καμπάς τε καὶ περιελιγμοὺς ποιου μένω οὐκ ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προϊόντε δὲ ἀνὰ τὰ πρόσω ἐς δυόμενον τὸν ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγ μένοι.
21.3
Μετὰ δὲ ταῦτα βασιλεὺς Ἰουστινιανὸς καθελὼν παντάπασι τῆς ἀρχῆς τὸν Μαρτῖνον, ὁ δὲ Ἰουστῖνον τὸν Γερμανοῦ καθίστησιν ἀντ' αὐτοῦ στρατηγὸν αὐτοκράτορα τῶν τε κατὰ τὴν Κολχίδα χώραν καὶ τῶν ἐν Ἀρμενίᾳ ταγμάτων. ἦν μὲν γὰρ αὐτῷ καὶ πρότερον οὐ μάλα πρὸς θυμοῦ πρωτεύειν ἐκεῖνον ἁπάντων καὶ ἐξηγεῖσθαι, ὡς δὴ τῆς κατὰ Γουβάζου ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον.
21.4
Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμός, οἳ δὴ ἐτύγχανον ἐφεδρεύοντες τῇ Χερρονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσ έβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις, πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων. 2 ἡγεῖτο δὲ τούτων Γερμανὸς ὁ Δωροθέου, νέος μέν γε ὢν κομιδῇ καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ δια πρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρική, Βεδεριανὰ μὲν ἐκ παλαιοῦ ὀνομα ζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεύς, ἅτε δὴ κατ' αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειρ γάσατο καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκε προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς σφόδρα οἱ ἐπεφρόντιστο. 3 τοιγάρτοι ὀκταετῆ χρόνον ἐκ γενετῆς διανύων ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα καὶ τημελείας ἀπώνατο πάσης. τοῖς τε γὰρ τῶν γραμματιστῶν 191 ὡμίλει διδασκαλείοις καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν τῆς τῶν Λατίνων μετέσχε παιδείας. 4 ἐπεὶ δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χερρονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστη σάμενος, ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύρροπον καὶ πρὸς τὰς δόξας ἠρμένον ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμ πλάνοιτο, ἀλλὰ μὴ προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους καὶ δημώδεις ὁρμὰς καὶ ἵππων ἁμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἷς ὡς τὰ πολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν χρησίμων ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. 5 τότε δὴ οὖν τῶν Οὔννων τῇ Χερρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίαν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπηβόλῳ τῆς φύσεως εὐστοχώτατα διεγίγνωσκε τὸ συνοῖσον καὶ τοῖς πρεσβυτέροις τῶν ἀμφ' αὐτὸν καὶ πολλοῖς ἤδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι μάλα ξὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. 6 ἐπεὶ δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι οὔτε πρὸς τειχομαχίαν ἐγκείμενοι, ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ λίαν πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι οὕτω τε ἢ θᾶττον ἑλεῖν τὸ χωρίον ἢ μεθεῖναι τὸ λοιπὸν καὶ ἀποπαύ σασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. 7 καὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ τι μάλιστα στερ ροὺς καὶ παχίστους καὶ τούτους ἐπ' αὐτοῖς ἐναρμοσάμενοι καὶ ξυν δήσαντες καλῳδίοις τε καὶ τολύπαις κώμυθας πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκενίδας ὕπερθε κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ διὰ παντός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ μείζοσι δεσμοῖς περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλή λαις καὶ ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ καὶ πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς 192 ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἐπίβασιν καὶ τῷ βάθει ἐς τοσοῦτον διϊκνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκ τήναντο σχεδίας. 8 ὡς ἂν δὲ αὐτοῖς πλοϊμώτεραι εἶεν, οἱ δὲ τὰ ἐμπρόσ θια τούτων ἠρέμα πρὸς τὸ μετέωρον ἐς πρώρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησά μενοι, κωπωτῆρας ἐφ' ἑκατέρᾳ πλευρᾷ καὶ οἷον παρεξειρεσίας αὐτομά τους ἐμηχανήσαντο.

Intertext edge

Open linked passage

Note