Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ἅπαντα ὁ Ναρσῆς βαρβαρικήν τινα στρατηγίαν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο. ἐκέλευε γὰρ τοὺς ἀμφ' αὐτὸν στρέψαντας τὰ νῶτα ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς δὴ δεδιότας καὶ φεύγοντας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦ πεδίου· αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. 2 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν καὶ ἔφευγον. οἱ δὲ Φράγγοι τῇ φυγῇ ἐξηπατημένοι καὶ ἀληθὲς τὸ δέος εἶναι ὑποτοπήσαντες αὐτίκα θαρραλέοι τήν τε φάλαγγα διέλυσαν καὶ τῆς ὕλης ὑπεκβάντες ἐς τὴν δίωξιν ἠπείγοντο. 3 καὶ πρῶτοι μὲν ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τὸν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσον τες ἅπαντι τῷ πολέμῳ. 4 καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι χύδην τε καὶ ἀφύλακτα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ Ῥωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν· οὕτω δή τι ἐγγύτατα τοῦ ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδίῳ ἐσκεδάννυντο τῆς ὕλης ὡς πορρωτάτω ἀποσπασθέντες, τότε δὴ 39 ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ Ῥωμαῖοι τοὺς ἵππους καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες ὑπηντίαζον τοῖς διώκου σιν ἀντιμέτωποι καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ ρει. 6 οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ περιστάν τος κινδύνου καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην αὖθις καὶ τὸ σφῶν στρατόπεδον ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες καὶ οἷον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. 7 ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακό σιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο καὶ ἐπὶ τοὺς σφετέ ρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. 8 Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικό μενος καὶ ἅπαντα τὰ τῇδε ἄριστα διαθεὶς ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν. 40/* ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Β*/
22.2
Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀΐοντας καὶ λοιδορησάμενος ἔγνω μὴ περαιτέρω ἰέναι μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἷός τε ἦν οὔτε ἄλλως παρεσκεύαστο ἐς πολιορκίαν. 2 τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, αἳ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἷον γέφυραν τεκτηνάμενος διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. 3 καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς Πέρσας ἐπιθαρσύνας καὶ ἑτέραν δύναμιν ἐμβαλὼν καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος πάλιν ἔς τε Κοτάϊσιν καὶ Μουχείρισιν ἐπανῆκεν. 4 αὐτίκα δὲ νόσῳ τινὶ πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυ λάξοντας τὰ οἰκεῖα, αὐτὸς δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. 5 καὶ τοίνυν ἐς πόλιν Μεσχιθὰ οὕτω καλουμένην μόλις ἠγμένος καὶ οὐκ ἐνεγκὼν 70 τὸ πάθος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος καὶ οἷος μηδὲ ἐφ' ἵππου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὥσπερ τις νεανίας ῥωμαλεώτατος καὶ οὐκ ἀπη γόρευε πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα· καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττε, τοῖς δὲ οἰκείοις παραινῶν καὶ ἐγκελευόμενος καὶ τὰ πρακτέα ὀρθῶς διατάττων πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. 6 τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ' αὐτὸν ἀνελόμενοι καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.
22.3
Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἄρας ἐκ τοῦ στρατοπέδου τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος καὶ ἀπόπειραν ποιήσασθαι τῶν Ῥωμαίων, εἰ ἐπεξίασι, ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. 2 τότε δὴ οὖν οἱ Πέρσαι, ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵ γε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν Ῥω μαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ καὶ ἀπόμαχοι ἐγίγνοντο. 3 Ἀγγίλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ' αὐτοὺς ταγ μάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον κατὰ χώραν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομά χεσθαι, οἱ δὲ τὴν καθ' αὑτοὺς πύλην ἀναπετάσαντες κατὰ τῶν πολεμίων ἐχώρουν. 4 Θεόδωρος δὲ ὁ τοῦ Τζανικοῦ ὁμίλου ταξίαρχος ἐπεῖχε μὲν τὰ πρῶτα καὶ ἀνέκοπτε τὴν ὁρμήν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς τοῖς πλείστοις, οὔτι ἑκών, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα ξὺν ἐκείνοις, ὡς μὴ ἀποδειλιᾶν νομισθείη τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προΐσχεσθαι· ἤρεσκε 113 μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ τι ἄρα καὶ τελευτήσαιεν. 5 καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφ θάρησαν, εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρείττονος ἐπιρ ρωσθεῖσα. οἱ γὰρ Διλιμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγγα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῇ καὶ ἀνέμενον. 6 ὡς δὲ ἀγχοῦ ἤδη παρῆ σαν, αὐτίκα οἵ γε ἠρέμα τὰ κέρα ὑποκολπώσαντες περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν ἐγκατεῖργον, οἱ δὲ Ῥωμαῖοι πάν τοθεν περιειλημμένοι δρᾶσαι μὲν τὸ λοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολε μίους διενοοῦντο· εὐκτὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴ γε ἀμωσγέπως διαδράσαιεν. 7 καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες καὶ τὰ δόρατα προβεβλημένοι ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φερομένους καὶ οἷον ταῖς ἐλπίσιν ἀπειρηκότας διέστησαν εὐθὺς ἀπ' ἀλλήλων καὶ ἀπεκρίθη σαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. 8 οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ Ῥωμαῖοι κατὰ τὸ παρεῖκον ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου ἐγέ νοντο καὶ τὴν πύλην προσήραξαν. παρὰ τοσοῦτον μὲν κινδύνου ἵκοντο, οὐκ ἐπ' ἄλλῳ τῳ ἀριστεύσαντες ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι.
22.4
Τότε δὴ οὖν ὁ Ἰωάννης ταῖς Ῥωμαϊκαῖς κώμαις ἐπιφοιτῶν, ὁπόσαι ἀνὰ τὴν πορείαν ἐτύγχανον ἱδρυμέναι, καὶ τοὺς οἰκήτορας ἀγείρων, οὗ μὲν βόες ἄφθονοι οὐκ ἦσαν, ὁ δὲ τούτων δεῖσθαι τὸ στρατό πεδον ἐδημηγόρει. καὶ τοίνυν εἴκοσι τάλαντα προφέρων «τοσούτων ὑμᾶς» ἔφασκεν «ἀνάγκη χρημάτων ἀποδόσθαι καὶ μεῖον οὐκ ἔνεστιν. ἀλλὰ τὸ τίμημα δέχεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἅπαντας τοὺς βόας ἀποκομιεῖτε.» 2 τῶν δὲ ἱκετευόντων ἀνεῖναι καὶ ἐπομνυμέ νων, ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι, ἀνένευε μάλα σεμνῶς ὁ κατάρατος καὶ δεινὰ ἐποιεῖτο, εἰ μηδὲ πρίασθαι τῷ στρατηγῷ ἐξείη τὰ ἐπιτήδεια. καὶ ἐς τοσοῦτον ἐνέκειτο χαλεπαίνων, ἕως ἐκεῖνοι τὰ τιμιώτατα τῶν κτημάτων ἀπεμπολήσαντες καὶ χρυσίον, ὅσον οἷόν τε ἦν αὐτοῖς, ἐρανισάμενοι παρέσχον τῷ κακοδαίμονι λύτρα τοῦ ἐπιτάγματος. 3 πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγινόμενος, ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούετο, ὁ δὲ τούτων ἕνεκα ἥκειν ἐβόα καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπεδείκνυε χρυσίον καὶ πάλιν λαβὼν ἀπεχώρει. 4 οὕτω δὴ οὖν ἁπανταχοῦ περινοστῶν καὶ ἀναζητῶν τὰ μὴ παρόντα καὶ μηδὲν μήτε ἀπεμπολήσας πώποτε μήτε πριάμενος μήτε ἄλλως πως ξυμβαλὼν ἠργυρολόγει καὶ εἰσέπραττε τοὺς μηδὲν ὁτιοῦν ἐπωφληκότας, τάχιστά τε ἤδη τὸ ἀρχαῖον ἐδιπλασιάζετο τοῖς προσγιγνομένοις. 5 ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκοντο, ταὐτά τε ἔπρασσε καὶ πρός γε ναῦς φορτίδας οὐκ οἶδα ὅπως ἐπικτησάμενος καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα ξυναθροίζων καὶ πολλὰ ἐλαχίστου ὠνούμενος ἐς τὴν ἀλλοδαπὴν ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ πόας εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ παλιγκάπηλος μέγιστα κέρδη προσεποιεῖτο. 6 ἐκ τούτων δὴ οὖν τῶν πόρων τὰ ξυγκείμενα πρὸς Ἰουστῖνον ἐπετέλει, τάς τε τροφὰς παρεχόμενος καὶ τῷ προτέρῳ χρυσίῳ προσεπιβάλλων. ὁ δέ, καίτοι γιγνώσκων τὰ ποιούμενα πολλάκις τε τῶν λεηλατουμένων ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ προκαλινδουμένων λώφησίν τε γενέσθαι σφίσι τῶν κακῶν ἀντιβολούν των, ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας ἤσθιεν ἀδεῶς ἐκ τῶν ἀδικημάτων καὶ ἥδετο μὲν ἀπριάτην εὐωχούμενος καὶ πρός γε 151 μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστερον ποιῶν τὸ φασκώλιον. 7 ἤμελ λε δὲ ἄρα χρόνῳ ὕστερον ποινὰς μεγάλας ἡλίκας ἀποτιννύναι. εἰ γὰρ καὶ μυρίους μετὰ ταῦτα διήνυσε πόνους καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ τὸν Ἴστρον ποταμὸν τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ' οὐδὲν ἐνθένδε ἡ τοῦ κρείττονος ἐθωπεύετο δίκη οὐδὲ τούτοις ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δέ, οἶμαι, ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. 8 οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν, μετὰ χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν προειργασμένων ἐπιλελήσμεθα. καὶ ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ' ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον ἐπίσταται τὸ πρέπον ἑκάστῳ καὶ ὀφει λόμενον καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν ἡμαρτημένα. 9 ἀλλ' ὁποῖα μὲν ἄττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξυνηνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἡνίκα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον καὶ τοῖς ἑξῆς ἐπιχειρητέα.
22.5
Καὶ τοίνυν οὕτω ἕκαστα ὡς οἷόν τε ἦν αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου. 2 ἐμβάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι καὶ ἀμαθέστερόν πως ταύτῃ ἐρέττοντες ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο πελάγιοι ἠρέμα γιγνόμενοι ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ.

Intertext edge

Open linked passage

Note