Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ὧδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέρσαι νομίζουσι, ταύτῃ τε τῶν σαρ κῶν ἀφαιρουμένων γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιερριμμένα. θήκῃ γάρ τινι ἐμβαλεῖν ἢ λάρνακι τοὺς τεθνεῶτας ἢ καὶ τῇ γῇ καταχωννύναι ἥκιστα θέμις αὐτοῖς. 2 ἐφ' ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταπταῖεν οἱ ὄρνεις ἢ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπα ράξαιεν, τοῦτον δὲ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς τρόπους καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρον ται, ὡς τελεώτατα τεθνηκότα καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. 3 ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα θοῦ χῶρον ἀναβησομένην. 4 οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινὶ δυσκολωτάτῃ πεπιεσμένοι, ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτηρία ξυμπαράκειται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι καί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων καὶ ἀποσοβεῖ τοὺς δαιτυ μόνας. 5 εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχορραγεῖν ἀρχόμενον κατεσθίουσι καὶ προαφαιροῦνται τὴν 71 ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι. 6 πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἰσχνοί τινες καὶ ἐνερόχρωτες καὶ οἷοι δεδίτ τεσθαι τοὺς ἐντυγχάνοντας. 7 εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον καὶ ὑπὸ τοὺς χθο νίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνήθων μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. 8 καὶ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστοι, εἴ γε ὅτῳ δὴ οὖν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὲ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴ που τι παρ' ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νομίμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ καὶ ἐς τὸ πιθανώτερον ἐσκευασ μένοι. 9 καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ καὶ Πέρσαι τὰ παρὰ σφίσιν αὐτοῖς ἔθη αἰτιολογοῦντες ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαί νειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἄν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ' ἂν οὗτοι Ἀσσύριοί τε καὶ Χαλδαῖοι καὶ Μῆδοι, ἀλλ' ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. 10 καὶ γὰρ ἀμφὶ Νῖνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, οὐκ ἄλλον τινὰ ἢ τὸν ἡμέτερον ἀποσώ ζουσαι τρόπον, καὶ εἴτε σώματα εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ ἐκείνων κατὰ τὸν παρ' Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοιά γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα.
23.2
Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκ πλείστου διαπονουμένοις ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομαχούσῃ καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι.
23.3
Ὧδε γὰρ τῶν ἐν Λαζικῇ πραγμάτων ἐχόντων καὶ Ἰουστίνου ἐπὶ πᾶσι στρατηγοῦ καταστάντος, οὔτε οἱ Πέρσαι ὡς ἀναμαχούμενοι παρεσκευάζοντο καὶ μέντοι οὐδὲ οἱ Ῥωμαῖοι ἐπῄεσαν· ἀλλὰ προφυλακὰς μὲν ἀμφότεροι ἐποιοῦντο καὶ τὰ ἀλλήλων βουλεύματα ἐς ὅσον ἐνῆν ἀπεσκόπουν καὶ διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ' ἔμενον ἡσυχῇ, αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διω ρισμένοι. 2 Χοσρόης δὲ ὁ Περσῶν βασιλεύς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸς τῷ Φάσιδι ξυμβεβηκότα καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος ὠμότατα μετῆλθε κατὰ τὸν πάτριον νόμον. 3 οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ' ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέδειρεν ἅπαν μέχρι τοῖν ποδοῖν 152 καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων ἐς τοὔμπαλιν ὑποφαίνεσθαι καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οἰκτρόν τι θέαμα καὶ μιαρώτατον καὶ πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν Χοσρόου Περσῶν βεβασιλευκότι τετολμημένον. 4 τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλούμενα τῷ Φρυγί, ὡς ἔρις αὐτῷ πρὸς Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπιστήμης ὅτι τε ἡσσήθη ἀνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα δικαίως, ἅτε δῆθεν, εἰ μὴ λίαν εὔηθες εἰπεῖν, οἰκείῳ θεῷ ἀνταυλήσας, καὶ ὡς τήνδε ἀνέπλησε τὴν τιμωρίαν τῆς προπε τείας ὑπὸ τοῦ νενικηκότος, ἀποδαρὲν αὐτῷ ἅπαν τὸ δέρμα καὶ ἐπὶ δένδρου ᾐωρημένον· ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν οὔτε τῶν εἰκότων ἐστοχασμένα, εἴ γε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνῃ καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν ἐπαγαγεῖν τῷ ἡττημένῳ. πῶς δὲ ἂν καὶ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρου φαινόμενον τῆς ἀπανθρωπίας τὸ κατηγόρημα; 5 ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾄδουσι καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὧν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενη μένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ αὐτῷ Διονυσιακὰ ἐπωνό μασται, οὐκ οἶδα ἐφ' ὅτῳ ὀλίγα ἄττα τοῦ Ἀπόλλωνος πέρι ἀφηγησά μενος (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι) εἶτα ἐπάγει· Ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας Δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις. 6 ὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο οὔπω τῷ ἀνθρωπείῳ γένει διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς ὀρθῶς ἀναθεω ρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν, ἀλλὰ μὴ ποιητικῇ θεολογίᾳ παρακρουομένοις. 7 ὁ δὲ Σαπώρης ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος καὶ ὀξὺς μὲν εἰς ὀργὴν καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ καὶ συγγνώμην, εἰ μὲν καὶ ἐφ' ἑτέροις αὐτῷ πρότερον τόδε τὸ ἄγος 153 ἐξείργασται, οὐκ ἔχω σαφῶς ἀπισχυρίσασθαι· ὅτι δὲ Βαλεριανὸν τὸν Ῥωμαίων ἐν τῷ τότε βασιλέα προσπολεμήσαντά οἱ καὶ εἶτα νενικημένον, ὁ δὲ ζωγρίᾳ ἑλὼν τόνδε τὸν τρόπον ἐτιμωρήσατο, πολλὴ μαρτυροῦσα ἡ ἱστορία. 8 καὶ τάχα οἱ πρώτιστοι τῶν μετὰ τὴν Παρθυαίων κατά λυσιν τῆς Περσικῆς βασιλείας ἐπιλαβομένων, Ἀρταξάρης, φημί, καὶ Σαπώρης, μιαρώ γε ἤστην ἄμφω καὶ ἀδικωτάτω, εἴ γε ὁ μὲν τὸν οἰκεῖον δεσπότην ἀπεκτονὼς τυραννικήν τε καὶ βίαιον τὴν ἀρχὴν κατεκτήσατο, ἅτερος δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου.
23.4
Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ πρότερα χωρία κατάραντες μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατόν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει 194 τοῦ προτερήματος. 2 τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου πεποίηνται, καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιω μένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. 3 τότε δὴ οὖν ὁ Γερμανός, ἅτε δὴ νεώτατος καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευεν, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον συμπλεκόμενος. τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν, ὡς μικροῦ δεῖν μελλῆσαι ἀπόμαχος ἔσεσθαι· πλὴν ἀλλ' ἡ τῶν ἐφεστηκότων πραγμάτων ἀνάγκη καὶ τὸ μέγεθος τοῦ ἐγχειρήματος ἐγκρατέστερα τῆς ὀδύνης γεγένηται, καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καὶ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρίσασθαι. 4 τότε μὲν οὖν διελύετο ἡ μάχη· καὶ οἱ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινώσκοντες ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις εἶτα μέχρι παντὸς συστάδην διαγωνίζεσθαι. 5 ἐς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγιῶν φθορᾷ καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ' αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πεδία καὶ πρὸς τὸν Ζαβεργάν τε καὶ τὸν ἀμφ' αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττημένους. 6 οἱ δὲ ἀνὰ τὴν Ἑλλάδα πρότερον ἐσταλμένοι οὐδέν τι ἀξιαφήγητον ἔδρασαν, μήτε τῷ Ἰσθμῷ προσβαλόντες μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν τῶν ἐκεῖσε ἱδρῦσθαι τεταγμένων Ῥωμαίων. τοιγάρτοι ἀποχωρήσαντες καὶ οἵδε τῆς ἐπὶ τὴν Θρᾴκην εἴχοντο πορείας, ὡς ἐν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησόμενοι καὶ κοινῇ τὸ λοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. 7 οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγουροι, τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντο οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπείλουν. 8 ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε 195 τὰ λύτρα τῶν ξυνειλημμένων καὶ ὅπως εἰρηναῖοι τὸ λοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καὶ δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο καὶ δὴ καὶ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέλει. 9 οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀνα λαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους.

Intertext edge

Open linked passage

Note