Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Οὔκουν ἐκεῖνοί γε ὧδε ἐγίγνωσκον οὔτε περὶ τὰς ταφάς, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ἐς τὴν τῆς εὐνῆς παρανομίαν ὁποῖα οἱ νῦν ἀκολασταίνου σιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις, υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν ἄν τις σαφέστατα διαγνοίη. 2 λέγεται γάρ ποτε Σεμίραμιν τὴν πάνυ τὴν 72 Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ καὶ ἤδη πειρᾶν τὸν νεανίαν. 3 τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα καὶ τόδε τὸ ἄγος ἀντ' ἐκείνου ἑλέσθαι. καίτοι εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. 4 καὶ τί δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμ προσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν Περσῶν καταλύσεως Ἀρταξέρξην φασὶ τὸν Δαρείου Παρυσάτιδος τῆς μητρὸς παραπλήσια τῇ Σεμιράμιδι παθούσης καὶ ξυγγενέσθαι οἱ ἱεμένης ἀποκτεῖναι μὲν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ καὶ ἀποσείσασθαι, ὡς οὐχ ὅσιον ὂν τοῦτό γε οὐδὲ πάτριον οὐδὲ τῷ βίῳ ξυνειθισμένον. 5 Πέρσαις δὲ τοῖς νῦν τὰ μὲν πρότερα ἔθη σχεδόν τι ἅπαντα παρεῖται ἀμέλει καὶ ἀνατέτραπται, ἀλλοίοις δέ τισι καὶ οἷον νενοθευμένοις χρῶνται νομίμοις, ἐκ τῶν Ζω ροάστρου τοῦ Ὁραμάσδεως διδαγμάτων κατακηληθέντες. 6 οὗτος δὲ ὁ Ζωρόαστρος ἤτοι Ζαράδης (διττὴ γὰρ ἐπ' αὐτῷ ἡ ἐπωνυμία) ὁπηνίκα μὲν ἤκμασε τὴν ἀρχὴν καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶ ναι. Πέρσαι δὲ αὐτὸν οἱ νῦν ἐπὶ Ὑστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον ὁ Δαρείου πατὴρ εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. 7 ἐφ' ὅτῳ δ' ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας παμμιγεῖς τινας καὶ ποικίλας ἐνέθηκε δόξας. 8 τὸ μὲν γὰρ παλαιὸν Δία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ' Ἕλλησι θρυλουμένους ἐτίμων θεούς, πλήν γε ὅτι δὴ αὐτοῖς ἡ προσηγορία οὐχ ὁμοίως ἐσῴ ζετο, ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν Σάνδην τε τὸν Ἡρακλέα καὶ Ἀναΐτιδα τὴν Ἀφροδίτην καὶ ἄλλως τοὺς ἄλλους ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ, τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ Μήδων ἀναγραψαμένοις, ἱστόρηται. 9 νῦν δὲ ὡς τὰ πολλὰ τοῖς καλουμένοις Μανιχαίοις ξυμφέρονται, ἐς ὅσον δύο τὰς πρώτας ἡγεῖσθαι ἀρχὰς καὶ τὴν μὲν ἀγαθήν τε ἅμα καὶ τὰ κάλλιστα τῶν ὄντων ἀποκυήσασαν, ἐναντίως δὲ κατ' ἄμφω ἔχουσαν τὴν ἑτέραν· ὀνόματά τε αὐταῖς ἐπάγουσι βαρβαρικὰ καὶ τῇ σφετέρᾳ γλώττῃ πεποιη 73 μένα. τὸν μὲν γὰρ ἀγαθὸν εἴτε θεὸν εἴτε δημιουργὸν Ὁρμισδάτην ἀποκαλοῦσιν, Ἀριμάνης δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. 10 ἑορτήν τε πασῶν μείζονα τὴν τῶν κακῶν λεγομένην ἀναίρεσιν ἐκτελοῦσιν, ἐν ᾗ τῶν τε ἑρπετῶν πλεῖστα καὶ τῶν ἄλλων ζώων ὁπόσα ἄγρια καὶ ἐρη μονόμα κατακτείνοντες τοῖς μάγοις προσάγουσιν ὥσπερ ἐς ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα διαπονεῖσθαι, ἀνιᾶν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην. 11 γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ πρόσωπα αὐτῷ ἐναπονίζεσθαι μήτε ἄλλως ἐπι θιγγάνειν, ὅ τι μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας.
24.2
Ἀπέβη δὲ ὁμῶς καὶ θάτερον τῶν Μαρτίνου διανοημάτων. ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας καὶ πανταχοῦ περιηγμένος καὶ παρ' αὐτοὺς ἀφῖκται τοὺς Πέρσας, ὡς ἄρα στρατιὰ ἑτέρα Ῥωμαϊκὴ πρὸς τῷ Νεόκνῳ ποταμῷ παραγέγονε καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεμίξεται. 2 ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες, εἰ μέλλοιεν τοσούτοις ἤδη πόνοις τετρυχωμένοι πρὸς νέους ἄλλους καὶ ἀκμῆτας παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχοραγὰν οὐδέν τι μελλήσας καὶ ἴλην τινὰ μετρίαν ἐκ τῶν Περσικῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ' ἣν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὧν ἐτύγχανε τῇ φήμῃ ἐξηπατημένος. 3 οἱ δὲ παραγενόμενοι σπουδῇ τε καὶ ἀγρυπνίᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωρίων ὑπε κρύπτοντο αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν προϊοῦσιν ἐπι πεσεῖσθαι καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ ἐν τῷ ἄστει ἐκπο λιορκηθεῖεν. 4 οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατόν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν Ῥωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος ἦ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. 5 ἐπελέληστο γάρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον ἐφ' ἑκά τερα ῥοπὰς καὶ μεταβάσεις μάλιστά τε πάντων θείας τινὸς καὶ ὑπερτέ ρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν οὐδὲν ἐν αὐτῷ γίγνεται, ἀλλ' ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ καὶ πολιτεία ξύμπασα, οὕτω παρασχόν, ἀνακινεῖται καὶ διαταράττεται καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. 6 ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς 116 ἐργοπόνοις καὶ ὑπηρέταις, οἳ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολε μικῶν μηχανημάτων, τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσαιντο, τοὺς δὲ γιγνώσκειν, ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσὶν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν καὶ ξυνεπιβάλλειν τὴν φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ' ἑαυτῷ βρενθυόμενος εἴχετο τῆς ἐφόδου. 7 Ἰουστῖνον δὲ τὸν Γερμανοῦ (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ πόρρω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα καὶ ἐπιθειάσαι. 8 καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως ὅ τι καρτερόν τε καὶ μαχιμώ τατον, καὶ πεντάκις χιλίους ἱππότας ἀγείρας ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπο μένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. 9 οὕτω δὲ ξυνενεχθὲν οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐ μὲν οὖν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ' ἑτέρωθεν γὰρ ἀφιγμένοι ἀθρόον τῷ περιβόλῳ προσέβαλον πλείονί τε ἢ πρότερον τοξείᾳ ἐχρῶντο, ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς Ῥωμαίους ἐκπλήξοντες καὶ τάχιστα τὴν πόλιν ἀναρπασόμενοι.
24.3
Ἐπεὶ δέ μοι ὁ λόγος διὰ τῶν ἀεὶ παρεμπιπτόντων φερόμενος πάλιν ἐς Ἀρταξάρην ἀφίκετο, καιρὸς ἂν εἴη ἐκπληροῦν νῦν τὸ πρότερον ἐπηγγελμένον καὶ τῶν ἐφεξῆς βασιλέων ἐπιμνησθῆναι. οὗτος μὲν οὖν ἐξ ὧν τε ἔφυ καὶ ὅπως καὶ ὅντινα τρόπον τὴν κίδαριν ἀνεδήσατο, ἤδη μοι ἐς τὸ ἀκριβὲς προαφήγηται. ἐκεῖνο δὲ μόνον προσθείην ἂν ἐπ' αὐτῷ, ὡς ἔτεσιν ὕστερον ὀκτώ τε καὶ τριάκοντα καὶ πεντακοσίοις Ἀλεξάνδρου τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου Ἀλεξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας ἐπιλαβομένῳ τῷ Ἀρταξάρῃ, καθ' ὃν πρότερον ἀπήγγελται τρόπον, διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν μηνοῖν ἐνδεόντοιν. 2 διαδέχεται δὲ τὸ κράτος Σαπώρης ἐκεῖνος ὁ ἐναγέστατος, καὶ διεβίω πρὸς τῷ ἑνὶ τριά κοντα τοὺς πάντας ἐνιαυτούς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους λυμαινό μενος. 3 ἅτε γὰρ τὸν βασιλέα σφῶν ἀνελὼν καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει καὶ δὴ τήν τε μέσην τῶν ποταμῶν ἐδῄωσε χώραν καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην, Κίλικάς τε ἐληΐσατο καὶ Σύρους καὶ μέχρι τῶν Καππαδοκῶν ἐλάσας ἐξαίσιον πλῆθος φόνων κατείργασται, ὡς καὶ τὰ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώ πων καὶ πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἐξανέχοντα, καὶ οὕτω καθιππεύειν ἐν αὐτοῖς καὶ διαβαίνειν ὥσπερ ἐφ' ὁμαλοῦ τὰς ἀκρωρείας. 4 τοῦτον μὲν οὖν οἴκαδε αὖθις ἀφιγμένον καὶ οὐ μετρίως 154 χρησάμενον οἷς ἀσεβήσας ἐτύγχανεν, ἀλλὰ πρὸς ἀλαζονείαν ἀρθέντα πολλήν, ἀπέπαυσεν οὐκ ἐς μακρὰν τοῦ φρυάγματος Ὀδέναθος ὁ Παλ μυρηνός, ἀνὴρ ἀφανὴς μὲν τὰ πρῶτα καὶ ἄγνωστος, ταῖς δὲ Σαπώρου ξυμφοραῖς καὶ οἷς ἔδρασεν ἐπ' αὐτῷ, μεγίστην ἀράμενος δόξαν καὶ πολ λοῖς τῶν πάλαι ξυγγραφέων ἀξιαφήγητος γεγενημένος. 5 τεθνηκότος δὲ τοῦ Σαπώρου Ὁρμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν παραλαμ βάνει καὶ διεβίω ἐν αὐτῇ χρόνον ἐς ὅ τι ἐλάχιστον· ἐνιαυτὸν γὰρ ἕνα καὶ δέκα ἡμέρας τῆς τύχης ἀπώνατο, μηδὲν ὁτιοῦν δράσας ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην, καθά που καὶ ὁ μετ' ἐκεῖνον Οὐαραράνης, τρισὶν ἔτεσι βασιλεύσας. 6 ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι, ἑπτακαίδεκα δὲ κατὰ τὴν βασιλείαν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος Οὐαραράνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς βασιλείας, Σεγὰν δὲ σαὰ ἐπεκλήθη, οὐκ ἀπεικός, οἶμαι, οὐδὲ αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. 7 οἱ γὰρ τῶν Περσῶν βασιλεῖς, ἡνίκα μέγιστον ἔθνος τῶν πλησιοχώρων καθέλοιεν προσπολε μήσαντες καὶ τῆς ἐκείνων ἐπιλάβοιντο χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες ἐφιᾶσιν ἐνοικεῖν τε καὶ ἀροῦν τὴν δοριάλωτον· πλὴν ἀλλὰ τοὺς προτέρους τοῦ γένους ἡγεμόνας οἰκτρότατα καταλύοντες, οἱ δὲ τοῖς σφετέροις παισὶ τὴν τῆς ἀρχῆς προσηγορίαν ἀπονέμουσι, μνήμης, ὡς ἔοικεν, ἕκατι καὶ κόμπου καὶ τῆς ἐπὶ τῷ τροπαίῳ μεγαλαυχίας. 8 ἐπειδὴ οὖν καὶ τὸ τῶν Σεγεστανῶν ἔθνος Οὐαραράνῃ τῷ τοῦδε πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο· δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν βασιλεύς.
24.4
Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι, εἴ γε ὥσπερ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγ μένοι καὶ ἐγγελάσαντες οὐκ αὐτοῦ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ' ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμε ληκότων. 2 ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον· ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκρούεσθαι τὸ βάρβαρον ἐφ' ἑαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο ξυμβαίη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύοντο, ἔστελλε γράμμα παρὰ Σάνδιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. 3 ἐδήλου δὲ τοιάδε ἄττα τὸ γράμμα· «Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ' ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμάσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοῦ μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκώς, συγγνωστέον μέν, ἐπιδείξεις δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. 4 παραγεγόνασι γὰρ ἐνθάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅ τι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρίστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καὶ ἀμφηρίστους τοῖς Οὐτιγούροις ἀποκαλέσοι, οὐδὲ εἰ μετρίῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴ γε σφόδρα πολλῷ. 5 καὶ τοίνυν οὐκ 196 ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν' ἔτος ἕκαστον μισθοῦ χάριν δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο. καίτοι ῥᾴδιον ἦν ἡμῖν ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι ἤ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι· ἀφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. 6 εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἶ καὶ φρενήρης καὶ οἷος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομένοις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι καὶ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, ὥσπερ δι' αὐτῶν σοι ἀπεσταλμένους. 7 εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν ἄγειν ἐθέλεις, δεδιώς, οἶμαι, καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμοσύνην, σὺ μέν, ὦ γενναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ' ἡμῶν δεδωρήσθω. 8 καὶ τὸ λοιπὸν μέθες, εἰ δοκεῖ, τὸ φρόνημα καὶ τοῖς κρείττοσιν εἴκειν διδάσκου· εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς ξυνθήκας μεταθετέον ἡμῖν ἐπ' αὐτούς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν ἐθέμεθα γένος. ἀνόητον γὰρ καὶ ἄλλως τοῖς ἡττωμένοις συναδοξεῖν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.»