Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Πολλοὺς δὲ καὶ ἄλλους θεοὺς ὀνομάζουσι καὶ ἱλάσκονται τοῦτο Ἑλληνικόν θυσίαις τε χρῶνται καὶ ἀφαγνισμοῖς καὶ μαντείαις καὶ τοῦτο Ἑλληνικόν. τὸ δὲ πῦρ αὐτοῖς τίμιόν τε εἶναι δοκεῖ καὶ ἁγιώτατον· καὶ τοίνυν ἐν οἰκίσκοις τισὶν ἱεροῖς τε δῆθεν καὶ ἀποκεκριμένοις ἄσβεστον οἱ μάγοι φυλάττουσι καὶ ἐς ἐκεῖνο ἀφορῶντες τάς τε ἀπορρήτους τε λετὰς ἐκτελοῦσι καὶ τῶν ἐσομένων πέρι ἀναπυνθάνονται. 2 τοῦτο δέ, οἶμαι, τὸ νόμιμον ἢ παρὰ Χαλδαίων ἢ ἐξ ἑτέρου του ἀνελέξαντο γένους· οὐ γὰρ δὴ τοῖς ἄλλοις ξυμβαίνει. ὧδέ πως ἄρα αὐτοῖς ἡ δόξα, ἐκ πλείσ των ὅσων ἐθνῶν ἠρανισμένη, ὡς ποικιλώτατα ξύγκειται. καί μοι τοῦτο οὐκ ἀπὸ τρόπου δοκεῖ γεγενῆσθαι. 3 ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ οἶδα ἐς πλείστας μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν καὶ ἐν ταὐτῷ μένειν ἐπὶ πλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων ἐπικράτειαν δεξαμένην· τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ἰδεῶν τε καὶ νόμων γνωρίσματα σῴζει. 4 πρῶτοι μὲν γὰρ ὧν ἀκοῇ ἴσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος Σεμίραμίς τε αὖ μετ' ἐκεῖνον καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. 5 ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης Βελητάραν τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασιλείαν καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγραπται 74 καὶ Ἀλεξάνδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανάπαλλον, ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀπομαρανθείσης Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀφῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις ἢ καὶ ὀλίγῳ πλειόνων ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνῃ κατέσχε πραγμάτων. οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. 6 Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττετο νόμοις. ἔτη δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς ξὺν Ἀστυάγει παρατάξεις; 7 κρα τήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ ἡ τούτων ἀρχὴ τελεώτατα διερρύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. 8 Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτείνας τὸν Ἀρσάμου τὸν βασιλέα καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέθηκε πολιτείαν. οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε ὄντας, κατασχεῖν ἐπὶ πλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παρα ταξάμενοι τοῦ πλείονος ἕκατι διέλυσαν τὰς οἰκείας δυνάμεις καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας ἐδόκουν. 9 τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μήδων, ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι), ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί γε αὐτούς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. 10 καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπ του ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ' αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος. 75
25.2
Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ καὶ εἶτα ἕτερα καὶ ἄλλα ἐπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυπτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταρραγείσῃ. 2 ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν καὶ βέλη πυρφόρα ἠκόντιζον ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύτ τειν ἐπειρῶντο καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. 3 ἀλλὰ γὰρ καὶ οἱ Ῥωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον 117 ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὥσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. 4 ἥ τε τοῦ Μαρτί νου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργο τάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅντινα τρόπον ἀμυντή ριον μεθιέντες. 5 δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζό μενα τοὺς πολεμίους ἐτίτρωσκεν, ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσ πίπτοντα καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι. λίθοι δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐρρίπτοντο, τὰ πλέγματα καταγνύντες, μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μήδων καὶ τὰς ἀσπίδας κατέθραυον πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν, βιαιότερον ἐνοχ λοῦντες. 6 τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐφεστηκότων οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο, ἅτε ἄνωθεν βάλλοντες, οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα, ἐπὶ πλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων πόρρωθεν ἔτι ἐπερ χομένους ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι καὶ καταπίπτειν ἐξαπιναίως. 7 βοή τε ἐπὶ μέγα ἐπῆρτο καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμ βουν καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμετισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶν θωράκων συντρί ψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. 8 ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεὼ ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ' αὐτὸν ἱππότας συστρέψας καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος τά τε σημεῖα ἐς ὕψος ἀρθῆναι ἐκέλευε καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκον τας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἐξεληλυθότες, ἀλλ' ἐφ' ᾧ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ καὶ ἀπελάσαι τῆς πολιορκίας. 9 ὡς δὲ βραχύ τι προελθόντες κατεῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ, τότε δὴ ἀθρόον ἐμβοήσαντες ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταγμένῳ· ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες τὸ παρεμπῖπτον 118 διέφθειρον, βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι καὶ ταῖς ἀσπίσιν ἐξωθοῦντες παρερρήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον.
25.3
Τούτου δὲ θᾶττον διαφθαρέντος Ναρσῆς εὐθὺς τὴν βασιλείαν ἐνιαυτοῖς μὲν ἑπτά, μησὶ δὲ πέντε μετῆλθε. διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς καὶ κληρονομεῖ τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου ἰσορροπίας. καὶ γὰρ θαυμάσειεν ἄν τις, ὅτι δὴ ἑκατέρῳ ἔτεσί τε καὶ μησὶ τοῖς αὐτοῖς τὰ τῆς ἀρχῆς ἐπιμελέστατα ἐμε τρήθη. 2 ἀλλὰ Σαβὼρ μετὰ τούτους ἐπὶ πλεῖστον ὅσον καὶ μήκιστον χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας, ὁπόσοις 155 καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς ἡ μὲν τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον. ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν ἂν ἀποβαῖεν. 3 τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει τῶν ἐσομένων. καὶ τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον καὶ ὡς πλησιαί τατα προελθοῦσαν τοῦ τόκου ἐκέλευόν τε αὐτοὺς ἐπ' αὐτῇ πρώτῃ μαντεύεσθαι, ἅπερ ᾤοντο ξυνενεχθῆναι. οὕτω γὰρ ὀλίγαις ὕστερον ἡμέραις γνώσεσθαι ἡγοῦντο τὴν πρόρρησιν ἐς ὅ τι χωρήσει ταύτῃ τε εἰκάζειν παραπλησίως ἐκβήσεσθαι καὶ ὁπόσα σφίσιν ἐπὶ τῇ ἀνθρώπῳ προαγορευθείη. ἃ μὲν οὖν αὐτοῖς ἐπὶ τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ' οὕτω ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. 4 γνόντες δὲ ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωται τὰ τῆς τέχνης, προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξ ιέναι. τῶν δὲ φησάντων ἄρρενα παῖδα τεχθήσεσθαι οὐκ ἔτι ἐμέλλησαν, ἀλλὰ γὰρ τῇ γαστρὶ περιθέντες τὴν κίδαριν ἀνεῖπον βασιλέα τὸ ἔμβρυον ὀνόματί τε ἀπέκριναν τὸ ἄρτι ἐκτυπωθὲν καὶ διωργανωμένον, ἐς ὅσον, οἶμαι, διᾴττειν ἔνδον ἠρέμα καὶ ὑποπάλλεσθαι. 5 οὕτω δὲ τὸ ἀφανὲς τῇ φύσει καὶ ἄδηλον ἐς τὸ βέβαιόν τε καὶ ἀνωμολογημένον τῇ δοκήσει μεταλαβόντες ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει, ἐς ἑβδομή κοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. 6 κατὰ δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν Νίσιβις ἡ πόλις ὑπὸ Πέρσαις γεγένηται, Ῥωμαίων μὲν πάλαι οὖσα κατήκοος, Ἰοβιανοῦ δὲ τοῦ σφῶν βασιλέως παραδόντος καὶ προεμένου. ἐν αὐτοῖς γὰρ δήπου τοῖς ἐνδοτέρω χωρίοις τῆς Περσικῆς ἐπικρατείας Ἰουλιανοῦ τοῦ προτέρου Ῥωμαίων αὐτοκράτορος ἀθρόον διαφθαρέντος αὐτὸς ἀναγορεύεται ὑπό τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμίλου. 7 ἅτε δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης καὶ τῶν πραγμάτων, ὥσπερ εἰκός, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ πολεμίᾳ, οὐχ οἷός τε ἦν τὰ 156 παρόντα ἐν δέοντι σχολαίτερον διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ χώρᾳ διαίτης καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου θᾶττον ἱέμενος ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας καὶ ὁποίας μέχρι καὶ νῦν τῇ Ῥωμαίων λυμαίνεσθαι πολιτείᾳ, περιστέλλων ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις καὶ ὑποτεμνόμενος τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. 8 τὰ μὲν οὖν κατ' ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων ξυγγραφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν σχολή, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον.
25.4
Ταῦτα ὁ Σάνδιλχος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἶός τε ἦν τὴν ὀργήν, ἀλλ' αὐθημερὸν ἵετο τίσασθαι τοὺς Κοτριγούρους τῆς ἐς αὐτὸν παροινίας. πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδίως τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης καὶ ἀεὶ κερδῶν γλιχομένη; 2 τοιγάρτοι κινήσας τὸν οἰκεῖον στρατὸν πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει ἐξαπιναίως· καὶ πολλοὺς ὅσους ἀποκτείνας τά τε χρήματα αὐτοὺς τὰ παρὰ βασιλέως καὶ ἅπασαν τὴν λείαν ἀφαιρεῖται. 3 μόλις δὲ οἱ σεσωσμένοι ἐς τὰ σφέτερα ἤθη ἀπονοστήσαντες καὶ κατὰ ταὐτὸ τοῖς ἄλλοις γενόμενοι ἐς πόλεμον τοῖς ἐναντίοις καθίσταντο· οὕτω τε ἐξ ἐκείνου ἐπὶ πλεῖστον ἑκάτεροι διετέλουν κατ' ἀλλήλων τρεπόμενοι καὶ τὴν δυσμένειαν ἐμπεδοῦντες. 4 νῦν μὲν γὰρ ἐφόδους καὶ λεηλασίας ἐποιοῦντο, νῦν δὲ ἐς ἐμφανῆ μάχην παρετάττοντο, ἕως ἑκατέρωθεν αἱ δυνάμεις διαρρυεῖσαι ἀνάστατοι ἄρδην γεγένηνται, ὡς καὶ αὐτὴν δήπου τὴν πάτριον ἐπωνυμίαν ἀποβεβληκέναι. 5 ἐς τοῦτο γὰρ συμφορᾶς τάδε τὰ Οὐννικὰ ἔθνη ἐξώκειλεν, ὡς εἴπερ ἄρα τι αὐτῶν καὶ μεμένηκε 197 μέρος, σποράδην ἑτέροις δουλεύειν καὶ ἐς τὸ ἐκείνων ὄνομα μεταβεβλῆσθαι. οὕτω δή τι αὐτοὺς ἐνεργότατα μετῆλθον αἱ ποιναὶ τῶν προτέρων ἀσεβημάτων. ἀλλ' ἡ μὲν παντελὴς τοῖνδε τοῖν γενοῖν ἀνατροπὴ καὶ κατάλυσις χρόνῳ ὕστερον ξυνηνέχθη, καί μοι εἰρήσεται ἕκαστα προσηκόντως ἁρμοζομένῳ ὡς οἶόν τε τῇ τῶν χρόνων ὁμολογίᾳ. 6 τῆς δὲ στάσεως ἔτι ἀκμαζούσης καὶ κατὰ τὸ Βυζάντιον ἀπαγγελλομένης, τότε δὴ ἅπασιν ἀνωμολόγητο καὶ διαδηλοτάτη ἐδείκνυτο ἡ τοῦ βασιλέως προμήθεια καὶ εὐβουλία, ὅτι δὴ τῶν βαρβάρων ὑπὸ σφῶν διαφθειρομένων αὐτὸς ὅπλα μὴ κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ' ἑκατέρᾳ ῥοπῇ τοῦ πολέμου καὶ ἀπήλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς οἴκοι δεινοῖς ἐνησχολημένοι, οὐκέτι κατὰ Ῥωμαίων χωρεῖν διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτύγχανον ὄντες, τοῖς πλείστοις ἠγνόηντο.