Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρῳχηκότων ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ' ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσρόου τοῦ καθ' ἡμᾶς βασιλεύειν ἤρξατο γένος ἥ τε μέχρι καὶ νῦν παρὰ Πέρσαις κατέχουσα πολιτεία ἐν τῷ τότε ἀρχὴν εἴληφε καὶ οἷον κατάστασιν πρώτην. 2 Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνήρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἀγείρας καὶ ἐπιθέμενος Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ περιθεὶς τὴν κίδαριν καὶ τὴν Παρθικὴν δύναμιν καταλύσας αὖθις τοῖς Πέρσαις τὴν σφετέραν ἀνενεώσατο βασιλείαν. 3 ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν ἀποσῶζον. οὔπω δὲ ἐς τοῦτο τιμῆς τε καὶ παρρησίας ἠρμένον, ἀλλ' ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἔστιν ᾗ καὶ περιορᾶσθαι. 4 δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασιλείαν ὑποσυλήσαντος συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον καὶ αὐτόν τε τὸν Σμέρδιν ἀπέκτειναν καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες ἐκείνῳ ἐτύγχανον ὄντες, ὡς οὐκ ἐξὸν τοῖς μάγοις τῷ βασιλείῳ θάκῳ ἐνωραΐζεσθαι καὶ ἱζάνειν. οὕτω δὲ αὐτοῖς οὐ μιαροὶ ἔδοξαν εἶναι οἱ φόνοι, μᾶλλον μὲν οὖν καὶ μείζονος ἄξιοι μνήμης, ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. 5 νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς τούτων βουλαῖς καὶ προαγορεύσεσι διατάττεται καὶ ἰδίᾳ ἑκάστῳ τῶν συμβαλλόντων ἢ δίκην λαγχάνοντι ἐφίστανται διασκοποῦντες τὰ ποιούμενα καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις δόξειεν ἂν ἔννομόν τε εἶναι καὶ δίκαιον, ὅ γε μὴ ὑπὸ μάγου ἐμπεδωθείη.
26.2
Οἱ δὲ Πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες, ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, καὶ ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀπο κεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. 2 ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι (ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. 3 Ἀγγίλας δὲ καὶ Θεόδωρος, οἱ τῶν Ῥωμαίων ταξίαρχοι, ὧν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρα σάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. 4 οἱ δὲ ἄλλοι Διλιμνῖται ταῦτα ἰδόντες, οἵπερ ᾔεσαν ὡς δὴ τοῖς Πέρσαις πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἐπὶ θάτερα ὑπαντιά ζειν βουλόμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγούμενοι, εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες, πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. 5 ἡ δὲ τῶν Περσῶν στρατιά, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδράσκουσι διανοηθέντες καὶ λογιζόμενοι, ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἴσχους ἀφίκοντο μὴ μεγάλου τινὸς καὶ ἀνυποίσ του περιεστηκότος κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνερράγη. 6 ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, ἀπα τήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. 7 τούτων δὲ γιγνομένων πλεῖστοι 119 ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες λαμπροτέραν τοῖς πολε μίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεστηκὸς διεπονοῦντο. 8 τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρ βάρων οὕτω δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο, οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἵ τε γὰρ ἐλέφαντες ἀντ' ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες διετάραττον αὐτίκα τὸν ξυνασπισμὸν τῶν Ῥωμαίων εἴ που ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, οἷα ἐς ὕψος ἠρμένοι καὶ τῷ ὑπερανέχειν εὐσκοπώτατα βάλλοντες· αἵ τε τῶν ἱππέων ἴλαι διεκτρέχουσαι ῥᾳδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλί ναντες ἀπηλαύνοντο.
26.3
Μετὰ γὰρ Σαβώρην Ἀρταξὴρ ἀδελφὸς ὢν αὐτῷ καὶ μετασχὼν τῆς βασιλείας τεττάρων ἐτῶν χρόνον κατ' αὐτὴν ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο, ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κράτος· ἐν διπλασίοσι δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης ὁ παῖς, ὃς δὴ καὶ Κερμασαὰ ὠνομάζετο. 2 τῶν δὲ τοιού των ἐπικλήσεων ἡ αἰτία ἤδη μοι εἴρηται. καὶ γὰρ Κερμὰ ἔθνους τυχὸν ἢ χώρας ὑπῆρχεν ἐπωνυμία· ταύτης δὲ τῷ πατρὶ τοῦ Οὐαραράνου δεδουλωμένης εἰκότως ὁ παῖς τὴν ἐπωνυμίαν ἐκτήσατο, καθά που πρότε ρον καὶ παρὰ Ῥωμαίοις ὁ μὲν Ἀφρικανὸς τυχόν, ὁ δὲ Γερμανικός, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. 3 ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ῥωμαίοις καὶ περιλάλητος. φασὶ γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον καὶ τὰ μετ' αὐτόν, ὥς πῃ τοῖς ἀνθρώποις νενό μισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι καὶ κηδεμόνι ἐπί τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. 4 ᾄδεται γὰρ οὗτος ὁ λόγος ἐπὶ πλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμῃ παραδο θεὶς τοῖς ἐφεξῆς καὶ μέχρι νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περια γόμενος· γραφῇ δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ' οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευ ται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι ξυγγεγραμμένοις. καὶ οὐδέν, οἶμαι, θαυμαστὸν ἐκεῖνον μὲν ὡς πλεῖστα μεμαθηκότα καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἑτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα, εἴ γε ἄρα δὴ καὶ ἐλάχιστα. 5 ἀλλ' ἐκεῖνο καὶ μάλα θαύματος 157 ἄξιον εἶναι ἡγοῦμαι, ὅτι διεξιὼν τὰ περὶ τούτων οὐχ ἁπλῶς οὕτω τὰ ἐγνωσμένα διέξεισιν, ἀλλ' ἐπαινεῖ τὸν Ἀρκάδιον καὶ ἀποσεμνύνει, ὡς ἀρίστῃ χρησάμενον εὐβουλίᾳ. φησὶ γὰρ αὐτὸν οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. 6 ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογον κρίνειν, ἀλλὰ τῷ ὕστερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχε καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ καὶ γένους ἄρχοντι πολεμιωτάτου καὶ ὅπως αὐτῷ μετῆν πίστεώς τε καὶ δικαιοσύνης ἠγνοη μένῳ καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι τὰ φίλτατα παραδοῦναι; 7 εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτηται, ἀλλὰ μεμένηκεν ἡ τούτου βασιλεία βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττο μένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ τιθηνουμένου, ἐκεῖνον ἂν μᾶλλον ἐπαινε τέον τῆς εὐγνωμοσύνης ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὲν οὖν ἕνεκεν, ὥς πῃ ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. 8 ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς οὐδένα πώποτε κατὰ Ῥωμαίων ἤρατο πόλεμον οὐδὲ ἄλλο τι κατ' αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐς ἀεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβάν, εἴτε καὶ ὡς ἀληθῶς φειδοῖ τοῦ παιδὸς καὶ τῶν κοινῶν τῆς κηδεμονίας νομίμων.

Intertext edge

Open linked passage

Note