Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Λέγεται δὲ τὴν τοῦ Ἀρταξάρου μητέρα Παβέκῳ τινὶ ξυνῳκηκέ ναι, παντάπασι μὲν ἀσημοτάτῳ καὶ σκυτοτόμῳ τὴν τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ καὶ οἵῳ ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσ θαι. 2 ἄνδρα δὲ στρατιώτην Σάσανον ὄνομα διὰ τῆς Καδουσαίων, οὕτω ξυνενεχθέν, πορευόμενον χώρας ἐπιξενωθῆναί τε τῷ Παβέκῳ καὶ 76 ἐς τὸ ἐκείνου δωμάτιον καταχθῆναι. 3 τὸν δὲ ὅτῳ δὴ οὖν τρόπῳ, ἅτε, οἶμαι, μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ ἀρίδηλος καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ ὀλοφύρεσθαι, ὅτι δὴ αὐτῷ οὔτε θυγάτηρ ὑπῆν οὔτε ἀδελφή, οὐ μὲν οὖν οὐδὲ ἄλλο τι γύναιον ὡς ἐγγύτατα ξυνημμένον. τέλος δὲ ξυγκατακλῖναί οἱ τὴν γαμε τὴν καὶ τῆς εὐνῆς ἐπιχωρῆσαι, ὑπεριδόντα μάλα γενναίως τοῦ αἴσχους καὶ τῆς παραυτίκα λώβης τε καὶ ἀτιμίας τὴν μέλλουσαν τύχην ἀνταλ λαξάμενον. 4 οὕτω τε φύντα τὸν Ἀρταξάρην τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ, ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλείαν κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ τε καὶ Παβέκῳ ἀναρραγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ τὸν παῖδα ἐπονομάζεσθαι. 5 μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ' ᾧ δῆτα υἱὸν μὲν αὐτὸν Παβέκου καλεῖσθαι, ἐκ σπέρματος δὲ ὅμως Σασάνου τεχθέντα. οὕτω μὲν τὸν Ἀρταξάρην γενεαλογοῦντες οἱ Πέρσαι ἀληθῆ ταῦτά φασι καθεστά ναι, ὡς καὶ ἐν ταῖς βασιλείοις διφθέραις ἀναγεγραμμένα. 6 ἐγὼ δὲ ἁπάντων τῶν ἐφεξῆς ἀπογόνων, ὅσοι δὴ τὴν ἀρχὴν διεδέξαντο, τά τε ὀνόματα ὀλίγῳ ὕστερον φράσω καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησε χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις παρεῖται καὶ οὐ περὶ πλείστου γεγένηται τὰ τοιαῦτα διερευνήσασθαι. 7 ἀλλὰ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου τυχὸν καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνοτοῦ πρεσβύτου ἀπαριθμοῦνται, τοὺς δὲ παρὰ Πέρσαις (φημὶ δὲ τούτους ἐκείνους, ὁπόσοι δὴ μετὰ τὴν Παρθυαίων κατάλυσιν ἔτυχον βεβασιλευ κότες) οὐκέτι ὁμοίως ἀντιτιθέντες τοὺς χρόνους διευκρινήσαντο, δέον οὕτω ποιεῖν. 8 ἐμοὶ δὲ τὸ ἀκριβὲς καὶ τούτων πέρι ἀναλέλεκται ἐκ τῶν παρὰ σφίσιν ἐγγεγραμμένων, καὶ οἶμαι τῇ παρούσῃ ξυγγραφῇ μάλα προσήκειν ἁπάντων ἐπιμνησθῆναι. καὶ τοίνυν προϊὼν ἐπιμνήσομαι, ἡνίκα ἂν δεῖν οἰηθείην, εἰ καὶ ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐ δὲν ὅ τι ἀξιαφήγητον εἰργασμένων. 9 τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ὡς ἐννέα τε καὶ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν ἐς τὸ πέμπτον τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας, καθ' ὃν δὴ χρόνον 77 οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι διεφέροντο καὶ τὸν Μερμερόην ἀπο βιῶναι ξυνηνέχθη. διήνυστο δὲ ἄρα ἐν τῷ τότε Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴκοσιν ἔτη Ῥωμαίων κρατοῦντι.
27.2
Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ὄγναρις ὄνομα, ἐν στενοτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅ γε ἀπειρηκὼς τοῖς ξυνενεχ θεῖσι καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος ἐπιόντα οἱ δεινῶς τὸν θρα σύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρῦν τῷ δόρατι καὶ ἐμπήγνυσι τὴν αἰχμήν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. 2 ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδινούμενος τήν τε προνομαίαν νῦν μὲν ὥσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν Περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείνων τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. 3 αὐτίκα δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε καὶ ἐμπατήσας διέ φθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἷς ἂν ἐμπελάσειε, καὶ τοῖς ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. 4 καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους ὁπλὰς μετεωρί ζοντες ἐξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐξήλ λοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. 5 τῶν δὲ ἀνδρῶν ἐς 120 ἑαυτοὺς ἀναχωρούντων ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγ κωνιζομένων καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐκτείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. 6 οὕτω δὲ τῆς ταραχῆς ἐπὶ μέγα ἰούσης οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπει ραθέντες καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι ἐμ πίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. 7 οἱ δὲ τῷ ἤδη προ πεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκόντες ὠκύτατα ἔφευγον, οὐδὲ τοῦτο δρῶντες ἐν τάξει οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, ἀλλ' ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥς πῃ ἑκάστῳ προὐχώρει. 8 ὁ δὲ Ναχορα γάν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπ ληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς τάχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. 9 οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος ἀποχρῆναι ἡγούμενος ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι καὶ τὸν θυμὸν ἐξημέρου. 10 οὕτω τε οἱ Πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.
27.3
Ἐκείνου δὲ τεθνηκότος Οὐαραράνης ὁ υἱὸς προστὰς τῆς ἀρχῆς εἰσβολὴν μὲν κατὰ Ῥωμαίων πεποίηται· φιλίως δὲ αὐτὸν καὶ ὑφειμένως τῶν ἐν τοῖς ὁρίοις ἱδρυμένων στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη καὶ ἐς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας οὔτε ἄλλως τὴν χώραν σινάμενος. 2 εἴκοσι δὲ κρατήσας ἐνιαυ τοὺς παραδίδωσι τὴν βασιλείαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιδί, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα καὶ μηνῶν δήπου τεττάρων. 3 Περόζης δὲ μετ' ἐκεῖνον ἀναδείκνυται βασιλεύς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στερρῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο, ἀλλὰ πλέον ἦν ἐν αὐτῷ τοῦ βουλευομένου τὸ θρασυνόμενον. 4 ἀπόλωλε δὴ οὖν κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν, ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ αὐτὸν ξὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι τὰς ἀδήλους 158 ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχανημέναις, αὐτοῦ τε ξὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς, ἅτε δὴ ὑπὸ τῶν Οὔννων κατεστρατηγημένος· Οὐννι κὸν γὰρ γένος οἱ Νεφθαλῖται. 5 Οὐάλας δὲ ὁ τούτου ἀδελφὸς ἐπὶ τὴν ἀρχὴν ἀναβὰς οὐδέν τι φαίνεται ἀξιαφήγητον δράσας πολέμων ἕνεκα καὶ παρατάξεων, οὐ μόνον τῷ πρᾶος εἶναι τοὺς τρόπους καὶ ἤπιος καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ δυσμενείας οὐ μάλα διανιστάμενος, ἀλλ' ὅτι καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. 6 ἐπὶ τούτῳ δὲ Καβάδης ὁ Περόζου τῶν Περ σικῶν πραγμάτων κρατήσας πολλοὺς μὲν κατὰ Ῥωμαίων πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καὶ κινδύνοις ἐγκαλινδούμενος. 7 ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσευτος καὶ οἷος ἀνακινεῖν τὰ καθεστῶτα ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν καὶ παρατρέπειν τὰ πάλαι ξυνειθισμένα. λέγεται δέ, ὡς καὶ νόμον ἔθε το κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, ἀλλ' ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγχάνειν, εἰ καὶ ἑτέρῳ τῳ ξυνοικοῦσα καὶ ἀποκεκριμένη ἐτύγχανε.