Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Ἀλλὰ γὰρ βραχέα ἄττα περὶ Χοσρόου διεξελθὼν αὐτίκα ἔγωγε ἀνὰ τὰ πρότερα καὶ δὴ ἐπανήξω. ὑμνοῦσι γὰρ αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας, μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ' ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν ξυγγραμμάτων. 2 καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων καὶ οὔτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων οὔτε ὁ Γοργίας, οὐ μὲν οὖν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. 3 ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσο τάτῃ ἀποσωθῆναι; 4 πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγανωμένος δίαιτάν τε λαχὼν ἐς ὅ τι βαρβαρικωτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἤμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; 5 εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἁμῆ γέ πῃ ἀπογεύεσθαι λόγων καὶ τῇ περὶ ταῦτα γάνυσθαι δόξῃ, ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. 6 ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονον 78 ουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιγνώσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ τοῦ περιπάτου ὁρίζονται, οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ.
28.2
Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες τούς τε σπαλίωνας ἐνέπρησαν καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέ λειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης ἀρθείσης οἱ τὴν ὕλην κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν ἐς ὕψος ἀνέρποντα καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὥς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. 2 τοιγάρτοι ξὺν πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς ἀφικέσθαι. ἅμιλλά τε ἦν αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι ξυμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκό μενοι κατεκτείνοντο, ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπο 121 λώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. 3 τοσούτοις ἀνδράσιν ἐργοπόνοις καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν ἔς τε παράτα ξιν οὐπώποτε ἀφιγμένοις αὐτομάτου τινὸς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. 4 τούτων δὲ ὧδε ξυνενεχθέντων οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστα, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι, εἴ γε ἄρα καὶ ἀναμαχεῖσθαι οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι), τούτους δὲ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθυμίας ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους. 5 τοὺς δὲ τῶν πολε μίων νεκροὺς σκυλεύσαντες ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρη μάτων περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ στρεπτοὺς γὰρ παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια καὶ ἄλλα ἄττα τοιάδε θηλυπρε πῆ ποικίλματα καὶ περίεργα, ὁποίοις οἱ ἐντιμότεροι τῶν Μήδων ἐναγ λαΐζονται, τοῦ μᾶλλον εἶναι ἀρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσ θαι. 6 ὁ δὲ Ναχοραγάν, ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι καὶ ἐς τόδε ξυσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ στάδιον καὶ ἐς ἐκείνους ὁρᾶν τοὺς Ῥωμαίους ἀναπείσας ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅ γε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. 7 ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληλύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τάξιν εὐκο λώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. 8 παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη Περσικὴ ἀπόμοιρα, οἳ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ᾗπέρ μοι ἤδη ἐρρήθη. 9 γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ Πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκρά τουν, αὐτίκα οἵ γε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων 122 ἀποκεκριμένην διανύσαντες ἐς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι ἀκλεέστερον μετειληφότες. 10 ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυνα γηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς δυνάμεως καταλιπὼν ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ Πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν ὡς ἐκεῖσε διαχειμάσων. 123/* ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Δ*/
28.3
Καὶ τοίνυν θαμὰ τοῦτο ἐννόμως ἐξημαρτάνετο, χαλεπαινόντων περιφανῶς τῶν δυνατῶν καὶ οὐκ ἀνεκτὸν ἡγουμένων τὴν ἀτιμίαν. ἀλλ' οὗτος γὰρ αὐτῷ ὁ θεσμὸς ἐπιβουλῆς τε καὶ καταλύσεως αἰτιώτατος γέγονεν. τοιγάρτοι ξυμφραξάμενοι ἅπαντες καὶ διαναστάντες καθαι ροῦσί γε αὐτὸν τῆς ἀρχῆς τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ καὶ ἐς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. 2 τὸ δὲ τῆς βασιλείας κράτος μετάγουσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον καὶ ἄλλως πραό τητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν τὸ λοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. 3 ἀλλ' ὁ Καβάδης οὐκ ἐς μακρὰν 159 ἀποδράσας, εἴτε τῆς γαμετῆς αὐτῷ ξυλλαβομένης τοῦ δόλου, ὡς Προκό πιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ χρησάμενος τρόπῳ, ἀποδράσας δὲ οὖν ὅμως καὶ ὑπεκβὰς τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας καὶ γίνεται τοῦ ἐκείνων βασιλέως ἱκέτης. 4 ὁ δὲ τὰς ἀτάκτους ῥοπὰς τῆς τύχης διανοησάμενος προσίετό γε αὐτὸν μάλα εὐμενῶς καὶ διετέλει παρηγορῶν καὶ παραιρού μενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς τὰ ἀμείνονα τὸ φρονοῦν ἀναρρωννύσῃ καὶ πρός γε τραπέζῃ δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτεινομένῃ καὶ ἐφεστρίσι τι μίαις καὶ τούτοις δὴ ἅπασι τοῖς εἰς φιλοξενίαν προχειροτάτοις· ὀλίγῳ δὲ ὕστερον καὶ τὴν θυγατέρα κατεγγυᾷ πρὸς γάμον τῷ ξένῳ καὶ στρα τιὰν αὐτῷ πρὸς τὴν κάθοδον ἀποχρῶσαν παραδοὺς ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καθελοῦντα καὶ τὴν προτέραν εὐδαιμονίαν ἀνακτησό μενον. 5 ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνθρώποις αἱ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, καὶ πρὸς τὴν ἐφ' ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύθη, καὶ ταῦτα ἐν χρόνῳ μετρίῳ. 6 ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης, ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς φυγὰς καὶ μέτοικος καὶ ἱκέτης, ἐκ δὲ ἱκέτου καὶ ξένου κηδεσ τὴς βασιλέως καὶ οἰκειότατος· εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη ἀνείληφε πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὥσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ' εὑρὼν ἔτι σχολάζουσαν καὶ οἷον ἐκδεχομένην. 7 ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον ξὺν τῷ ἀσφαλεῖ ἀνθελέσθαι· καὶ προὔλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. 8 ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον ἐς τριάκοντα ἑτέ ρους ἐνιαυτοὺς διέμεινε τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς ξύμπαντας καθεστάναι, ὁπόσους ἐν αὐτῇ ἐπεβίω. 160