Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ἀνὴρ γάρ τις Σύρος τὸ γένος, Οὐράνιος ὄνομα, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην μὲν ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετ ιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγί γνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλόγους. 2 πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς καὶ ἐν τοῖς τῶν βιβλίων ἥμενος πωλητηρίοις διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁποῖον δή τι αὐτοῖς ἥ τε φύσις ἐστὶ καὶ ἡ οὐσία, καὶ τὸ παθητὸν καὶ τὸ ἀξύγχυτον καὶ ἄλλα τοιάδε. 3 τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ, οἶμαι, φοιτήσαν τες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, τὸ λεγόμενον, πόδα τείνειν καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου καὶ μείζονος ἢ κατ' ἀνθρώπους καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. 4 τοιγάρτοι τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκός, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρχονται λόγων καὶ ζητήσεως θεσπεσίας ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες οὔτε πείθονται ὑπὸ σφῶν οὔτε ἄλλως μετα μανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα ἄττα καὶ τύχοιεν ὄντα. 5 ἔχονται δὲ διὰ παντὸς τῶν αὐτῶν οἱ αὐτοὶ καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ' ἀλλήλων καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύεται αὐτοῖς ὁ ἀγών, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ' ὁπωστιοῦν ἢ ὀνηθέντες, ἔχθιστοι δὲ ἀντὶ φίλων γεγενημένοι. 6 ἐν τούτοις δὲ τὰ 79 πρῶτα λαχὼν ὁ Οὐράνιος, ὥσπερ ὁ παρ' Ὁμήρῳ Θερσίτης, ἐκολῴα καὶ μακρηγορῶν οὐκ ἀνίει. καίτοι οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο, ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτῃ θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρί νασθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ξυνεχώρει ἐν κόσμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττε τὸ σαφὲς καὶ τὴν εὕρεσιν ἀνεσόβει. 7 ἠβούλετο μὲν γὰρ τὴν ἐφεκτικὴν καλουμένην ζηλοῦν ἐμπειρίαν κατά τε Πύρρωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ' οὐδὲ ταῦτα ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ ἐλάχιστόν τι θηρᾶσαι καὶ τοὺς οὐδαμῶς παιδείας μετειλη χότας ἐξαπατᾶν δύνασθαι καὶ παράγειν.
29.2
Τὸ μὲν οὖν ἀκριβὲς τῶν ἐπ' αὐτῷ πρότερόν τε καὶ ὕστερον συμπεσόντων ἤδη τοῖς πάλαι σοφοῖς ἐν ἱστορίας διεκπεπόνηται τρόπῳ· ὃ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἄξιον δὲ οἶμαι γιγνώσκειν καὶ ἐπιση μήνασθαι, καλὸν ἂν εἴη προσθεῖναι. 2 θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ κατ' ἐκεῖνο τοῦ καιροῦ παρά τε Ῥωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὥσπερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ῥωμαίων βασιλεὺς ὁ Ἴσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσεος ἐπωνομάζετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευθείς, συνεργούσης ἐς τὰ μάλιστα καὶ Βηρίνης, ἐκπέπτωκε τῆς ἀρχῆς καὶ ἐξελήλαται καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ' ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια καὶ Βασιλίσκον τὸν τυραν νήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν καὶ τοῦ σχήματος ἀφελόμενος διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖ στον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὅμως ἀπεβίω. 3 κατὰ ταὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἑσπέρας βασιλεὺς ὁμοίαις ἢ καὶ μείζοσιν ὡμίλησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου φενακισθεὶς πέφευγεν ἐκ τῆς Ἰταλίας, ἀποβεβληκὼς μὲν τὴν ἁλουργίδα, οὐκέτι δὲ αὐτὴν ἀντανείλετο, ἀλλ' ἐν ἰδιώταις τε λῶν διεφθάρη. 4 οὕτως ἄρα ἐν τῷ τότε μεταβολὰς παραλόγους κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. 5 τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ παρὰ Ῥωμαίοις βασιλείας Χοσρόης ὁ πάνυ ὁ καθ' ἡμᾶς διαδέχεται τὴν πατρῴαν ἀρχήν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὲν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. 6 ὡς ἂν δὲ τὸ ξυνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθείη, τοσοῦτον ἐρῶ πρὸς τὸ παρόν, ὡς ἐς ὀκτώ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους 161 ἐχόμενος πολλὰς ἀνεδήσατο νίκας, καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴ γε τῷ παντὶ ἐκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου οὐδὲ Δαρεῖον τὸν Ὑστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. 7 πλὴν ἀλλὰ τοιοῦτός γε ὤν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονε καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριωτάτη. ἐτύγχανε μὲν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. 8 Μαυρίκιος δὲ ὁ Παύλου, ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ῥωμαίων βασιλέως ἄρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος, ἐσέβαλεν ἀθρόον ἐς τὴν Ἀρξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καὶ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δῃῶν ἅπασαν ἀφειδῶς καὶ ληϊζόμενος. περαιωθεὶς δὲ τὰ ῥεῖθρα τοῦ Ζίρμα ποταμοῦ ἀνὰ τὰ πρόσω ἔτι ἐχώρει καὶ τὰ ἐν ποσὶν ἐλεηλάτει καὶ ἐνεπίμπρα. 9 οὕτω δὲ αὐτοῦ ἄρδην ἅπαντα καταστρεφομένου καὶ ξυγκυκῶντος ὁ Χοσρόης, (οὐ πόρρω γὰρ ἦν, ἀλλ' ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα) οὐκ ἤνεγκε τὴν ὄψιν τοῦ πολεμίου πυρός, ἐπεὶ μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος οὔτε ἀντεξῄει οὔτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου περιαλγήσας καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. 10 καὶ τοίνυν φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι βασίλεια καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος οὐκ ἐς μακρὰν καταλύει τὸν βίον.