Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Πρόσοικοί τε γάρ εἰσι τῇ Ἰταλίᾳ καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ' ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί. δῆλον δέ· ἀμφὶ Ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ' ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. 2 ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐξ Ἀσίας ὑπὸ Μήδων ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ Ὑστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἐξ Ἑλληνίδοςἐστὶ βαρβαρική· τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν τοῖς τῶν κρατούντων χρῆται νομίμοις. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα. 3 εἰσὶ γὰρ οἱ Φράγγοι οὐ νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείᾳ ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ καὶ νόμοις τοῖς αὐτοῖς καὶ τὰ ἄλλα ὁμοίως ἀμφί τε τὰ συμβόλαια καὶ γάμους καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. 4 Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτῃ χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς καὶ τὰς ἑορτὰς ὁμοίως ἡμῖν ἐπιτελοῦσι καὶ ὡς ἐν βαρβάρῳ γένει ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοί τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. 5 ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καὶ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καὶ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὲν δὴ καὶ ἐν τῷ κατ' ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ' ἀλλήλων οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαί νειν. 6 καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκός, ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ' ἐκείνοις, εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὅ τι τοιόνδε ξυμφέρεται. 7 ἀλλ' εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολεμήσοντες καὶ τοῖς ὅπ 12 λοις διακριθησόμενοι καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύ νην μεταχωροῦσι καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι, εἰ δὲ μή, μόνους ἐκείνους ἀγωνίζεσθαι καὶ ἐν σφίσιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι καὶ τὰ ὅπλα τίθενται, καὶ τὸ λοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης φοιτήσεις τε παρ' ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ φροῦδα οἴχεται τὰ δεινά. 8 οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δίκαιον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ πειθήνιον. ταῦτά τοι καὶ διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες καὶ νόμοις χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ τι ἀποβεβληκότες, πλεῖστα δὲ ὅσα ἐπικτησά μενοι. δικαιοσύνη γὰρ καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον.
2.2
Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενεί μαντο τέτραχα τὴν βασιλείαν κατά τε πόλεις καὶ ἔθνη, ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι. 3 οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουρ γουζιώνων ἐπιστρατεύσας (γένος δὲ τοῦτο Γοτθικὸν αὐτουργόν τε περιφανῶς τὰ πολέμια), ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὰ στέρνα τυπεὶς ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ ἐπειδὴ τὴν κόμην οἱ Βουργουζί 13 ωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀπεκτονό τες. 4 θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ' ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ μάλα ἐπὶ τῶν ὤμων οἱ πλόκαμοι, ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι ἐφ' ἑκάτερα φέρονται, οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβάρων ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες καὶ ἐνέρσει ἀπρε πῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσπερ τι γνώρισμα καὶ γέρας ἐξαίρετον τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται, ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται καὶ κομᾶν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. 5 τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζίωνες ἀποτε μόντες καὶ τοῖς ἀμφ' αὐτὸν στρατεύμασιν ἀναδείξαντες ψοφοδεεῖς αὐτίκα πεποίηνται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα κατεπτηχότες τε ἦσαν καὶ οἷοι οὐκέτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾗπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ' αἷς ᾤοντο χρῆναι ξυνθήκαις, ὁ πόλεμος διελέλυτο· τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. 6 οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.
2.3
Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα ἤδη τε τὸ ἔαρ παρῳχήκει καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθα ρίῳ μέν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι καὶ τοῦ ὄλβου ἐμπίπλασθαι. ἔστελλε δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα τῷ 42 πολέμῳ καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. 2 Βουτιλῖνος δὲ καὶ ὅτι ὠμωμόκει τοῖς Γότθοις ἦ μὴν ξυνάρασθαι αὐτοῖς τὸν πρὸς Ῥωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπι θρυλοῦντες, ἐδόκει οἱ μενετέα εἶναι καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. 3 Λεύθαρις δὲ ἅμα τῇ ἀμφ' αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, βεβουλευ μένον αὐτῷ, ἐπειδὰν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ καὶ οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα, ξυλληψομένους αὐτῷ τοῦ κινδύνου. ἀλλ' οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. 4 ἤδη γὰρ αὐτῷ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερχομένῳ μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδὲν ὅ τι ἀντίπαλον ξυνηνέχθη· ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν, ἔστειλε δὲ εὐθύς, ὥσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καί, εἴ που πολέμιοι φανεῖεν, ἀμυνουμένους. 5 Ἀρτα βάνης δὲ καὶ Οὐλδὰχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ ἐς Πίσαυρον τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευ τὰς ἐθεάσαντο ἐν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπου καὶ τῇ κροκάλῃ πορευομένους, ὑπεκβάντες τοῦ ἄστεος ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι παίοντες διεχρῶντο, ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπερρωγὸς τῆς ἠιόνος ἀναβάντες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες ἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. 6 ἐπῆρ ται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ εὐεπίδρομον οὐδὲ οἶον τοῖς ἐπ' ἄκρου γιγνο μένοις εὐκόλους παρέχειν τὰς καταβάσεις, ἀλλ' ὀλισθηρὸν ὡς τὰ πολλὰ 43 καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. 7 οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν Ῥωμαίων ἐπελευσομένων. 8 αὐτός τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν ἀναλαβόντες τὰ ὅπλα ἐς φάλαγγα καθίσταντο βαθεῖάν τε καὶ ἐπὶ μέγα παρατετα μένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοί τε γὰρ ὡς τάχιστα διεδίδρασκον καὶ τῶν λαφύρων ὁπόσα οἷόν τε ἦν ἐς τὰ ἐχόμενα φρούρια διεκόμισαν.
2.4
Τότε γὰρ ὁ Χοσρόης, ἠγγελμένον αὐτῷ ὡς τεθνηκὼς εἴη ὁ Μερμερόης, περιήλγησε μέν, ὥσπερ εἰκός, τῇ ξυμφορᾷ καὶ ἠνιάθη, ὡς ἂν δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅ γε στρατηγὸν τὸν Ναχοραγὰν ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ ὀνομαστοτάτων. 2 καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη ἐχώρει· ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἄττα καὶ ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. 3 ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι, ὥσπερ μοι πρότερον ἐρρήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες καὶ τὰ πράγ ματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις, Γουβάζης ὁ τῶν Λαζῶν βασιλεύς, οὐκ ἀνεκτὸν ἡγούμενος τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον, μή τι καὶ πέρα τούτων ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐξήγγειλεν ἕκαστα, καταιτιώμενος τοὺς στρατηγοὺς καὶ ἅπαν τὸ ξυνενεχθὲν ἐς τὴν ἐκείνων ἀνάγων ἀβελτερίαν, καὶ πλέον ἐπεκάλει τῷ Βέσσᾳ καὶ μετ' ἐκεῖνον Μαρτίνῳ καὶ Ῥουστίκῳ. 4 οὗτος δὲ ὁ Ῥούστικος ἦν μὲν Ἑλληνογαλατης τὸ γένος, παρῆν δὲ αὐτόσε οὐχ ὥστε στρατηγὸς ἢ ταξίαρχος ἢ ἄλλο τι εἶναι τῶν παρατάξεων μέρος, ταμίας δὲ μόνον τῶν βασιλέως χρημάτων, οὐ μὴν τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων (ἄλλῳ γάρ τῳ ταῦτα ἐπετέτραπτο), ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλείων θησαυρῶν ἐ πεπόμφει, ἐφ' ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα κομίζεσθαι γέρα. 5 ἐντεῦθέν τε οὐκ ἄσημος ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ λίαν τῶν δυνατωτάτων, ὡς καὶ κοινωνὸς εἶναι τῶν ἀπορρήτων βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα ἂν ἐκεῖνον ἀρέσκῃ. 6 Ἰουστινιανὸς δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Μερ μερόην, δέον αὐτὸν τὰς ἐξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι, συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβατα τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώ νης, ἀργυρολογῶν δὲ περιενόστει τὰς πόλεις τὰς ὑπ' αὐτῷ τεταγμένας· 7 ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς καὶ πρός γε ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα, 86 ἕως ἂν ἕτερόν τι ἐπ' αὐτῷ διανοηθείη. 8 τῷ δὲ Μαρτίνῳ πολλὰ νεμεσήσας, ὅμως αὐτῷ τὰ πρωτεῖα τῆς ἡγεμονίας παρέσχετο· καὶ ἦν ἐν τοῖς στρατηγοῖς πρώτιστος μὲν αὐτός, Ἰουστῖνος δὲ δεύτερος καὶ Βούζης αὖ μετ' ἐκεῖνον καὶ ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. 9 ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζην διέκειτο, ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ καὶ ἀλογίστῳ τῆς ὑποψίας. 10 ἅπαν γὰρ ὁτιοῦν ὑπ' αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἐξετάζοντες καὶ πάντως ἀχθόμενοι ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπερρώννυον. 11 ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος καὶ τὸ λοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ ἀλαζόνας καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο, οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες καὶ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι καὶ γιγνώσκοντες, ὡς οὐκ ἀνήσει διελέγχων, εἴ που καὶ αὖθις σφαλεῖεν, ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τίσαιντό τε αὐτὸν τοῦ φθάσαντος πέρι καὶ τὸ λοιπὸν οὐδὲν ὅ τι δειμαίνοιεν.
2.5
μακρὸς δὲ αὐτοῖς ἢ κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβάλλοντες οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρ κουν, ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. 3 οἱ γὰρ Ῥωμαῖοι ἐτύγ χανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο. τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποι οῖντο. 4 ἐκείνης μὲν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο ἐπράχ θη, ἀλλὰ νυκτὸς ἐπιφοιτώσης ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ 114 στρατόπεδον ἐπανῆκεν. 5 τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος τά τε τῶν οἰκείων φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆξαι ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν Ῥωμαίων στρατιάν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως καὶ οἷος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. 6 λαβὼν δὲ τοῦτο ἀσμενέστατα δῆθεν ὁ στρατηγὸς καὶ ἀνελίξας οὐκ ἐν ἀπορρήτῳ καθ' αὑτὸν ἀνελέγετο οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ εἰσῆγε τὰ γεγραμμένα, ἀλλ' ἀνεβόα λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. 7 καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο· ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· «ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχά νοιεν ὄντες, ἀλλ' οὐκ ἐς τοσοῦτον ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἀνδρείᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. 8 ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγαλαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατόν, ὥσπερ φιλοτιμίας μᾶλλον καὶ ἐπιδείξεως ἀλλ' οὐ τοῦ ἀναγκαίου χάριν ἀπεσταλμένους. θαρρεῖν τοίνυν καὶ ἔργου ἔχεσθαι ξὺν προθυμίᾳ, ὡς ἡμῶν οὐδὲν ὁτιοῦν τῶν δεόντων περιοψομένων.» 9 εὐθὺς δὴ οὖν ἀνεπυνθάνετο, ὅποι εἴη τὸ στράτευμα. ὁ δὲ «οὐ πόρρω» εἶπεν «ἀφεστήκασιν ἢ μόνον τέτταρσι Λαζικοῖς παρασάγγαις.» καταλελοιπέναι γὰρ αὐτοὺς ἀμφὶ τὸν Νέοκνον ποταμὸν ἔτι αὐλιζομένους. 10 καὶ ὁ Μαρτῖνος ὀργήν τινα τῷ προσώ πῳ ὑποκρινόμενος «ἀπίτωσαν αὖθις» ἔφη «ὡς τάχιστα καὶ οἴκαδε ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκ πλείστου ἡμῖν ξυστρατευομένων πολὺν ὅσον χρόνον διαπονηθέντων καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων ἤδη τε οὐ πόρρω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον καὶ τελεωτάτην ἀναδήσασθαι νίκην, οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου παρέσονται καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας· καί, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπ' ἴσης τοῖσδε καρπώσονται. 11 ἀλλ' ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρα σκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου 115 ἄριστα κατεργάσασθαι.»
2.6
Τότε δὲ Ῥούστικός τε καὶ Ἰωάννης ἐκ τοῦ δεσμωτηρίου ἠγμένω ἀνὰ τὸ λαιὸν μέρος ἑστήκατον, οἷα δὴ φεύγοντε. ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι καὶ ἤδη ἐκ πλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. 2 ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότε ρον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομίσας· ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· 3 «ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζῃ τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους φαμέν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριω τάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνώμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. 4 πλὴν ἀλλ' ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ καὶ τῇ ποι κιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι οὐδὲ μεθεῖναι μὲν τὸ φυλάξασθαι τὰ παρ' ἐκείνου εἴτε ἴσως εἴτε πάντως βεβουλευμένα, καταλιπεῖν δὲ ἐν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ' ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ' ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ' ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστόν, καὶ ἐπ' αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) 125 ἑπόμεθα καὶ ἡμεῖς τῇ φύσει καὶ ἀπιστοῦμεν. 5 ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ' ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μετα μελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βου λόμενον εἴτε ἠναγκασμένον. 6 εἰ δέ γε ἡμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται) ἀπ αχθήσεται· εἰ δὲ διωθοῖτο καὶ ἀντεπιφέροιτο καὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας ἀντάροι, τότε δὴ ἕξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελε τωμένων, καὶ τὸ λοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται, ὡς, εἴ πού τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ τοῦτο ἡμῖν ἐσόμενον ἀπὸ τρόπου. οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος· οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ' ὡς τυραννοκτόνον ἐπαι νετέον.» ἡ μὲν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσα μένη διέγνωστο.
2.7
ἐπεὶ καὶ πολ λαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἶς τὰ τῶν τιμωριῶν τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καὶ μιαροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ' ἐκείνων τετολμημένα λογιζόμενοι καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικη μάτων ἐπιμνησθέντες ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῇ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. 3 ἀνῄρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάζης· καὶ τί δεινόν, εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες οὐ τῷ πορρωτέρω ταχθέντι προσήκειν φασίν, ἀλλ' ὅτῳ ἄν, εἰ καὶ ὁμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ τήνδε τὴν δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην καὶ οἵαν τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. 4 οὐκοῦν, ἑκατέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γουβάζην τῷ δοθέντι χρώ μενοι τεκμηρίῳ. τούτου γὰρ ταύτῃ καὶ δὴ δεικνυμένου καὶ τὸ δικαίως αὐτὸν ἀνῃρῆσθαι συναναφανεῖται. 5 ἅπαν μὲν οὖν ἀεὶ βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ᾖ τοῖς Ῥωμαίοις, ἀλλὰ τῷ τῆς γνώμης ἀλλο τριωτάτῳ διεστηκὸς καὶ τῇ τάξει τῶν νόμων ἀχθόμενον ἐπὶ τὸ νεωτερο 133 ποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυκεν· καὶ ἥδιστα μὲν ἂν ἐφ' ἑαυτῷ βιοῦν διατελοίη μηδαμῶς ὑφ' ἑτέροις ταττόμενον, ὡς μηδὲ τῶν ἀδικη μάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ γοῦν τὰ ὁμοδίαιτα τῶν ἐθνῶν καὶ μᾶλλον τοῖς οἰκείοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προὔργου ποιοῦνται. 6 πλὴν ἀλλ' εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβάζης ὑπῆκτο τοῖς πάθεσι τῷ βάρβαρός τε πεφυκέναι καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπιστίαν, ὁ δὲ καὶ πρὸς τοῦτο κακίας ἐχώρει καθ' ἡμῶν, ὡς μηκέτι διαλανθάνειν οἴεσθαι δεῖν, τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. 7 ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιόν των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη, αὐτὸς οἴκοι μένειν ᾤετο δεῖν σὺν τοῖς ὁμοφύλοις καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστά ναι. πλὴν ἀλλ' ἐπετήρει ξὺν ἀκριβείᾳ καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κινήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. 8 εἰ μὲν οὖν μέγιστόν τι κατὰ τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο καὶ τοῦ νικᾶν ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν, ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα, φαύλην μὲν τὴν ἐγχείρησιν, φαυλότατον δὲ τὸ πέρας ἀποκα λῶν καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. 9 εἰ δέ που τυχὸν καὶ σφαλείημεν (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον μὴ οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;), ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυνον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος· ἦν δὲ πάντως αὐτῷ προεσκεμμένον καὶ ἐγκριθὲν μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτερίαν. 10 τὸ γὰρ παλίμ βολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον καὶ οἷς καθ' ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς οὕτω παρασχὸν ὑπερβαλομένοις.
2.8
κατεῖχε δὲ τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι τὸ ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι τῶν τῇδε πραγμάτων, 149 μάλιστα καὶ τῆς στρατιᾶς ἡδομένων τῷ Μαρτίνῳ διά τε τὴν τῶν πολε μικῶν ἔργων ἐμπειρίαν καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. 3 οὗ δὴ ἕνεκα, οἶμαι, καὶ διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστίκῳ ξυνετεθνήκει· νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καὶ τῆς εὐβουλίας, ᾗ δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον ἀφῆκε μὲν τὸ ἐπίκλημα, ἄρχειν δὲ οὐ ξυνεχώρει, ἀλλὰ ἰδιωτεύειν ἐκέλευεν, ἀρκεῖν ἡγούμενος ἀτιμίᾳ γε αὐτὸν τιμωρήσασθαι, εἰ καὶ τοσούτου μιάσματος μετειλήχει. 4 ἐπειδὴ οὖν οἱ Πέρσαι ἠρέμουν καὶ ἐκεχειρίᾳ ἐῴκει τὸ χρῆμα, τότε δὴ τὸν μὲν ἀπεώσατο, Ἰουστῖνον δὲ προσήκοντά τέ οἱ ὡς ἐγγύτατα κατὰ γένος καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι δοκοῦντα μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν τε αὐτῷ παραδίδωσι τὴν ἀρχὴν καὶ αὖθις ἐς Κόλχους ἐκπέμπει τοῖς ἐφεξῆς ἁρμοσόμενον. 5 ἦν δέ τις ἐν τῷ ἀμφ' αὐτὸν ὁμίλῳ Ἰωάννης ὄνομα, Λίβυς ἀνήρ, ἀφανὴς μὲν τὰ πρῶτα καὶ πενιχρότατος, ὡς καὶ τοῦ ἀποζῆν ἕνεκα μισθαρνεῖν ἑτέρῳ τῳ καὶ ξυνέπεσθαι τῶν δορυφόρων καὶ τὰς τῶν θεραπόντων στέγειν ὀδύνας, οὐ πολλῷ δὲ ὕστερον ἐπὶ μέγα πλούτου τε καὶ ἀλαζονείας ἠρμένος. 6 πλεῖστα γὰρ ὅσα μηχανησάμενος καὶ διὰ ποικίλης χωρήσας ἐννοίας γνωρίζεται οὐκ ἐς μακρὰν τῷ Ἰουστίνῳ, κάκιστος δὲ ὢν καὶ πανουργό τατος καὶ οἷος οὐδὲν ὁτιοῦν τῶν ἀδίκων τε καὶ ἀνοσίων ἐγχειρημάτων κέρδους ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσίου αἰτεῖ τὸν στρατη γόν, ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι καὶ πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι ὀπαδοί τε καὶ ὑπηρέται καὶ δορυφόροι, ἀλλὰ καὶ τούσδε ἅπαντας τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. 7 ταῦτα δὲ πράττων ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρυσίον ἅπαν καὶ ἀντικαταθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὥσπερ ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι. καὶ ἐδόκει μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον· ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ Λίβυος ἀβελτερίᾳ, ἐπιστάμενον ὡς οὐκ ἂν τὴν ὑπόσχεσιν διανύσειε μὴ ἄδικα δρῶν καὶ βίαια ἔργα καὶ παρανόμοις τισὶν ἐμπορίαις λυμαινόμενος ἅπαντας, οἷς ἂν ὁμιλήσειεν· ὁ δὲ προσήκατό τε τοὺς λόγους καὶ τὸ χρυσίον παραδοὺς ἐπὶ ταῖς ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ τι καὶ βούλοιτο.
2.9
Θεόδωρος δὲ ὁ τῶν Ῥωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσφαλεῖ παραταττομένους οὐδὲ πολλαχοῦ τοῦ περιφράγματος ἐφεστηκότας καὶ ἐγκειμένους, ἀλλὰ πάντας ἅμα ἐς ἕν τι μέρος ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ' αὐτὸν οὕτω κατὰ χώραν ἑστάναι καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακε λεύεται· ἀπόμοιραν δὲ ὡς πλείστην ἐκ τοῦ ἀφανοῦς ἔστειλεν ὄπισθεν τοῖς βαρβάροις ἐπιπεσουμένους. 2 οἳ δὴ λαθραιότατα πορευόμενοι καὶ κατὰ νώτου ἐπιφανέντες ἠλάλαξαν ἀθρόον τορόν τι λίαν καὶ ἐνυά λιον, ὥστε ἀμέλει τοὺς Τζάνους διακυκηθέντας μηδέν τι ἕτερον ἐν βουλῇ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν. οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ῥω μαῖοι καὶ ὥσπερ παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους ῥᾷστα διεχειρίζοντο, καὶ δισχιλίους μὲν αὐτῶν ἀπεκτόνασι, τὸ δὲ λειπόμενον 166 ἄλλος ἄλλοθι ἐσκεδάννυντο. 3 οὕτω δὲ ἀνὰ κράτος ἅπαν τὸ γένος ᾑρηκὼς ὁ Θεόδωρος, ὁ δὲ βασιλεῖ διήγγειλε τὰ ξυνενεχθέντα καὶ ἀνεπυν θάνετο, ὅ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν αὐτοῖς ἐπι θεῖναι τακτὴν διακελεύεται ἀν' ἕκαστον ἔτος ἐς τὸν ἔπειτα χρόνον τελεσθησομένην, ὡς ἂν ταύτῃ γοῦν διαγνοῖεν κατηκόους σφᾶς εἶναι καὶ ὑποτελεῖς καὶ παντάπασι δεδουλωμένους. καὶ τοίνυν ἀνάγραπτοί γε αὐτίκα ἐγίγνοντο ἅπαντες καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. 4 βασιλέα δὲ Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε τὸ γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. 5 τὰ μὲν οὖν τῆς Τζανικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν παρὰ τοὺς στρατηγοὺς ἐπανῆκε.
2.10
ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ μὲν εἶναι δοκεῖ καὶ κομψότερόν πως ἐξευρημένα, οὔπω δὲ ἐναργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἐπὶ βαδίσματι κουφοτάτῳ, ἤδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα καὶ τούτῳ καθάπερ ἱκανῷ παραδείγματι χρέοιτο. 3 ἀλλ' ἐκεῖνα μὲν παίγνια τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἄττα (εἴπερ ἄρα καὶ δεῖ) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ' ἄρα ὅ γε κατήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. 4 δίσκον μὲν γάρ τινα ἐσόπτρου δίκην ἐσκευασμένον καὶ ἠρέμα ὑποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ' ἕτερα πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ' οὓς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὄψεις καὶ σκαρδαμύττειν· συντρίψεις δέ τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων κτύπους ἀπετέ λει σφοδροὺς καὶ βροντώδεις καὶ οἵους ἐκπλῆξαι τὴν αἴσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὅθεν ἕκαστα γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χαρίεν τι ὑπ' ὀργῆς ἐπεφθέγγετο. 5 ποιητικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς ὥσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ μόνῳ γε ὄντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστεροπητὴν καὶ ἐρίγδουπον καὶ πρός γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. 6 καλὰ μὲν οὖν τῆσδε 174 τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα, οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τούτοις καὶ ἐξισοῦσθαι. πλὴν ἀλλ' ἕκαστος μὲν ἐχέσθω καὶ τῶν δε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα.
2.11
τοιγάρτοι καὶ περιεώρα τὰς τάξεις δια φθειρομένας, ὡς δὴ τὸ λοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπιλαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκήπτρων διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὑπήκοον καὶ εἶτα διανέμειν τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὲ τὰ μὲν περι 181 φανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδο σαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήματος εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν ἠσκημένοι ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. 3 τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίωμα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιρροίᾳ ὑδάτων αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθείσης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο καὶ ἐπανῄει ὅθεν ἐρρύη. 4 καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἷς ἐτύγχανον ἐντεθραμμένοι, καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσό μενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὲν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτους, μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαρ ραλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους τὰ στρατιωτικὰ ἐσκεδάν νυντο χρήματα. 5 ταῦτά τοι ἥ τε ἄλλη Θρᾴκη καὶ τὰ πρὸς αὐτῇ τῇ βασιλίδι πόλει χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρ βάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· ἐς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἀλα ζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην στρατοπεδεύσασθαι οὐ πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅ τι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελ θὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· ὅθεν δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατετα μένον ἐπίνειον τὴν ἐκείνου φέρεται προσηγορίαν. 6 οὕτω δὲ τῶν πολε μίων ὡς ἐγγύτατα αὐλιζομένων εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ' ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρή σεις καὶ σπάνιν τῶν ἀναγκαίων καὶ διαρρήξεις τοῦ περιβόλου. 7 τοι γάρτοι πολλάκις καὶ ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο καὶ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὥσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων· πάταγός τε πολὺς ᾔρετο ἐν τοῖς πωλητηρίοις τῶν θυρῶν βιαιότερον προσαρασσομένων. 8 οὐ μόνον 182 δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασιλεὺς δέ, οἶμαι, αὐτὸς οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ Εὐρωπαῖα μέρη καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος τῷ Βοσπόρῳ συναπολήγει. 9 τούτων δὴ οὖν ἁπάν των τά τε ἔντιμα τῶν ἀναθημάτων καὶ τὴν ἄλλην ἀφαιρούμενοι κατα σκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ' ἁμαξῶν φέροντες εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν δια περαιούμενοι ἐς τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ἐν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, ὥσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ' ἄρτι καθίστασθαι ἀρχομένους.
2.12
ἀλλ' ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον οὐκ ἄλογον εἶναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρ χαίας ὑμᾶς εὐκοσμίας ᾠήθην. 3 τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακ τέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπηργμένοις ἐς ὅσον τῶν ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη. 4 καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεών, ὡς εἰ καὶ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι τύχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι, καὶ εἴπερ τὸ ἑκατέρωθεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς ἰσότητα χωρήσει τὰ τῆς ἀμετρίας. 5 πῶς οὗν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης ῥοπὰς ἐν λόγῳ ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ἄν τις, οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρῖνον ὀρθῶς καὶ λογι ζόμενον. 6 ἐπεὶ πῶς ἂν οἷόν τε ἦν ἔμοιγε νῦν ἐς τόδε πολιᾶς ἥκοντι καὶ οἷον ἐξώρῳ τὰ πολέμια γεγενημένῳ παρατάξεσιν ὁμιλεῖν καὶ κιν δύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἀμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθείᾳ τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; 7 τὰς μὲν γὰρ ἐκ τύχης τινὸς ἢ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς καὶ οἷος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι μετασκευάσειε πρὸς τὸ συμ φέρον καὶ θεραπεύσειε τὸ ἡμαρτημένον· ἔνθα δὲ γνώμης σφαλείσης τῷ μὴ τὰ δέοντα διανοηθῆναι τῶν ἀβουλήτων τι ξυνενεχθείη, πόθεν ἂν ληπτέον τὸ σῷζον καὶ ἀνακαλούμενον, εἴ γε πρῶτον ἐκεῖνο τὸ ταῦτα τίκτειν πεφυκὸς παρατραπείη; 8 καίτοι θαυμάσειεν ἴσως ἄν τις ἐμοῦ 186 τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾶν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, ἀλλ' ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας.

Intertext edge

Open linked passage

Note