Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες σφῶν τε αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσ βεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. οὐκ ἀπὸ τρόπου δέ μοι εἶναι δοκεῖ βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων ἐν τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι ἔπειτα ἐς ἐκείνους, οἳ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου.
3.2
Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὐλδάχ, ᾤοντο γὰρ οὐκ ἀξιόμαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ οἱ Φράγγοι διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γιγνόμενοι καὶ γνωματεύοντες δι εγίγνωσκον ὁπόσων ἐτύγχανον ἀφῃρημένοι. πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴ γε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες ἴοιεν ἀνὰ τὰ πρόσω. 2 καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾷ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναίου ὄρους ἐπορεύ θησαν. οὕτω τε ἰθὺ Αἰμιλίας καὶ Ἀλπισκοτίας ἐλθόντες μόλις τὸν Πάδον ἐπεραιοῦντο. 3 καταλαβόντες δὲ Βενετίαν τὴν χώραν ἐς Κένετα τὴν πόλιν κατήκοον σφῶν ἐν τῷ τότε οὖσαν ηὐλίζοντο, αὐτοῦ τε τὸ λοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλάχιστα ἐκ τῆς λείας ἐλείπετο καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι. 4 ἀλλ' οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχη μάτων ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. 5 καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκα λοῦντες τὸν περικείμενον σφίσιν ἀέρα αἴτιον ἐκεῖνον τοῦ πάθους γεγενῆ σθαι ἡγοῦντο, οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες ἀθρόον ἐς τὸ ἁβροδίαιτον μετεβέβληντο, τὴν τῆς διαίτης 44 παραλλαγὴν ᾐτιῶντο· τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς ξυμφορᾶς οὐ μάλα διενοοῦντο. ἦν δὲ ἄρα οἶμαι ἡ ἀδικία καὶ τὸ περιϋβρί σθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. 6 αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὅτι δὴ αὐτὸν θεήλατοι μετῆλ θον ποιναί. παραπλήξ τε γὰρ ἐγεγόνει καὶ ἐλύττα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μυρίος καὶ οἰμωγὰς ἀφίει βαρείας· καὶ νῦν μὲν πρηνής, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν, ἀφρῷ τε πολλῷ τὸ στόμα περιερρεῖτο καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. 7 ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας κατεβί βρωσκέ γε αὐτὰς ὥσπερ θηρίον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος καὶ κατὰ σμικρὸν ὑποφθινύθων οἰκτρότατα ἀπεβίω. 8 ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδὲν ὅ τι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι νηφα λέοι γε ὅμως ἀπώλλυντο, ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἑτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς ἐπεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθαρίῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ ἐς τόδε τύχης τὰ τῆς ἐκστρατείας ἐτελεύτα.
3.3
Πολλὰ δὴ οὖν κατὰ σφᾶς κοινολογησάμενοι καὶ πέρας ἐπὶ τῇδε στάντες τῇ γνώμῃ, ἐπειδὴ αὐτὸν οὐ πρότερον διαχειρίσασθαι ᾤοντο χρῆναι, πρὶν ἂν καὶ τοῦ βασιλέως ἀποπειραθεῖεν, στέλλουσιν ἐς τὸ Βυζάντιον Ἰωάννην τὸν Ῥουστίκου ἀδελφόν, ἀγγελοῦντα δῆθεν ὡςμηδίζων ὁ Γουβάζης πεφώραται. 2 καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης λαθραιότατα τῷ βασιλεῖ ἀφιγμένος διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάν τα ἤδη καὶ τοὺς Πέρσας ἐπαγόμενον καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ' ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὅτῳ δὴ οὖν τρόπῳ διακωλυθείη. 3 ὁ δὲ βασιλεὺς καταπλαγεὶς μὲν τῷ παραλόγῳ, οὔπω δὲ τελεώτατα πεπιστευκώς, ἀλλ' ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, «ἄγε» ἔφη «ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι». 4 δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφ θείη, «εἶεν» ἔφη «ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἴ γε ἑκὼν εἶναι παραγενέσθαι ἥκιστα ἕλοιτο;» «ἀναγκαστέον αὐτὸν» ἦ δὲ ὁ βασιλεὺς «κατήκοον ὄντα καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.» 5 εὐθὺς δὴ οὖν 87 ὑπολαβὼν ὁ Ἰωάννης· «ἀναγκαζόμενος δὲ εἴ γε ἀντισταίη, τί ἂν γένοιτο ἐπὶ τούτοις;» «τί δὲ ἄλλο γε» ἔφη ὁ βασιλεὺς «ἢ πείσεται τὰ τῶν τυράννων καὶ κάκιστα ἀπολεῖται;» 6 «οὐδὲν οὖν ἔσται δέος, ὦ δέσ ποτα» ἦ δὲ ὁ Ἰωάννης «τῷ τοῦτον ἀποκτενοῦντι;» «οὐ μὲν οὖν» ἔφη «εἴ γε ἀντιταττόμενος καὶ ἀνηκουστῶν ὡς πολέμιος διαφθαρείη». 7 τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου καὶ παραπλήσια τούτων ἐν ἐπιστολῇ τοῖς στρατηγοῖς σημήναντος, οὐδὲν ἔτι ὁ Ἰωάννης περαιτέρω ἀνεπυνθάνετο, ἀλλ' ἐπειλῆφθαι ἤδη καὶ ἔχεσθαι τοῦ ζητουμένου ἀπο χρώντως ἡγούμενος ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ γράμμα τοῦτο ἐπιφε ρόμενος· ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι καὶ μάλα εὐπρε πῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. 8 συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καὶ τὸ μελετηθὲν ἀποκρύπτοντες χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι ξὺν αὐτῷ τε βουλεύεσθαι, ὅπως τοῖς ἐς Ὀνόγουριν Πέρσαις κοινῇ ἐπελευσό μεθα. οἱ δὲ τούτοις πεπεισμένοι ξυνεπορεύοντο· εἵπετο δὲ αὐτοῖς βραχεῖά τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα. 9 γνοὺς δὲ ὁ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ' αὐτὸν ἥξουσι, καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτο πήσας παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει ἀφύλακτός τε καὶ θαρραλέος καὶ λίαν ὀλίγους τῶν ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσ κευασμένους. 10 πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλεξητῆρας;
3.4
πλὴν ἀλλ' αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβο μένου ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν ἐτέτακτο. 4 ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα ἀμφίβολά γε ἦν ἐς τὰ μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τίνες ἂν γένοιντο καὶ ὅποι τραπεῖεν. 5 καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες ἐν ἀπορρήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα ἔοι τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον ἐπὶ Πέρσας μεταχωρητέον ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. 6 αὐτίκα δὲ πολλοὶ ἀπερρίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἐπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ τι ποτὲ λέγοι, σαφῶς διαγιγνωσκομένου. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον ἐν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ᾖ. 7 ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μᾶλλόν τι ἁπάντων καὶ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισο ρώμαιος καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος· τότε δὲ καὶ πλέον τῷ εὐπροσ ώπῳ τῆς αἰτίας ἀποχρώμενος ἐξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον καὶ οὐδὲ βουλῆς ἔφασκε δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ' εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. 8 τῶν δὲ ἄλλων μὴ χρῆναι λεγόντων οὕτω δή τι ἐξαπίνης τὸν ὅλον βίον μετεσκευάσθαι, πρὶν δὴ σχολαίτερον σφίσι βουλευομένοις τὸ λῷον ἀναφανείη, ὁ δὲ ἀναστὰς σὺν ὀργῇ καὶ προπηδήσας ἐς μέσους ἐδημηγόρει καθάπερ ἐν δημοκρατικῷ βουλευτηρίῳ. ἦν γὰρ καὶ λέγειν δεινὸς πλέον ἢ κατὰ βαρβάρους καὶ οἷος τοῖς νοήμασι ῥητορεύειν φύσεως δεξιότητι. καὶ τοίνυν ἔλεξε τοιάδε·
3.5
Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἳ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο τὰ σφέτερα αὐτῶν δικαιώματα ᾗ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ ἐπικλήματος καὶ ἔλεξαν τοιάδε· 2 «Ἀπόχρη μέν, ὦ δικαστά, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν, ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καὶ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἀμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἡμῖν διανυσθήσεται τὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα καὶ οἷα τοῦ μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. 3 ποία γὰρ αὐτοῖς λελείψεται σκῆψις ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ ξύμμαχον καὶ ὁμοδίαιτον καὶ ὁμόσπονδον καὶ ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα καὶ τί δὲ οὐχὶ τῶν οἰκειοτάτων κεκτημένον, ἀνέδην οὕτω διαχειρισαμένοις καὶ πολλῇ τῇ δυσμενείᾳ χρῆσθαι καθ' ὑμῶν φωραθεῖσι τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστά, καὶ ἔθνους οὐκ ἀγεννοῦς καὶ πρὸς ἀρετὴν ἐνεργότατος καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκ 126 τονότων. 4 ἀνατετράφαται δὲ τὰ τῶν Κόλχων πράγματα καὶ διερρύη, ἀληθέστερον δὲ τὰ κοινά, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώ των καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐρρωμένη, ἀλλὰ βραχείᾳ γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι ξυνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. 5 ταῦτα δὴ οὖν ἅπαντα δράσαντες οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ' ἣν εἴργασται διε ρευνᾶν καὶ προσίεσθαι καὶ διά τινων ἀφανῶν τεκμηρίων καὶ οἷον εἰκό των χωροῦντας ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. 6 ταῦτα γὰρ δὴ τὰ σοφίσ ματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλοῦντες παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προθεῖεν, γινωσκόν των, ὦ δικαστά, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προῦπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὲν ἀπεκτό νασι τὸν ἄνδρα, διαρρήδην φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. 7 πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφίσιν αὐτοῖς ἢ πῶς τὴν πρᾶξιν δεινὴν ἀποκα λοῦντες ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τυγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.
3.6
Τούτων δὲ οὐ πολλῷ ἔμπροσθεν πάλιν ἐν Βυζαντίῳ ἐξαίσιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι καὶ διαρρυῆ ναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ' αὑτὸν μέγιστος ἡλίκος καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον, τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε καὶ ἡ τῶν ἐπισυμβάντων ἀνάγκη. 2 ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου ἔληγεν ὥρα ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτε λεῖτο, ᾗπερ τοῖς Ῥωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν, ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος τὰς χειμερίους καὶ πρὸς τὸν αἰγοκέρωτα φερομένου καὶ μάλιστα ἐν τῷ κλίματι δήπου τῷ ὀγδόῳ καλῶς εἶχεν, ὅπερ, οἶμαι, ἐκ τοῦ Εὐξείνου πόντου παρὰ τοῖς ταῦτα σοφοῖς ἐπικέκληται. 3 τότε δὲ ἀμφὶ μέσην τῆς νυκτὸς φυλακὴν ὕπνῳ μὲν οἱ ἀστοὶ εἴχοντο καὶ ἠρεμίᾳ, ἐνέπεσε δὲ ἐξαπίνης τὸ δεινόν, καὶ ἅπαντα εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ' ἀρχὰς εἰσβαλοῦσα ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὥσπερ ἐς ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος. 4 οὕτω δὴ οὖν ἁπάντων ἀφυπνισθέντων κωκυτὸς ἠκούετο πάντοθεν καὶ ὀλολυγὴ καὶ ἡ πρὸς τὸ θεῖον ἀναβοᾶσθαι αὐτομάτως ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ 167 καὶ ἦχός τις βαρὺς καὶ ἄγριος, ὥσπερ χθονία βροντή, ἐκ τῆς γῆς ἀνα πεμπομένη ἐπηκολούθει τῷ κλόνῳ καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περίγειος ἀὴρ ὁμίχλῃ καπνώδει οὐκ οἶδα ὅθεν ἀναχυθείσῃ κατεμε λαίνετο· καὶ ἦν ἅπας ζοφερὸς καὶ οἷον γεγανωμένος. 5 τοιγάρτοι ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνεξετάστῳ ὑπὸ τοῦ δείματος ἐχόμενοι γνώμῃ ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε ἀγυιαὶ καὶ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὐχὶ καὶ ἐνταῦθα ἐνόν, εἰ οὕτω τύχοι, διαφθαρῆναι. 6 ξυνεχεῖς γὰρ ἁπανταχοῦ αἱ οἰκοδομίαι τῆς πόλεως καὶ ξυνημμέναι ἀλλήλαις καὶ σπανιαίτατα ἴδοι τις ἂν χωρίον ὕπαιθρον καὶ ἀναπεπταμένον καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσ θοῦντος. ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως ἐπιθεᾶσθαι οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς ἠρέμα ὑποχαλᾶν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον. καίτοι νιφετῷ τε ὀλίγῳ ὑπερραίνοντο καὶ ὑπὸ τοῦ κρύους ἐπιέζοντο· ἀλλ' οὐδ' ὣς ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. 7 γύναια δὲ πολλά, μὴ ὅτι τῶν ἠμελημένων, ἀλλ' ἤδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς καὶ ἡ τῶν γερῶν μεγαλαυχία καὶ ὅ τι ἐνθένδε ὑπερ ανέχον καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο. 8 οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεφρόνουν καὶ τῶν ἐπιταγμάτων ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξυνῄεσαν, ὑπὸ τοῦ μείζονος νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου καὶ ἁπάντων οἰομένων οὐκ ἐς μακρὰν ἀπολεῖσθαι. 9 συχναὶ μὲν οὖν ἐκείνης τῆς νυκτὸς οἰκίαι καταβέβληνται, καὶ μάλιστα ἐν τῷ Ῥηγίῳ, ἐπίνειον δὲ τοῦτο τῆς πόλεως· πολλά τε καὶ ἄπιστα θαύ ματα ξυνηνέχθη. πῇ μὲν γὰρ αἱ ὀροφαί, εἴτε λίθοις εἴτε ξύλοις ἐτύγχα νον ἐσκευασμέναι, διέστησαν ἀπ' ἀλλήλων, ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνῄεσαν ἁρμονίαν· πῇ δὲ κίονες ἐν ὑπερῴῳ τινὶ δωματίῳ ἱδρυμένοι ἀνηκοντίζοντο τῇ βίᾳ τοῦ βρασμοῦ καὶ τοὺς ἐχομένους οἴκους ὑπεραλάμενοι ἐπὶ τοὺς πορρωτέρω, καθάπερ διασφενδονηθέντες, ἐκ τοῦ μετεώρου κατεφέ ροντο καὶ ἅπαντα διερρήγνυον· πῇ δὲ ἄλλα ἄττα φρικωδέστερα ξυνέ βαινε, γενόμενα μὲν πολλάκις πρότερον καὶ ἀεὶ ἐσόμενα, ἔστ' ἂν γῆ τε ᾖ 168 καὶ φύσεως ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα ξυνενη νεγμένα. 10 συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ ἠγνοη μένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ ἀναγεγραμ μένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἄνδρα τῇ τε τῶν ὑπάτων ἀξίᾳ τετιμημένον καὶ πρός γε τὸ φροντίδα τίθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἴκων τε καὶ κτημάτων ἀρχὴν εἰληχότα. κουράτωρας δὲ τούτους καλοῦσι Ῥωμαῖοι. 11 ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων ἐν τῷ εἰθισμένῳ θαλάμῳ, μάρμαρον δέ τι τῶν πλησιαίτατα τῆς κλίνης προσπεπηγότων τῇ οἰκοδομίᾳ καὶ εὐπρεπῶς παρατετα μένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδειξιν κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες· ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀπορραγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφειμένον ἐμπίπτει γε αὐτῷ ἀμφὶ τῇ κεφαλῇ καὶ κατέαξεν ἅπασαν. καὶ ὁ μὲν ἐς τοσοῦτο μόνον ἀρκέσας ἐπὶ τῇ πληγῇ ἐς ὅσον ἀνοιμῶξαι βαρύ τι καὶ ὑποκάρδιον πάλιν ἐπ' αὐτῆς ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος.
3.7
ταῦτα δὲ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθό μενος καὶ γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτή σει, ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ' αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένῃ. 4 αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν ἐμπλήσας σιδήρῳ τεθωρακισ μένων ἀσπίδας τε φερόντων καὶ τόξα καὶ πρός γε δορυδρέπανα τούς τε ἐρέττοντας ἐμβαλὼν καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάττης γλωχῖνα καθάπερ ἐς ἐνέδραν καθ ορμίσας ἐνέκρυψεν, ὡς ἂν μὴ πόρρωθεν προοφθεῖεν. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ τείχους καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον ἐνέκλινον πρὸς τὰ εἴσω καὶ ἐπεφέροντο φρο 193 νήματι ξὺν πολλῷ καὶ παρρησίᾳ, τότε δὴ καὶ αἱ τῶν Ῥωμαίων ὁλκά δες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμ βανομένου ἀντίπρωροι κατιοῦσαι βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλάμων σχεδίαις. 6 καὶ δῆτα αἱ μὲν τῇ προσκρούσει περιετρέ ποντο ἐς τοὔμπαλιν ὑπὸ τῷ σάλῳ καὶ ἐκυλινδοῦντο ὡς μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, ἀλλὰ τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν ὅ τι καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ὄντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα καὶ μάλα χαλεπωτάτου. 7 τοιγάρτοι μετέωροί τε θαμὰ ἐγίγνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ καὶ συγκαθείλκοντο αὖθις κοιλαινομένῳ. καὶ τοίνυν οἱ ἄνδρες διαμάχεσ θαι μὲν οὐδὲ ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπου δασμένον ἢ ὅπως ἂν ἑστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. 8 οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τε καὶ ἀφασίᾳ καθεστηκότων οἱ Ῥωμαῖοι διέκπλους, ὅπῃ παρείκοι, ποιούμενοι ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. 9 ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ ἀφειστήκεσαν καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνού μενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες ἐξέτεμνον στοιχηδὸν ἁπάσας καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμη γέντες ἀλλήλων καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. 10 οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.