Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδίβερτος τούς τε Ἀλαμα νοὺς κατεστρέψατο καὶ ἄλλα ἄττα πρόσοικα ἔθνη. τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τωτίλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καὶ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει καὶ ἐνησχόλητο, αὐτὸς πλήθη ἀγείρας ἄλκιμά τε καὶ μαχιμώτατα 14 ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. 2 οὕτω δὲ ἐνεργὸν τὸ βούλευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβρι θεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λαγγοβάρδους καὶ ἄλλα ἄττα πρόσοικα ἔθνη, ἐφ' ᾧ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. 3 οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προ γράμμασι τοῖς βασιλείοις Φραγγικός τε καὶ Ἀλαμανικός, ἔτι δὲ Γηπαι δικός τε καὶ Λαγγοβαρδικὸς καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ἐθνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν καὶ τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου ἅτε δὴ καὶ ξυνυβρισμένους. 4 οἶμαι μὲν οὖν, εἰ καὶ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὲν ἐν Θρᾴκῃ, τυχὸν δὲ ἐν Ἰλλυριοῖς τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι καὶ εἶτα θελῆσαί τε καὶ ἐφίεσθαι καὶ τό γ' ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἄνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας. 5 νῦν δὲ ἐπὶ θήραν ἰών, ταῦρος αὐτῷ ὑπαντιάζει μέγας τε καὶ ὑψίκερως, οὐ τῶν τιθασῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ' ὑλονόμος καὶ ὄρειος καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι καὶ τὰ ὄρη λάσια καὶ δυσχείμερα τὰ χωρία, ἅπασι δὲ τούτοις τὸ ζῷον ἥδεσθαι πέφυκεν. 6 τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον εἱστήκει εὖ διαβάς, ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρό 15 μου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων τῷ μετώπῳ κορύπ τεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἐπὶ θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσ ραχθέντα τὴν κεφαλὴν τοῦ Θευδιβέρτου πατάξαι· ὁ δέ, καιρία γὰρ ἦν ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καὶ μόλις φοράδην ἐς τὰ οἰκεῖα ἠγμένος αὐθημερὸν ἀπεβίω. 7 διαδέχεται δὲ τὴν ἀρχὴν Θευ δίβαλδος ὁ παῖς, ὃς δὴ εἰ καὶ νέος ἦν κομιδῇ καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ' ἐκάλει γε αὐτὸν ἐς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος.
4.2
Ἐν ᾧ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος, ἅτερος στρατη γός, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἅπαντα λυμηνάμενος ἐπανῄει αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. 2 ἠκηκόει γὰρ τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναρρῖ ψαι, ἐπεὶ καὶ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ' αὐτὸν στρατιᾶς νόσῳ ἑαλώκει καὶ διεφθείρετο. 3 ἤδη γὰρ τοῦ θέρους λήγοντος καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων (ἅπαντα γὰρ τῷ Ναρσῇ ἐμφρονέστατα προδιήρπαστο), οἱ δὲ τοὺς βότρυς ἀφαιρούμενοι καὶ ταῖς χερσὶ δια θλίβοντες ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπὶ μέγα ἐφέρετο καὶ διέρρει, καὶ τὸ μέν τι 45 αὐτῶν ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἳ καὶ διεγίγνοντο. 4 πρίν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν στρατοπεδεύεται οὐ πόρρω Καπύης τῆς πόλεως ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ, ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπινναίου καὶ ἀνὰ τὰ ἐκείνῃ πεδία περιελιττόμενος ἐς τὴν Τυρσηνικὴν φέρεται θάλατταν. 5 ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν χαράκωμά τε περιεβάλετο καρτερὸν καὶ ἐπεποίθει τῷ χώρῳ· ὅ τε γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑπορρέων ἀντ' ἐρύματος εἶναι ἐδόκει τοῦ μή τινα ἐπιέναι καὶ τοὺς τῶν ἁμαξῶν τροχούς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας ἐνέπηξε τὰ ἐπίσωτρα τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικύκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. 6 τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπε κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾗ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ ἐπανόδους ποιεῖσθαι.
4.3
Οὕτω δὲ ἐπὶ τῶν ἵππων ἥμενοι ἅπαντες διελέγοντο ἀλλήλοις, ὅπως τὰ παρόντα θετέον. καὶ τοίνυν ὁ Ῥούστικος «ἄγε» ἔφη «ὦ Γου βάζη, ὅπως ἡμῖν συνάροιο καὶ ξυνεπιλήψῃ τοῦ πόνου κατὰ Περσῶν ἰοῦσι, τούτων δὴ τῶν ἐς Ὀνόγουριν ἱδρυμένων. αἰσχρὸν γὰρ εἰ καθε δοῦνται ἀδεῶς ἐπὶ πλεῖστον ἐν μέσῃ τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι». 2 «ἀλλ' ὑμᾶς γε μόνους» ἦ δὲ ὁ Γουβάζης «ἀνάγκη, ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους τῶν ξυνενεχθέντων αἰτιωτάτους. 3 εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ' ἂν τὸ φρούριον ὑμῖν τοῦτο 88 ἐπετειχίζετο οὔτε οὕτως ἀκλεᾶ φυγὴν καὶ ἀσχήμονα ὑποστάντες ἐδρα πετεύετε οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. 4 νῦν δὴ οὖν, ὦ λῷστοι, εἴ γε δόξης ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάνυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι οὐδὲ ξυνδιακινδυνεύσαιμι, πρὶν ἂν ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτημένα». 5 τούτων δὲ εἰρημένων, αὐτίκα, ὥσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. 6 ὁ δὲ (ἐτύγχανε γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππου) ἀθρόον κατέπεσεν, οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρός, ὅσον τῷ ἀπροσδοκήτῳ καταβεβλημένος. ἰλυσπώμενον δὲ αὐτὸν ἔτι καὶ ἐξαναστησείοντα παραστὰς ὁ τοῦ Ῥουστίκου δορυφόρος, προστεταγ μένον αὐτῷ, καὶ ξίφει πατάξας τὴν κεφαλὴν τελεώτατα κατακτείνει. οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε ἀνῃρῆσθαί φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. 7 Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὅμως ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι. 8 ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας καὶ δυσθυμίᾳ κατείχοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τὸ λοιπὸν τοῖς Ῥωμαίοις μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.
4.4
οἱ δὲ ξὺν θορύβῳ διαναστάντες καὶ τὰ ὅπλα περιβαλόμενοι ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. 5 οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ' ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν Οὔννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι θαρραλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ καὶ εἴσω ἅπαντες γίγνονται. 6 πάτα γος δὲ οὐκ ἦν οὐδὲ βοή, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισ θεῖεν, ἀλλ' ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. 7 ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσ θαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμη θέντες ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ ἐς τἀναντία τῶν ἐλπισθέντων περι ηγμένοι διηπόρουν καὶ ἐταράττοντο· οὔτε γὰρ φεύγειν αὐτοὺς ῥᾷστα 108 ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγιγνώσκειν, οἷα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. 8 τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ' ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνό μενοι· καὶ ὀκτακόσιοι μὲν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο καὶ περιέπταιον τοῖς πολεμίοις. 9 καὶ ταῦτα μὲν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου καὶ ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σῳζόμενοι ἐπεγίγνωσκον τὰς πορείας καὶ ἰθὺ τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφίσι καὶ ὣς τῶν Σαβείρων. 10 Βάβας δὲ ὁ στρατηγός, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρᾳ ἱδρυμένων ἐκ πλείστου Ῥωμαίων ἡγεῖτο, ἀλλ' οὗτός γε ὁ Βάβας (ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτε ρεύσας) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. 11 ἕως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ καὶ ἔνδον ἠρέμει· ὡς δὲ τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὴ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρ όντι ὁμίλῳ οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰν ἀφικέσθαι.
4.5
«Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευ μένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει οὐδὲ ὡς ὁμοφύλοις μετ' εὐνοίας διαιτητέον αὐτοῖς, ὅ τι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχά νουσι, κἂν μήπω τῷ παρ' ὑμῖν γεγραμμένῳ. 2 τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρή, οὐ τῷ πορρωτέρω τετάχ 127 θαι. ὁ δὲ οἷς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, ταῦτα προὔργου ποιούμενος πολέ μιος ἂν κριθείη δικαίως, κἂν συμπαρῇ, κἂν συστρατεύοιτο, κἂν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. 3 ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασὶν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανοίας, ὡς μηδισμοῦ διώκειν τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφήν, ὅτε μηδὲν πλέον ἕξει νικῶν. 4 ποῖος δὲ νόμος ἢ παρ' ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς κρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς αὐτοὶ καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάν τες τιμωρίαν μὲν ἀνεξετάστως τῷ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἦν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. 5 ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐχρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἴ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατη γορημένους ἀντεγκαλεῖν. 6 εἰ γὰρ τοῦτο πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους αὐτοχειρίᾳ διεχρησάμεθα, παρὸν ἡμῖν πρὸς δίκην τυχὸν ἀγομένοις ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ' αὐτῶν πρότερον ἡμαρτημένα καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν τὸ εὐλόγως ἀνθημαρτηκέναι; μᾶλλον γὰρ ἡμεῖς ἐπὶ σαφέσι τοῖς προϋπ ηργμένοις χαλεπήναντες ἐνδίκως ἂν ἠμυνόμεθα τούτους καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. 7 ἀλλ' οὐδὲ πρὸς ἡμῶν οὐδὲ παρ' ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεών, εἴ γε κατὰ τοὺς πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ εἰ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι καὶ τοῦτο πολλάκις γιγνό μενον μέχρι τοῦ ἐπ' ἄπειρον ἤδη τολμᾶσθαι προενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμενεῖ; 8 ἁπάντων γὰρ ἀναιρούν των τε καὶ ἀναιρουμένων καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ' ἀλλήλων θαρρούντων οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθερεῖται μὲν εἰκῇ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἐξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία. 128
4.6
ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ προδότης καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τί διαφέρειν οἴονται σφίσιν οἱ Κόλχοι, εἴτε παρ' ἡμῶν εἴτε παρ' ἑτέρων ἀνῄρηται; 5 οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν, ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καὶ προσῆκον τῆς ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. 6 οὐκοῦν εἰ καὶ βδελυροὶ κατ' αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν, ἀλλὰ πιστό τατοι βασιλεῖ καὶ φιλορώμαιοι καὶ οἷοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς, ὦ δικαστά, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ' ἡμῶν ἐν δέοντι τολμηθέν, οὐκ ἄνευ δὲ τῆς Μαρτίνου γνώμης γεγενημένον.»
4.7
Ἤδη δὲ ἡμέρας ἐπιφανείσης ἀσμενέστατα ἐθεῶντο ἀλλήλους ὑπαντιάζοντες οἱ φίλτατοι καὶ ξυνήθεις καὶ σὺν ὀλοφυρμῷ ἐμπλεκόμενοι ἠσπάζοντο σφᾶς ὡς ἕκαστοι, ἡδόμενοί τε ἅμα καὶ ἀπιστοῦντες. 2 ἐπεὶ δὲ Ἀνατόλιος νεκρὸς ἐφέρετο καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλουν, ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς ὅσους τῶν οἰκείων ἀφῃρημένος, ὅτι τε αἱ γραπταὶ σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη τὰ ὑποπόρφυρα ἐς τόδε αὐτῷ ἀπετελεύτησαν, ἃ δὴ πολλὰ τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπέβαλλε, τὴν ἐς βασιλέα εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο, βιαζόμενος μὲν ἀνέδην καὶ ἀναρρηγνὺς τὰ βουλεύματα τῶν ἀποιχο μένων, χαίρειν δὲ πολλὰ λέγων τοῖς νόμοις, οἳ δὴ τοὺς παῖδας κληρονο μεῖν ἐθέλουσι τῆς τῶν φυσάντων περιουσίας. 3 τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ ἐδόκει διαφανῶς ἡ αἰτία εὑρῆσθαι τοῦ ξυνενεχθέντος. ἐγὼ δὲ ἀμφὶ ταῦτα λίαν διαπορῶ καὶ οὐκ ἔχω ἀπισχυ ρίσασθαι, ὅτῳ δὴ τρόπῳ ξυμβαίνει. ἦ γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ σεισμὸς καὶ πολλοῦ ἄξιος ἐπαίνου, εἴ γε διακρίνειν ἠπίστατο τοὺς μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν καὶ τοὺς μὲν ἀνῄρει κακῶς, τοῖς δὲ ἐσπέν 169 δετο καὶ ξυνεχώρει. καίτοι εἰ καὶ ἄδικον ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ' ἦσαν καὶ ἄλλοι ὡς πλεῖστοι ἀνὰ τὴν πόλιν παραπλή σιοι, μᾶλλον μὲν οὖν καὶ ἀδικώτεροι· πλὴν ἀλλ' ὁ μὲν ἀνήρπαστο ἐξαπίνης, οἱ δὲ ἀπαθεῖς μεμενήκασιν. 4 οὔκουν, οἶμαι, δῆλον οὐδὲ ῥᾴδιον διαγνωσθῆναι, ἀνθ' ὅτου μόνος ἐξ ἁπάντων Ἀνατόλιος ἀπεβίω· ἐπεὶ καὶ ὁ Πλάτωνος λόγος ἀθλίους κατὰ τὸ μᾶλλον εἶναί φησι καὶ κακοδαίμονας τοὺς ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἢ ἄλλως πως τετιμωρημένοι, ἀλλ' οὕτω ἀπέλθοιεν καθάπερ οἱ στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι πεπελιδνωμένοι καὶ τὸ μὴ ἐκκεκαθάρθαι ἀποκερδάναντες· ὥστε εἰ τοῦτο θετέον, εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου. 5 ἀλλ' ἐκείνην μὲν τὴν δόξαν προσεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἐμπεπηγέναι ὡς μάλιστα ἐατέον. ἴσως γὰρ ἂν ἔνιοι τῶν πονηρῶν δέει γοῦν τοῦ κακῶς ἀπολεῖσθαι μεταβάλλοιντο ἐπὶ τὰ μέτρια. 6 εὔδηλον δέ, ὡς οὔτε εἰ περιῇ τις ἐπὶ πολὺ καὶ ἀδεῶς ἐνευημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν δικαιοσύνης, οὔτε πάντως τὸ τεθνάναι, εἰ καὶ ὠμότατα, ἔλεγχος ἂν εἴη τοῦ πλέον ἀδίκου· ἀλλὰ τὴν ἀληθεστάτην βάσανόν τε καὶ ἀντίδοσιν τῶν ἐνταῦθα βεβιωμένων, ἥτις ποτέ ἐστιν, ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὲν οὖν περὶ τούτων ἄλλοι τυχὸν μὲν ταῦτα, τυχὸν δὲ ἕτερα, ὥς πῃ ἑκάστῳ ᾖ βουλομένῳ· ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον.

Intertext edge

Open linked passage

Note