Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. 10 ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ' ἕπεσθαι τῷ Δελφικῷ ἐκείνῳ προ γράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπειδὴ δὲ ἐν τῷ κατ' ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτά κτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα. 11 τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίᾳ τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν· ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως, ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένος. 12 οὗτος δὴ οὖν ὁ ἀνήρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποι εῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφε λείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημα οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθα 6 λάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἔστιν ᾗ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει παντὶ ἔχεσθαι ἔργου. 13 ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων ἤδη μοι καὶ αὐτῷ βουλομένῳ κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισεν. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. 14 Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ πατρίς, Μεμνόνιος δὲ πατήρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες. Μύριναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν ἐν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. 15 γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῇδε τὰ τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω· ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. 16 Ποιήσομαι δὲ τὴν ξυγγραφὴν οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο, ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύ ειν ἑλόμενοι, ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. 17 καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, οὐ μὴν τοῦτό γε σκοπόν, οἶμαι, καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ' εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτῇ θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημέ να. 18 οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, πεφώρανται δὲ ὅμως τῇ πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς 7 εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον), ἔνδηλοι δὲ ἅπασι γίγνον ται, ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηνα μένους ἤ, τὸ γοῦν ἔλαττον δεινόν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. 19 ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι, κακῶς ἐπιστάμενοι, ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μά λα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. 20 οὗτοι μὲν οὖν ξυγγρα φόντων, ὥς πῃ φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς ὅ τι χωρήσει. μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἀξιαφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν, μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων, καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου ἀξίων. 21 Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ' ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδρα μοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρῳ τῷ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. 22 τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ' ἐκεῖνον, ὡς οἷόν τε, διεξιτέον. 23 προοίμια μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ' ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. 24 ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμην 8 ται, τούτους δὲ ἅπαντας ἐκ τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. 25 μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι, ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάν τε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι, ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις· 26 ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο, τάς τε τῶν Οὔννων ἐπιδρομάς, οἳ δὴ ἐν τῷ τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. 27 Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ καὶ Βέρροια καὶ Ἀντιόχεια ἡ πρὸς Ὀρόντῃ ποταμῷ ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθην ται, τήν τε Ἐδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην. 28 εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. 29 ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκ τέον. 30 μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ τῶν 9 Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνῄρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατη γοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται, οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. 31 λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκείνους πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται, ὅτι τε αὖθις μετ' ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. 32 ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ' ἅπερ καὶ τὴν ἀρχὴν ὡρ μήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων./* ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Α*/
5.2
Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τὸ λοιπὸν ἔδει ἐπικουρίας, τότε δὲ βασιλεῖς παρὰ Φράγγοις Θευδίβαλδός γε ἦν τὸ μειράκιον καὶ μὲν δὴ Χιλδίβερτός τε καὶ Χλωθάριος οἱ τοῦ παιδὸς μέγιστοι θεῖοι, ὡς ἂν οἱ Ῥωμαίων εἴποιεν νόμοι. 2 ἀλλ' ἐπὶ τούτους μέν, πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι, οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλδον ἀναφανδὸν ἐπρεσβεύοντο, οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς Πάδου ποταμοῦ ἱδρυμένοι· οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν καὶ οἳ τῷ νεωτερισμῷ καὶ τῇ τῶν καθεστώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης με τεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσ θαι. 3 οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι ἐς ὄψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει ἐδέοντο μὴ σφᾶς περιϊδεῖν ὑπὸ Ῥωμαίων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος καὶ ἀνακα λέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. 4 ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει μὴ ἐφιέναι Ῥωμαίοις ἐπὶ μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κο λούειν· «εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς 16 μακρὰν» ἔφασαν οἱ πρέσβεις «καὶ καθ' ὑμῶν αὐτῶν ἥξουσι καὶ ἀνανεώ σονται τοὺς προτέρους πολέμους. 5 ἐπιλείψει γὰρ αὐτοὺς οὐδ' ὁπωσ τιοῦν εὐπρόσωπος αἰτία ἐς προκάλυμμα τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τινὰς καὶ Καμίλλους καὶ τῶν Καισάρων τοὺς πλείστους ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γερμανοῖς πολεμήσαντας καὶ τὰ ὑπὲρ Ῥῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ' ὁσίως ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνα κομιούμενοι. 6 τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προ σηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, γύναια δὲ καὶ παῖδας τῶν παρ' ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. 7 καίτοι Θευδέ ριχος οὐ βίᾳ ἑλών, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπι τρέψαντος προσηγάγετο τὴν Ἰταλίαν, οὐδὲν Ῥωμαίους ἀφελόμενος, (ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο,) ἀλλ' Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. 8 οἱ δέ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ φέρουσι βιαίως ἅπαντα οὗτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες καὶ μόνοι σὺν δικαιοσύνῃ πολιτεύεσθαι βρενθυόμενοι.
5.3
Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν ἀγὼν οὐκ ἐπὶ σμικρῷ τινι χωρήσει, «ἀλλ' ἢ καθέξομεν,» ἔφη, «τὴν Ἰταλίαν, οὗ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὔκουν τόδε ἡμᾶς, ὦ γενναῖοι, ἀντ' ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους ἀπόνασθαι ὧν ἐφιέμεθα.» 2 Βουτιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει, οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι καὶ τὰ ὅπλα, ὥς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοί, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο, καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. 3 λιτὴ γὰρ τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποι κίλων ἢ μόνον ὑπ' αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι, εἰ καί τι διαφθαρείη. θωράκων μὲν γὰρ καὶ κνημίδων ἀγνῶτες τυγχάνουσιν ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος· ἐνταῦθα δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι τοῖς σκέλεσι περιαμπίσχονται. 4 ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρο φόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ πελέκεις γὰρ ἀμφιστό μους καὶ τοὺς ἄγγωνας, οἷς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται. 5 εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρά, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ἄγαν μεγάλα, ἀλλ' ὅσον ἀκοντίζεσθαί τε, εἴ που δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρα τάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται, ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμ πύλαι τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδο ρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναμπτόμενα, καὶ ἐς τὰ κάτω νενεύ κασι. 6 καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν ἄγγωνα Φράγγος ἀνήρ· καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκός, ἡ αἰχμή, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ 47 ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴργουσι γὰρ αἱ ἀκίδες ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ καὶ πικροτέρας ἐπάγουσαι τὰς ὀδύνας, ὥστε εἰ καὶ μὴ καιρίαν τὸν πολέμιον τρωθῆναι ξυνενεχθείη, ἀλλὰ ταύτῃ γε διαφθαρῆναι. 7 εἰ δέ γε ἐς ἀσπίδα παγείη, ἀποκρέμαται μὲν αὐτίκα ἐξ αὐτῆς καὶ ξυμπεριάγε ται, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύ σαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀκίδων οὔτε ξίφει διατεμεῖν τῷ μὴ ἐφικνεῖσθαι τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. 8 ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ ἐμπατήσας τὸν σαυρωτῆρα καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν ἢ τὸ μέτωπον πελέκει πατάξας ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. 9 τοιαύτη μὲν τοῖς Φράγγοις ἡ ὅπλισις καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο.
5.4
διαπορουμένῳ δὴ οὖν ἐπὶ τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ προσῆλθε διανοεῖσθαι, ὡς εἴ γε ὅτῳ δὴ οὖν τρόπῳ δια λύσει τὴν φρουρὰν τῶν Ῥωμαίων καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴν διάβασιν ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων οὐχ οἷόν τε ἦν ἀμφοτέρων ἅμα κρατῆσαι· ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἀμωσγέπως μετασκευάσαι οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. 6 ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων καὶ τῶν πετρῶν ὅ τι ἀντίξουν διακολάπ των καὶ παραιρούμενος οὐ χαλεπῶς διαβήσεσθαι. 7 ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε· ἐσκήπτετο ἀθρόον νόσῳ τινὶ ἑαλωκέναι δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καὶ τὸ ξυμπεσὸν ὀλοφυρόμενος. 8 ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ καὶ λάθρᾳ ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε), μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς Ῥωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.
5.5
Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων κρατοῦσι τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ λίαν ἀλόγως. 2 ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ὅσα ὑφ' ἑτέρων βασιλείαν τετάχαται, οὐκ οἶδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦλον καὶ εὔδαιμον πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων τόπων τε εὐκαιρίᾳ καὶ ἀφθονίᾳ τῶν ἐπιτηδείων καὶ τῇ τῶν ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. 3 καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν ἐτύγχανον ὄντες, οἷς γε οὐδὲ ὄνομα ἠκούετο νεώς, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλλονταί γε, οὕτω παρασχόν, καὶ τὰ 89 τῆς ἐμπορίας κομίζονται κέρδη. 4 εἰσί τε οὐ βάρβαροι τὸ λοιπὸν οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ' ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταύρους περιέλοι καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις καὶ ὁπόσα ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμείνονα. 5 τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοὶ εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀφῃρημένοι. 6 αὐτίκα δὲ οἱ Ῥωμαῖοι Μαρτίνου ἐξοτρύ νοντος ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήν δε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχε τὸ χωρίον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ που ξυμβαλόν των τοῖς Κόλχοις καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην τῶν ἐπιχωρίων ἐπενεγκόντων. 7 νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ' ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὃν δὴ πρῶτον πάλαι φασὶν ὑπὲρ τῶν Χριστιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ τῶν ἐναντίων καταλευσθῆναι, τῷ ἐκείνου ὀνόματι καλεῖσθαι τὸν τόπον νενόμισται. ἡμᾶς δὲ οὐδέν, οἶμαι, τὸ κωλύον ἐς γνώρισμα τῇ ἀρχαιοτάτῃ χρῆσθαι προσηγορίᾳ, ἐπεὶ καὶ ξυγγραφῇ μᾶλλον προσήκει. 8 ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ τελευταίᾳ πράξει ἐν καιρῷ γιγνομένῃ τὸ ἐπίκλημα διαλῦσαι. 9 ἅπαντες τοιγαροῦν οἵ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπε δευσάμενοι τούς τε καλουμένους σπαλίωνας ἐπεσκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια καὶ ἄλλα ἄττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομαχήσοντες. 10 ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἐξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς τῷ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν περικαλύπτουσι τὸ μηχάνημα τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. 11 ἄνδρες δὲ ἔνδον ἐν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι αἴρουσί γε 90 αὐτὸ ἀφανῶς καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες κατασείουσι τὴν οἰκοδομίαν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι τὰ ἐς τὴν πολιορκίαν παρεσ κευάζοντο.
5.6
ὑμεῖς δέ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες, οὕτως ἐπὶ τὰς ζητήσεις χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι τὰς τῶν πραγμάτων ἀποβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει καὶ τὸν λογισμὸν ἐπ' αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ σχολὴν τὰ προστυχόντα διευκρινήσαντα τοῦ συνοίσοντος ἐφικέσθαι. 6 οὕτω γὰρ ὑμῖν βου λευομένοις αὐτίκα φανεῖται, ὡς οὔτε ἐκ τῶν Ῥωμαϊκῶν ταγμάτων οὔτε μὴν τῶν στρατηγῶν ἁπάντων, πολλῷ δέ γε μᾶλλον οὐδὲ τοῦ σφῶν βασιλέως τὰ τῆς ἐπιβουλῆς ἐπὶ Γουβάζην συνέστη. διατεθρύληται γὰρ ἤδη παρ' αὐτοῖς καὶ ἀνωμολόγηται, ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας, εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαι μονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. 7 ἄδικον οὖν οἶμαι καὶ πρός γε ἀξύμφορον, ἑνὸς ἐξ ἁπάντων ἀνδρὸς ἢ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν ἐξυβρίσαι μὲν ἐς τοὺς κοινοὺς νόμους, οὓς στέργειν προὐθέμεθα, πολιτείαν δὲ ξύμπασαν καὶ δίαιταν συνήθη καὶ φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασ θαι, τῶν δὲ τὴν χώραν φρουρούντων καὶ πολλοὺς ὅσους κινδύνους ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἐξῇ, προδότας δειχθῆ ναι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. 8 πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν, τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες, τὰς δὲ ψυχὰς ἐζημιω μένοι; 9 εἰ δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ' οὐ βεβαίαν ἡμῖν
5.7
«Καίτοι τί δεινὸν εἶναί φασιν, εἴπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος ἅπαν ὑμῖν τὸ ξυμμαχικὸν σωφρονέστερον καθεστήξει; 2 προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσ γένοιτο, ἀλλ' αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης ἠφάνισταί τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς ἂν ὑμῖν ἐνθένδε τὸ ξυμμαχικὸν σωφρονήσειε; 3 πῶς δὲ οὐκ ἂν μᾶλλον καὶ διαλύσαιεν τὰ ξυγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους καὶ τῆς προσπεσούσης χρείας οὐ περαιτέρω γνωριζομένους. 4 ἀλλ' οὔτε μετειλήφατε τοῦ βουλεύματος οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ σύμπαν τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται οὔτε τὴν πάλαι περὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθε στήκατε καὶ δικαίοις χρῆσθε νομίμοις, ἡ τούτων νικήσει κακοδαιμονία. 5 τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. 6 νῦν μὲν γὰρ ἴσως ἐφ' ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι καὶ τὰ τῆς δοκήσεως ἐπ' ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστά, κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκείων, ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. 7 εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ' ἔργῳ κατηγοροῦντες σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καὶ πρὸς ἀνάγκης, ἐναντιούμενον δὲ καὶ βιαζομένοις, ἀποκτεῖναι δὲ μηδαμῶς πρὶν ἂν ἐκεῖνος ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος τὰ πολεμίων δρᾶν προαχ θείη. 8 οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες μήτε ἄλλως 129 ἐφειμένον αὐτοῖς ἀδεῶς ἃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες οὔτε μὴν ὥσπερ ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὅτῳ δὴ οὖν τρόπῳ τοῦ προστάγματος ὀλιγωρήσει. 9 καίτοι μεγαλαυχοῦσι καὶ βρενθύον ται ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵ γε καὶ τὴν ἐκείνου περι ορῶντες πεφήνασι γνώμην ψευδέσι τε χρῆσθαι πρότερον κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγ γέλτως ἐξειργασμένοι καί, τὸ δὴ πάντων παρανομώτερον, οὔτε τὴν ἐπιστολὴν ἐπιδείξαντες, ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι.
5.8
Τότε γὰρ καὶ ἐφεξῆς ἐπὶ πλείστας ἡμέρας κίνησις τῆς γῆς ἐγίγνετο, βραχεῖα μὲν καὶ οὐχ οἵα τὴν ἀρχὴν ἐπῆλθε, ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι. 2 τερατεῖαί τε ἐνεδήμουν εὐθὺς καὶ προαγορεύσεις παρά λογοι, ὡς αὐτίκα μάλα καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες καὶ οἷον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ἅττα ἂν ἐδόκει αὐτοῖς, ἐχρησμῴδουν καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοί τε οἱ μαίνεσθαι εἰκῇ καὶ δαιμονᾶν ὑποκρινόμενοι δεινότερα ἐπεφήμιζον, ὡς δὴ ὑπὸ τῶν προσπεφυκότων αὐτοῖς φασμάτων τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα 170 ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυχοῦντες. 3 ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογιζόμενοι μείζονας ξυμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνα τροπὴν τῶν πραγμάτων παρεδήλουν καὶ ὑπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς δεινοῖς ἀεὶ ὁ τῶν τοιούτων ἀνθρώπων ἑσμὸς ἀναφύεσθαι. ἐψεύσατο δὲ ὅμως εὖ ποιοῦσα ἑκατέρα μαντεία. ἐχρῆν γάρ, οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὀνειροπολοῦντας καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι καταλιμπάνοντας. 4 ἀλλὰ γὰρ οὐδεὶς ὅστις ἦν ἐν τῷ τότε ὁ μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἑκασταχοῦ καὶ ᾠδαὶ ἱκετήριοι ἠκούοντο, ἁπάντων ἐς τοῦτο ἀγειρομένων· τά τε λόγῳ μὲν ἀεὶ ἐπαινούμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα, τότε δὴ προθυμότατα ἐπράττετο· δίκαιοί τε γὰρ ἀθρόον ἀπεδείκνυντο ἅπαντες ἐς τὰ συμβόλαια τὰ πρὸς ἀλλήλους, ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ τῶν νόμων τὰς δίκας ποιεῖσθαι τούς τε ἄλλως δυνατοὺς ἐφ' ἑαυτῶν ἠρεμοῦντας ὅσιά τε δρᾶν καὶ ἀπέχεσθαι τῶν αἰσχίστων. 5 ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἐναλλάξαντες μονήρη τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, χρήματα καὶ τιμὰς καὶ ὁπόσα ἥδιστα παρ' ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι. πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ οἱ κράτιστοι τῶν ἀστῶν περινοστοῦντες τὰς λεωφόρους ἐδωδῇ τε ἀφθόνῳ καὶ περιβολαίοις ἐφιλοφρονοῦντο τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ σώματα πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγ καῖα ἐρανιζόμενοι. 6 ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως ἔναυλον ἔτι τὸ δέος ὑπῆρχεν· ἐπεὶ δὲ λώφησίς τις καὶ ἀνακωχὴ τοῦ κινδύνου ὑπεφαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν ἐς τὰ εἰθισμένα. καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργός, ὁποία ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβρι θεστάτης τῷ λογισμῷ πέφυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἄτακτος καὶ οἷον ἐμπορία σφαλερωτάτη, ἐφ' ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης ἀπογευόμεθα, ἔστ' ἂν τὸ δεδιέναι παρῇ.

Intertext edge

Open linked passage

Note