Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More

Original: Pg Scrape Grc

σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. 10 ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ' ἕπεσθαι τῷ Δελφικῷ ἐκείνῳ προ γράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπειδὴ δὲ ἐν τῷ κατ' ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτά κτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα. 11 τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίᾳ τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν· ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως, ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένος. 12 οὗτος δὴ οὖν ὁ ἀνήρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποι εῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφε λείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημα οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθα 6 λάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἔστιν ᾗ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει παντὶ ἔχεσθαι ἔργου. 13 ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων ἤδη μοι καὶ αὐτῷ βουλομένῳ κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισεν. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. 14 Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ πατρίς, Μεμνόνιος δὲ πατήρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες. Μύριναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν ἐν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. 15 γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῇδε τὰ τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω· ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. 16 Ποιήσομαι δὲ τὴν ξυγγραφὴν οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο, ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύ ειν ἑλόμενοι, ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. 17 καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, οὐ μὴν τοῦτό γε σκοπόν, οἶμαι, καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ' εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτῇ θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημέ να. 18 οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, πεφώρανται δὲ ὅμως τῇ πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς 7 εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον), ἔνδηλοι δὲ ἅπασι γίγνον ται, ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηνα μένους ἤ, τὸ γοῦν ἔλαττον δεινόν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. 19 ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι, κακῶς ἐπιστάμενοι, ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μά λα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. 20 οὗτοι μὲν οὖν ξυγγρα φόντων, ὥς πῃ φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς ὅ τι χωρήσει. μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἀξιαφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν, μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων, καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου ἀξίων. 21 Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ' ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδρα μοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρῳ τῷ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. 22 τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ' ἐκεῖνον, ὡς οἷόν τε, διεξιτέον. 23 προοίμια μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ' ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. 24 ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμην 8 ται, τούτους δὲ ἅπαντας ἐκ τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. 25 μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι, ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάν τε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι, ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις· 26 ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο, τάς τε τῶν Οὔννων ἐπιδρομάς, οἳ δὴ ἐν τῷ τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. 27 Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ καὶ Βέρροια καὶ Ἀντιόχεια ἡ πρὸς Ὀρόντῃ ποταμῷ ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθην ται, τήν τε Ἐδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην. 28 εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. 29 ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκ τέον. 30 μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ τῶν 9 Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνῄρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατη γοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται, οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. 31 λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκείνους πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται, ὅτι τε αὖθις μετ' ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. 32 ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ' ἅπερ καὶ τὴν ἀρχὴν ὡρ μήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων./* ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Α*/

Spanish Gemini
5.1
Sabio es el hijo de Aristón, y sienten dolores de parto muy afroditas cuantas, en verdad, son arrebatadas por las Musas y poseídas por este frenesí báquico. A mí, por tanto, me parecía frecuentar estos temas y no abandonar jamás, por voluntad propia, estos estudios juveniles y deleitables, sino seguir aquel precepto délfico y conocer lo que me es propio. Pero dado que en mi tiempo sucedió que grandes guerras estallaron inesperadamente en muchas partes del mundo habitado, que se produjeron migraciones de muchas naciones bárbaras, que ocurrieron desenlaces absurdos de acciones oscuras e increíbles, cambios desordenados de la fortuna, destrucciones de linajes, esclavizaciones de ciudades y cambios de habitantes, y que, por así decirlo, todo lo humano se vio conmovido; dado, pues, que esto y cosas semejantes sucedieron, me sobrevino el temor de si acaso no sería impío dejar sin memoria y en silencio hechos tan grandes y dignos de admiración, que habrán de ser útiles y provechosos para los que vengan después. 11 Por consiguiente, me pareció que no estaba fuera de lugar intentar, de algún modo, escribir, para que mi vida entera no se consumiera en mitología y en un esfuerzo superfluo, sino que aportara también algo necesario. Muchos de mis allegados, urgiéndome y exhortándome, estimularon mi impulso y lo fortalecieron; entre ellos, Eutiquiano, el joven jefe, fue el principal en el consejo, un hombre que ocupaba los primeros lugares entre los secretarios de los emperadores, bueno en lo demás, muy sagaz, suficientemente instruido y que había llegado a ser el mejor adorno del linaje de los Flóridos. 12 Este hombre, pues, ya que valoraba mis asuntos por encima de todo y se preocupaba mucho por lo que sería mejor para mí en cuanto a la gloria y a la utilidad restante, no dejaba de urgirme y de mostrarme buenas esperanzas. Decía que no debía considerar mi empresa tan difícil e inalcanzable, ni sentirme atemorizado, como los que no han navegado ante la navegación; pensaba, más bien, que la historia no está lejos de la poesía, sino que ambas son hermanas y del mismo linaje, y que quizás solo se distinguen entre sí por el metro. Así pues, como si el traslado fuera de casa a casa, me instaba a ir con confianza y a dedicarme a la obra con todas mis fuerzas. 13 Pero, en efecto, al encantarme con tales palabras, me convenció fácilmente, pues yo mismo ya lo deseaba. Y así, he llegado hasta aquí. Ojalá sea capaz de hacer algo digno de tal entusiasmo y de acercarme lo más posible a la magnitud de los hechos. 14 Debo indicar primero quién soy y de dónde vengo, esto que es costumbre entre los escritores. Mi nombre es Agatías, mi patria Mirina, mi padre Memnonio, y mi oficio las leyes de los romanos y los litigios de los tribunales. Y digo Mirina, no la pequeña ciudad tracia ni si alguna otra en Europa o Libia ha sido llamada con este nombre, sino la que en Asia fue colonizada hace tiempo por los eolios en torno a las desembocaduras del río Pítico, el cual, fluyendo desde la región de Lidia, desemboca en el canal más alejado del golfo de Elea. 15 Ojalá pudiera yo pagar de la manera más completa esta crianza y registrar con exactitud todos los hechos gloriosos y patrios. Pero ahora, que ella me reciba benévola y propicia, y que acepte mi entusiasmo; yo, por mi parte, debo pasar a los asuntos públicos y más importantes. 16 Realizaré la escritura no de la manera en que otros lo han hecho en el presente. Pues ya otros han llegado hasta aquí en su labor, sin preocuparse en absoluto por la verdad ni por exponer los hechos tal como sucedieron, sino eligiendo halagar tan abiertamente a muchos de los poderosos y adularlos, que si alguna vez dijeran algo verdadero, no se les creería. 17 Y aunque los expertos en esto dicen que al encomio solo le corresponde exaltar más los bienes que alguien posee, la historia, aunque no rehúsa del todo alabar a los que han hecho algo bueno, no creo que tenga esto como objetivo y distintivo; sino que, si la ejecución de los hechos conlleva alabanza o censura, no es lícito forzarla ni alterar lo sucedido. 18 Ellos confiesan hacer historia, y la profesión del título así lo indica, pero han sido descubiertos en la práctica adornando el nombre. Pues a los que aún viven, ya sean emperadores o de otro modo ilustres, no solo los elogian mediante la narración de lo realizado( pues entonces cometerían pocos errores), sino que se hacen evidentes para todos, ya que no se han esforzado en otra cosa que en alabar y admirar más allá de lo necesario; a los que ya han muerto, sean cuales fueren, o los llaman malvados y destructores de los bienes comunes o, lo que es menos grave, los menosprecian, hasta el punto de no concederles ni siquiera un recuerdo. 19 De este modo creen gestionar bien el presente y, al servir siempre al que tiene el poder, procurarse utilidad, sin saber que incluso a los mismos que son alabados por ellos no les agradan mucho tales cosas, al considerar que la adulación descarada no será suficiente para confirmar la opinión sobre ellos. 20 Que ellos escriban, pues, como les plazca y sea su costumbre, pero yo debo valorar la veracidad por encima de todo, hasta donde alcance. Recordaré todo lo que se hizo digno de narración tanto entre los romanos como entre la mayoría de los bárbaros hasta este momento, no solo por hombres que aún viven, sino más bien también por los que ya se han ido, y no omitiré nada de lo que sea digno de mención. 21 Por tanto, aunque no me he sentido impulsado a escribir antes de que Justino el joven asumiera el poder imperial, tras la muerte de Justiniano, yo retrocederé también a los tiempos anteriores y haré obra propia todo aquello que aún no ha sido elaborado por otro. 22 Pues la mayor parte de lo sucedido en los tiempos de Justiniano, dado que ha sido registrado con exactitud por Procopio, el retórico de Cesarea, debo omitir aquello, ya que ha sido dicho suficientemente; pero lo que sigue a él, debo exponerlo, en la medida de lo posible. 23 Pues sus proemios de la historia se hicieron cuando murió Arcadio, y cuando Isdigerdes, rey de los persas, se convirtió en tutor del hijo de aquel, Teodosio, y los sucesos de Vararanes y Perozes, y cómo el rey Cabades, una vez establecido, fue privado del poder y luego lo recuperó rápidamente, y cómo Amida fue tomada por él, reinando Anastasio sobre los romanos, y cuántos trabajos recibió después de él Justino el viejo en esta obra. 24 A continuación, las guerras pérsicas, cuantas fueron libradas por el emperador de los romanos Justiniano contra Cabades y Cosroes en torno a Siria y Armenia y, ciertamente, también en los límites de los lazos, todas estas las podrías conocer perfectamente a partir de los discursos de Procopio, así como a Gelimer el vándalo, la ciudad de Cartago y todo el país de los afros, que tras mucho tiempo desde Bonifacio y Genserico y la deserción de aquel entonces, fue esclavizado por Justiniano y se convirtió de nuevo en parte del dominio romano. 25 Después de la destrucción de los vándalos, y todo lo que los mauritanos, como nación, hicieron y sufrieron enfrentándose a los romanos en muchas partes de Libia, y que Stotzas y Gontharis, siendo romanos, se convirtieron en tiranos y fueron los mayores causantes de desgracias y sediciones para Libia, y cómo los males no cesaron hasta que aquellos dos hombres fueron destruidos, ciertamente podrías encontrar todo esto en aquellos escritos. 26 Y cómo la sedición civil en Bizancio, levantada contra el emperador y llegada a un gran mal, dañó los asuntos públicos, y las incursiones de los hunos, quienes en aquel entonces, tras cruzar el río Istro, dañaron enormemente el imperio romano, saqueando a los ilirios y tesalios y la mayor parte de Europa, y una parte también de Asia, tras cruzar el Helesponto. 27 Cómo la ciudad de Sura en Siria, y Berea y Antioquía junto al río Orontes fueron saqueadas de la manera más lamentable por Cosroes, y el asedio de Edesa y cómo, tras ser rechazado de allí, se marchó, es posible ver también esto en estos escritos, así como los enfrentamientos de los etíopes y homeritas y por qué causa ambos linajes llegaron a tal enemistad. 28 Se ha dicho mucho por él también sobre la gran peste, cómo al principio irrumpió en aquel tiempo en el género humano y qué cosas absurdas sucedieron en ella. 29 Pero también todo lo que después fue realizado por el ejército romano en torno a las ciudades de los lazos y la fortaleza de Petra contra Corianes y Mermeroes y las multitudes persas, también esto debe ser recogido de allí. 30 Al pasar él a Occidente, cómo murió Teodorico, rey de los godos, y Amalasunta, hija de este, fue asesinada por Teodato, y todo aquello por lo que estalló la guerra gótica, tampoco esto ha sido omitido por él, ni tampoco cómo Vitiges, quien tras Teodato se apoderó del linaje gótico, fue llevado cautivo a Bizancio por el general Belisario tras muchísimos combates, ni cómo Sicilia, Roma e Italia, tras expulsar a los bárbaros invasores, fueron reorganizadas de nuevo según las costumbres patrias. 31 Podría uno tomar de allí también que Narsés el eunuco fue enviado a Italia, habiéndose convertido en general con plenos poderes por el emperador, y aquellas gloriosas guerras que fueron libradas brillantemente por él contra Totila, y que de nuevo, después de él, Teias, hijo de Fredigerno, al suceder en el mando gótico, no mucho después fue también él asesinado. 32 Todos estos hechos han ocurrido hasta el vigésimo sexto año del reinado de Justiniano, y con Procopio el retórico, creo, se han terminado y completado los asuntos de la escritura en estos; yo, en cambio, voy a pasar a lo que sigue a esto, hacia lo cual me puse en camino desde el principio. Y, en efecto, me ocupo de los asuntos.
5.2
En aquel momento, pues, en que Teias había muerto y los asuntos de los godos necesitaban en adelante ayuda extranjera, los reyes entre los francos eran Teudibaldo, el joven, y, ciertamente, también Childeberto y Clotario, los mayores tíos del niño, como dirían las leyes de los romanos. 2 Pero contra estos, pues estaban muy lejos, los godos no creían que debían ir, sino que enviaron embajadores abiertamente a Teudibaldo, aunque no toda la nación, sino solo los que estaban establecidos fuera del río Po; pues los otros, aunque se alegraban con la novedad y el movimiento de lo establecido, estaban sin embargo atónitos, dudando de lo que sucedería y temiendo lo inestable de la fortuna, tenían sus mentes suspendidas y dudosas, observando y preguntando por lo que se hacía, deliberando sobre ponerse del lado de los que vencieran. 3 Los embajadores de los otros, al llegar y presentarse ante el jefe y todos los que estaban en el poder, pedían no ser abandonados mientras eran oprimidos por los romanos, sino que ayudaran en la lucha y llamaran a un linaje vecino y amigo que corría el riesgo de perecer por completo. 4 Explicaban que también a ellos les convendría sobremanera no permitir que los romanos, al elevarse a un gran poder, crecieran, sino que con todas sus fuerzas frenaran su aumento:« Pues si eliminan a todo el linaje gótico, no pasará mucho tiempo», dijeron los embajadores,« antes de que vengan también contra vosotros mismos y renueven las guerras anteriores. 5 Pues no les faltará en absoluto una causa decorosa como pretexto para su codicia, sino que parecerá que os persiguen con justicia, enumerando a algunos Marius y Camillus y a la mayoría de los Césares, como si hubieran luchado hace tiempo contra los antiguos germanos y ocupado todo lo que está más allá del Rin; de este modo no parecerá que usan la fuerza, sino que hacen la guerra piadosamente, como si no buscaran nada extranjero, sino que recuperaran las posesiones de sus propios antepasados. 6 Pues algo así nos han traído a nosotros como acusación, como si Teodorico, nuestro antiguo jefe y fundador, hubiera tomado Italia indebidamente, nos han arrebatado lo nuestro, han matado a la mayor parte del linaje, y han esclavizado sin piedad a las mujeres y a los hijos de los hombres afortunados entre nosotros. 7 Y sin embargo, Teodorico no tomó Italia por la fuerza, sino que la atrajo después de que Zenón, su emperador, se lo permitiera, sin quitar nada a los romanos( pues ya habían sido privados de ella), sino que, tras derrocar a Odoacro, el invasor, el tirano, se apoderó de todo lo de aquel por la ley de la guerra. 8 Ellos, en cambio, dado que les era más fácil usar la fuerza, no han hecho nada justamente, sino que, habiéndose enfadado antes con Teodato por causa de Amalasunta, supuestamente, y habiendo puesto esto como principio y pretexto para la guerra, luego hasta ahora no lo dejan, sino que lo llevan todo violentamente, estos mismos que se jactan de ser sabios y piadosos y los únicos que se gobiernan con justicia».
5.3
Él mismo, pues, estaba de este modo con el mejor ánimo y exhortaba a todo el ejército a saber que la lucha presente no terminaría en algo pequeño,« sino que o bien retendremos», dijo,« Italia, por cuya causa hemos llegado, o nos quedará a todos morir aquí sin gloria. No nos conviene, pues, oh nobles, elegir esto en lugar de aquello, pudiendo ser hombres buenos en la guerra y disfrutar de lo que deseamos». 2 Butilino, pues, no dejaba de exhortar a las multitudes con estas y otras cosas semejantes, y ellos se fortalecían con las esperanzas y preparaban las armas, como a cada uno le placía. Pues aquí se afilaban muchas hachas, allí las lanzas locales, los angones, en otra parte las escudos rotos eran reparados para el combate, y fácilmente todo estaba preparado para ellos. 3 Pues el armamento de esta nación es sencillo y tal que no necesita artesanos variados, sino que creo que es arreglado por los mismos que los usan, si algo se estropeara. Pues son desconocedores de corazas y grebas, y la mayoría lleva la cabeza descubierta, y pocos luchan atándose cascos; están desnudos del pecho y la espalda hasta la cintura; allí se visten con pantalones, unos de lino, otros de cuero, ciñéndose las piernas. 4 No usan caballos en absoluto, salvo muy pocos, ya que el combate a pie es para ellos algo natural, patrio y muy bien practicado. La espada cuelga del muslo y el escudo del costado izquierdo. Y, por tanto, no llevan arcos ni hondas ni otras armas de largo alcance, sino hachas de doble filo y los angones, con los que realizan la mayor parte de sus acciones. 5 Los angones son lanzas no muy pequeñas, pero tampoco demasiado grandes, sino lo suficiente para ser lanzadas, si fuera necesario, y para alcanzar en los combates cuerpo a cuerpo en las embestidas. La mayor parte de estas está cubierta de hierro por todas partes, de modo que apenas se ve algo de madera y apenas todo el regatón; arriba, en torno a la punta de la hoja, sobresalen algunas púas curvas a ambos lados de la misma punta de la lanza, como anzuelos doblados hacia abajo, y miran hacia abajo. 6 Y así, un hombre franco lanza este angón en un combate; y si se clava en alguna parte del cuerpo, la punta entra dentro, como es natural, y no es posible que ni el herido ni otro saque fácilmente la lanza. Pues las púas, al quedar atrapadas dentro de la carne, causan dolores más amargos, de modo que, aunque no suceda que el enemigo sea herido de muerte, muere por esto. 7 Y si se clava en un escudo, cuelga inmediatamente de él y se arrastra, arrastrándose por el suelo la parte que sobresale; el herido no puede sacar esta lanza debido a la entrada de las púas ni cortarla con la espada por no alcanzar la madera, sino que el hierro está extendido. 8 Cuando el franco ve esto, salta de repente con el pie y, pisando el regatón, hace peso sobre el escudo y lo baja, de modo que la mano del que lo lleva se afloja y la cabeza y el pecho quedan descubiertos. Entonces, al tomarlo indefenso, lo mata fácilmente golpeándole la frente con el hacha o atravesándole la garganta con otra lanza. 9 Tal es el armamento de los francos y de esta manera se preparaban para la guerra.
5.4
A Mermeroes, que estaba en apuros por los asuntos presentes y reflexionaba mucho, se le ocurrió pensar que, si de alguna manera disolvía la guardia de los romanos y la apartaba suavemente, sus asuntos para el cruce no serían del todo inalcanzables. Pues, estando los enemigos apostados muy constantemente en el lugar, no era posible vencer a ambos a la vez; pero si ellos se relajaban, creía que no era del todo imposible remediar solo la dificultad del terreno y transformar de algún modo lo difícil de la marcha en algo fácil de transitar. 6 Pues esperaba que, cortando la maleza con la multitud de manos, limpiándola y cincelando y quitando lo que fuera contrario de las piedras, pasaría sin dificultad. 7 Así pues, para lograr esto, ideó lo siguiente: fingió de repente haber sido presa de una enfermedad terrible e incurable. Y así, se quedó postrado, gimiendo supuestamente y afligiéndose y lamentándose por lo sucedido. 8 Y esta noticia circuló inmediatamente por todo el ejército, que el general estaba mal y que pronto moriría; y cuantos de ellos querían trabajar a sueldo para los enemigos a cambio de la traición de los suyos y sacar a escondidas los secretos, estos no conocían la verdad( pues el plan se ocultaba con mucha seguridad y no se filtraba ni siquiera a todos los más queridos), sino que, engañados, informaban a los romanos, que solo eran llevados por la multitud. Estos creían fácilmente, no tanto por el anuncio, sino por el deseo de la intención.
5.5
Pues los lazos son una nación muy grande y altiva, y al jactarse con el antiguo nombre de los cólquidas, se enorgullecen más de lo debido, y quizás no muy irracionalmente. 2 Pues entre las naciones que están bajo el reinado de otros, no conozco otra tan gloriosa y afortunada por la abundancia de riqueza, la multitud de súbditos, la oportunidad de los lugares, la abundancia de lo necesario y la buena disposición y destreza de las costumbres. 3 Y, por tanto, los antiguos habitantes eran totalmente desconocedores de los bienes del mar, a quienes ni siquiera se les oía el nombre de nave, antes de que aquella Argo los visitara. Los de ahora, en cambio, incluso navegan, habiendo proporcionado esto, y obtienen las ganancias del comercio. 4 Ya no son bárbaros ni viven así, sino que se han transformado hacia lo político y legal por la mezcla con los romanos; de modo que si alguien quitara los toros de pies de bronce y los brotes de los nacidos de la tierra y todo lo demás monstruoso e increíble que se ha adornado en la poesía en torno a Eetes, encontraría que los presentes son mucho mejores que los anteriores. 5 Siendo tales, pues, los lazos, consideraban razonablemente que no habían sufrido cosas tolerables, al haber sido privado su rey de manera absurda. 6 Inmediatamente los romanos, instigados por Martín, se apresuraban con todas sus fuerzas a atacar a los persas en Onoguris. Este nombre lo recibió el lugar desde antiguo, quizás porque los hunos, en los tiempos anteriores, los llamados onoguros, se enfrentaron allí mismo con los cólquidas y luego fueron vencidos, y los habitantes le pusieron este nombre como recuerdo y trofeo. 7 Ahora, sin embargo, no es llamado así por la mayoría, sino que, dado que allí está establecido un templo del divino Esteban, de quien dicen que fue el primero hace tiempo en arriesgarse voluntariamente por lo que parece mejor a los cristianos y ser lapidado por los enemigos, se ha acostumbrado a llamar al lugar con su nombre. A nosotros, creo, nada nos impide usar la designación más antigua para identificarlo, ya que a la escritura le conviene más. 8 El ejército de los romanos, pues, se preparaba para ir a Onoguris. Pues los instigadores de la inmundicia insistían en esto, esperando destruir fácilmente esta fortaleza y de este modo, si el emperador conocía los asuntos del engaño, no enfadarse demasiado con ellos, sino que, con la última acción realizada a tiempo, disolver la acusación. 9 Todos, pues, tanto los generales como las fuerzas, acampando en la llanura de Arqueópolis, preparaban los llamados espaliones y las máquinas de lanzar grandes piedras y otros instrumentos semejantes, para, si fuera necesario, luchar contra los muros. 10 El espalión es un tejido de mimbres hecho a modo de techo, estanco por la densidad y cubierto por ambos lados al extenderse los costados hacia abajo y rodear al que pasa por debajo. Echando pieles y cueros por encima, cubren la máquina por todas partes para que sea más un refugio y rechace las flechas. 11 Hombres escondidos dentro, en la seguridad, lo levantan sin ser vistos y lo llevan a donde quieren. Cuando es llevado a una torre, por ejemplo, o a un recinto, entonces ellos, cavando la tierra que está debajo y sacando la tierra, dejan al descubierto los cimientos, y luego, golpeando constantemente con palancas y martillos, derriban la construcción. Así, pues, los romanos se preparaban para el asedio.
5.6
Vosotros, en cambio, oh hombres de Cólquida, no vayáis a las investigaciones con las mentes ocupadas por otra cosa y mirando hacia un fin predeterminado.¿ Cómo es posible forzar los desenlaces de los asuntos y transformarlos hacia lo que agrada? Al contrario, conviene seguir esto con orden y dejar que el razonamiento sobre ellos sea puro y autónomo, de modo que, tras aclarar con calma lo que sucede, se alcance lo que conviene. 6 Pues deliberando así, os parecerá inmediatamente que ni de las legiones romanas ni de todos los generales, y mucho menos del propio rey, se fraguó la conspiración contra Gubazes. Pues ya se ha difundido entre ellos y se ha confesado que Rústico y Martín, envidiando su fortuna, lo llevaron a una desgracia autoimpuesta, sin que los otros jefes colaboraran, sino que, por el contrario, se sintieron manifiestamente afligidos. 7 Es injusto, pues, creo, y además inconveniente, que por un hombre de entre todos, o quizás dos que hayan errado, se ultrajen las leyes comunes que nos propusimos amar, y se desechen tan fácilmente toda la política y la vida habitual y querida, y que los que custodian el país y asumen tantos peligros para que podamos vivir en bienestar, sean señalados como traidores y, lo que es más impío de todo, se desprecie la opinión recta hacia la piedad y la solemnidad de los secretos sagrados. 8¿ Cómo no parecerá que hacemos esto si nos pasamos a los más contrarios al Altísimo? Pues si nos impidieran permanecer en los mismos ritos y nos trasladaran a los suyos,¿ qué sufriremos más grave que esto, vivos o muertos?¿ Y qué ganaremos ganando toda Persia( supongamos que así sea), habiendo perdido las almas? 9 Y si incluso lo permitieran y concedieran, no tendríamos una seguridad firme
5.7
« Y sin embargo,¿ qué dicen que es terrible si, tras la muerte de un solo hombre, y este traidor, toda vuestra alianza se vuelve más sensata? 2 Pues al morir traidores, en verdad, y muchísimos, aunque no se obtenga ninguna otra utilidad para los que los han matado, el hecho mismo de que tales hombres mueran es suficiente para el provecho. Pero si, sin haberse demostrado ninguna traición, alguien de los muy ilustres ha desaparecido de repente y ha sido castigado, como si hubiera sido claramente juzgado,¿ cómo podría vuestra alianza volverse más sensata a partir de esto? 3¿ Y cómo no disolverían más bien los acuerdos, si pensaran que sois partícipes de la inmundicia? Pensando que, si no tenéis piedad ni justicia con los más cercanos y conocidos, difícilmente permaneceríais firmes con los extranjeros y ajenos y con los que no se conocen más allá de la necesidad que surge. 4 Pero ni habéis participado en el plan, ni la mancha que se adhiere privadamente a estos se extenderá a toda la nación de los romanos, ni la opinión que prevaleció hace tiempo sobre vosotros, de que sois fieles en las costumbres y firmes y usáis leyes justas, será vencida por la desgracia de estos. 5 Al contrario, creemos que el presente tribunal se ha constituido por la gloria común del linaje, para que todos los hombres sepan que de ninguna manera era vuestro deseo que los cólquidas sufrieran tales cosas terribles y violentas. 6 Pues ahora, quizás, las opiniones se dirigen hacia ambos lados de la multitud y lo que se piensa se lleva de manera incierta. Pero a partir de tu juicio, oh juez, de estos que están a punto de ser destruidos, se hará más conocido ahora que no sois traidores de los vuestros, sino correctores de los que cometen injusticias. 7 Pues si incluso parecen defenderse con palabras, en la práctica se acusan a sí mismos y confiesan lo absurdo del asesinato. Pues la carta real ordena a los generales enviar a Gubazes a Bizancio, persuadiendo al principio, y si desobedece y por necesidad, y si se opone y usa la fuerza, matarlo, pero de ninguna manera antes de que él, habiendo llegado a una deserción total, sea llevado a hacer cosas de enemigos. 8 Ellos, sin ser generales ni estar autorizados de otro modo para hacer lo que quieran sin miedo, matan inmediatamente al desdichado, sin haberlo instado a ir a Bizancio ni haberle impuesto una necesidad moderada como si desobedeciera, ni haberlo puesto a prueba desde el principio, por si de alguna manera despreciara la orden. 9 Y sin embargo, se jactan y se enorgullecen de haber cumplido lo que le parece al rey, ellos que han resultado despreciar su opinión, habiéndose atrevido a usar antes falsas calumnias contra Gubazes y habiendo realizado por voluntad propia lo contrario de lo bien ordenado y, lo que es más ilegal de todo, sin haber mostrado la carta, de modo que, conocidos los escritos, se eligiera lo que se debía hacer».
5.8
Pues entonces, y durante muchos días seguidos, se produjo un movimiento de tierra, leve al principio y no como el que había ocurrido al comienzo, pero suficiente, sin embargo, para agitar lo que quedaba. De inmediato se hicieron presentes prodigios y predicciones absurdas, como si el mundo entero fuera a perecer de un momento a otro; pues ciertos embaucadores y una especie de adivinos espontáneos, vagando de un lado a otro, profetizaban lo que se les antojaba y aterrorizaban aún más a la multitud, que, por estar ya amedrentada, se dejaba convencer fácilmente. Estos individuos, que fingían estar locos y poseídos por demonios, predecían cosas más terribles, como si hubieran sido instruidos sobre el futuro por los espectros que se les aparecían, y se jactaban grandemente de su propia desgracia. Otros, calculando los movimientos y configuraciones de los astros, señalaban e insinuaban mayores calamidades y casi una ruina común de los asuntos humanos. Pues es costumbre que, en tiempos de peligro, siempre surja un enjambre de tales hombres. Sin embargo, ambas adivinaciones resultaron ser falsas, afortunadamente. Pues, en mi opinión, quienes sueñan tales cosas deberían evitar ser acusados de impiedad y no dejar nada más al poder superior en cuanto al conocimiento. Pero, en realidad, no había nadie en aquel entonces que no estuviera sumamente asustado y consternado. Por lo tanto, se escuchaban súplicas y cantos de oración por todas partes, reuniéndose todos para este fin; y lo que siempre se elogiaba de palabra, pero rara vez se confirmaba con hechos, se realizaba entonces con la mayor prontitud; pues todos se mostraban de repente justos en sus contratos mutuos, de modo que incluso los magistrados, habiendo abandonado el afán de lucro, administraban justicia conforme a las leyes, y los que de otro modo eran poderosos vivían en paz por sí mismos, realizando actos piadosos y absteniéndose de las acciones más vergonzosas. Algunos incluso cambiaron por completo su modo de vida y abrazaron una existencia solitaria y montañesa, abandonando y renunciando a las riquezas, los honores y todo lo que es más placentero para los hombres. Se ofrecieron muchos regalos a los templos, y por la noche los ciudadanos más ilustres, recorriendo las vías públicas, agasajaban con abundante comida y mantos a esos indigentes y miserables, muchos de los cuales, mutilados de cuerpo, yacían en el suelo mendigando lo necesario. Todo esto se medía por un tiempo determinado, mientras el miedo permanecía aún fresco; pero cuando empezó a vislumbrarse un alivio y una tregua en el peligro, la mayoría regresó de inmediato a sus costumbres habituales. Tal impulso no podría llamarse propiamente justicia ni una piedad firme y activa, como la que nace en la razón por una opinión recta y una disposición muy profunda, sino una especie de artilugio desordenado y una especie de comercio muy arriesgado, con el fin de escapar y engañar, por así decirlo, al presente. Así pues, probamos las buenas obras por necesidad, mientras el miedo esté presente.

Intertext edge

Open linked passage

Note