Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ταῦτα ἐπεὶ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλδος μὲν (ἦν γὰρ μει ράκιον ἀγεννὲς καὶ ἀπόλεμον ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο,) τούτων δὴ οὗν ἕκατι οὐ μάλα ὅ γε τῶν πρέσβεων ἦν οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρ πώσασθαι πόνους. 2 Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἰ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ' αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ καὶ τὸ γένος Ἀλαμανώ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. 3 οἱ δὲ Ἀλαμανοί, εἴ γε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία. 4 τούτους δὲ πρότερον Θευδέριχος ὁ τῶν Γότθων βασιλεύς, ἡνίκα καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπε βίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς Φράγγους, καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ μάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἐξίστανται χωρίων καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. 5 ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ᾤοντο χρῆναι δυνάμεις καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης ἀγωνιού μενοι, ἀλλ' ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας καὶ τοῦ μὴ πάμπαν ἀπο λωλέναι ἀναρρίψοντες κίνδυνον. καὶ τοίνυν τὸ τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες ἑκουσίαν πεποίηνται τὴν ἀνάγκην. 6 οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων 18 ἀφειμένον Θευδίβερτος αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν.
6.2
Ναρσῆς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνώκει, αὐτίκα ὅ γε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς Ῥώμης στρατοπεδεύεται οὐ πόρρω τῶν πολεμίων, ἀλλ' ὅσον πατάγου τε ἀκούειν καὶ διορᾶν τὸ χαράκωμα. 2 οὕτω δὲ τῶν στρατευμάτων ἀλλήλοις ἀναφανέντων πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ ἀγρυπνίαι καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὲ καὶ δέος καὶ παλιμβολία καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα. τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρα ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ' οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. 3 ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διεκόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴ γε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδὲν ὅτι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τὸ λοι πόν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. 4 Χαναράγγης δέ τις ἀνὴρ 48 Ἀρμένιος ἐνηρίθμητο μὲν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις, ἀνδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαναράγγῃ (ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνημένος) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάταις καὶ σίνεσθαι αὐτοὺς καθ' ὅ τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακομίζειν τολμῷεν. 5 καὶ ὃς ἀθρόον ἐξιππεύσας ἅμα ὀλίγοις τοῦ ἀμφ' αὐτὸν τάγματος τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι προσάγει τῷ πύργῳ, ὃν δὴ ἐπὶ τῆς γεφύρας οἱ Φράγγοι ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. 6 καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπιναίως ἀρθείσης ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατο, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ' ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χωρίον, καὶ οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν, οἱ δὲ Ῥωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. 7 Τούτων δὲ οὕτω ξυνενεχ θέντων αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκός, ἀνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν, σφαδάζοντες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μετρίου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν μηδὲ διαμέλ λειν, ἀλλ' αὐθημερὸν παρατάττεσθαι, καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων μὴ δεῖν ἐκείνης τῆς ἡμέρας διαμάχεσθαι ἢ γιγνώσκειν ὡς ἄρδην ἅπαντες ἀπολοῦνται. 8 οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ' ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, ὅπερ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀποτῖσαι ὧν ἐτύγχανον ἠσεβηκότες. 9 πλὴν ἀλλ' ὅμως εἴτε οὕτω ξυμβὰν εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν χρησμολόγων ὅτῳ δὴ οὖν τρόπῳ τὰ ἐσόμενα ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ 49 μάντευμα. ὅπως δὲ τῶν ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἷόν τέ μοι λελέξεται.
6.3
Ἐν τούτῳ δὲ ἁλίσκεταί τις Πέρσης ἀνὴρ ὑπὸ τῶν Ἰουστίνου δορυφόρων ἀνὰ τὸ φρούριον πορευόμενος. ἐπεὶ δὲ ἐς τὸ στρατόπεδον ἐκεκόμιστο, ἠναγκάζετο μαστιγούμενος ξὺν ἀληθείᾳ ἐρεῖν τὰ τῶν οἰκείων βουλεύματα. 2 καὶ δῆτα ἀπήγγελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται, αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπι θαρσυνοῦντα, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. 3 «οἱ δὲ ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν» ἔφη «προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις, ἐγνωσ μένον αὐτοῖς ὡς ἐπ' ἐκείνους ἰέναι διανοεῖσθε.» 4 τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκε χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γάρ, ὡς τὸ εἰκός, διὰ τὴν ὀλιγότητα νικωμέ νων ἑπόμενον εἶναι τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ' οὐδενὶ πόνῳ διαφθαρῆναι. 5 ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθέγγετο παροιμιῶδές τι, βαρβαρι κὸν μὲν καὶ ἀφελές, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον· ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι. 6 ὁ δὲ Ῥούστικος (θρασύτερος γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτατος, ὥσπερ, οἶμαι, τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Μαρτῖνον ὁμοφροσύνῃ) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. 7 κράτιστον δὲ ἔλεγεν εἶναι περιττῷ μὲν πόνῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας δὲ τῷ φρουρίῳ πελάσαντας ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δέ, εἴ γε ἄρα, στέλλειν ἐπ' ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. 8 καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα καὶ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων στρατηγίᾳ τε ἀρίστῃ πρέποντα καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ
6.4
«Πῶς οὖν οὐ παντὸς ὀλέθρου καὶ τιμωρίας ὑπέρτερα πάσης τὰ τετολμημένα δόξαιεν ἄν; ἀδικία γὰρ καὶ κατ' ἄλλου του γιγνομένη φευκτόν τι καὶ ἀπειρημένον, μάλιστα δὲ φίλον καὶ εὔνουν καὶ πολλάκις προκεκινδυνευκότα τῶν πέλας εἶναι συμβαίη τὸν ἠδικημένον. 2 τίς γὰρ ὁ τοῦ Περσῶν πλούτου καὶ τῶν προτεινομένων ἁπάντων τὴν πρὸς ὑμᾶς εὔνοιαν ἀλλαξάμενος; τίς ὁ τὴν Χοσρόου φιλίαν ὑπεριδὼν καὶ παρὸν ἐκεῖσε πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι τὸ παρ' ὑμῖν ἔλαττον ἀγαπήσας; τίς ὁ πρότερον τῆς χώρας ὑπὸ Μήδων ἐπὶ πλεῖστον χρόνον πιεζομένης καὶ τῆς παρ' ὑμῶν ἐπικουρίας ἔτι μελλούσης μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ' αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν μᾶλλον ὑποστὰς μετιέναι ἢ προσηκά μενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τίς δὴ οὖν οὗτος; 3 ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν ὑπὲρ ὑμῶν ἔδει, κατορρωδήσας, Γουβάζης, ὦ νόμοι καὶ δίκη, ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ' οὐχ ὑπὸ τούτων αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως, ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως τιμωρηθῆναι. 4 ἀλλ' ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐτοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ βασκανίας ἐς τοῦτο κακοῦ
6.5
Πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης 171 ὀνομαζόμενος, νῦν μὲν ὡς ὀρθότατα εἴη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. 2 ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὑπὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθεμίου πρότερον μεμηχανημένον. 3 οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, πατρὶς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἳ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὄντων δημιουργοῦσι. 4 γέγονε δὲ ἄριστος ἐν αὐτοῖς ἐς τὰ μάλιστα καὶ ἐς ἄκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, καθά που καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς ὁ τούτου Μητρόδωρος. 5 καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει καὶ ἀγώνων δικαστι κῶν ἐμπειρίᾳ προεσχηκότα, καὶ πρός γε Διόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ Διόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἔργα· ἅτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατῴκησεν ἐντιμότατα μετακεκλημένος. Ἀνθεμίου δὲ καὶ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον καὶ ἐς αὐτὸν ἀφῖκται τὸν βασιλέα. 6 τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βίον, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα παρεστήσατο, ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν ἐκπαιδεύσας καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς διδα σκαλίας, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους ἐπιμελείας, ὁ δὲ θαυμάσια ἡλίκα δημιουργήματα κατά τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ καὶ μηδὲν ὁτιοῦν περὶ αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δόξαν, ἔστ' ἂν ἑστή κοι καὶ σῴζοιτο. 7 ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς καὶ βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνθεμίου, ὡς δοκεῖν ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω καὶ ὑφ' ἑνὶ τέρματι διαμετρεῖσθαι. 8 προελ 172 θόντος δὲ χρόνου ἔρις αὐτοῖς ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη.

Intertext edge

Open linked passage

Note