Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Νόμιμα δὲ αὐτοῖς εἰσι μέν που καὶ πάτρια, τὸ δέ γε ἐν κοινῷ ἐπι κρατοῦν τε καὶ ἄρχον τῇ Φραγγικῇ ἕπονται πολιτείᾳ, μόνα δέ γε τὰ ἐς θεὸν αὐτοῖς οὐ ταὐτὰ ξυνδοκεῖ. δένδρα τε γάρ τινα ἱλάσκονται καὶ ῥεῖθρα ποταμῶν καὶ λόφους καὶ φάραγγας, καὶ τούτοις, ὥσπερ ὅσια δρῶντες, ἵππους τε καὶ βόας καὶ ἄλλα ἄττα μυρία καρατομοῦντες ἐπιθειάζουσιν. 2 ἀλλὰ γὰρ ἡ τῶν Φράγγων αὐτοὺς ἐπιμιξία, εὖ ποιοῦσα, καὶ ἐς τόδε μετακοσμεῖ καὶ ἤδη ἐφέλκεται τοὺς εὐφρονεστέρους, οὐ πολλοῦ δὲ οἶμαι χρόνου καὶ ἅπασιν ἐκνικήσει. 3 τὸ γὰρ τῆς δόξης παράλογόν τε καὶ ἔμπληκτον καὶ αὐτοῖς οἶμαι τοῖς χρωμένοις, εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν καὶ πλείστης μεταλαγχά νειν συγγνώμης ἅπαντες, ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τὸ λοιπὸν ἔχονται τῶν δοκηθέντων ἀπρίξ, ὁποῖα ἄττα καὶ τύχοιεν ὄντα. 4 τήν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαιμονίαν οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτελοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις, εἴτε τοῖς πάλαι νενομισμέ νοις θεοῖς, ὁποῖα αἱ τῶν Ἑλλήνων ἐθέλουσιν ἁγιστεῖαι. 5 ἐγὼ μὲν γὰρ ἡγοῦμαι μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομένοις καὶ ζῴων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὐδὲ ἥμερον, ἄγριον δέ τι ἴσως καὶ μα νιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι μάτην οἱ ποιηταὶ καὶ τὸν Φόβον Ἐνυώ τέ τινα καὶ Ἄτην καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαμάκετον· προστίθει δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμε νον Ἀρειμάνην καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα καὶ μιαιφόνα. 6 ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ καὶ δοκοῖεν οὐ μάλα τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ' ἃ ἰέναι ἡμῖν 19 διεσπούδασται, ἀλλ' ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν καὶ τὸ ἀξύμφορον διελέγχειν. 7 εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον χρήσιμοί τε εἶναι καὶ βιωφελέσταται, μόνη δὲ ἀφήγησις εἶεν τῶν γεγενη μένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσοιεν ἴσως ἂν παρ' ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν τῇ γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδομένων μυθολογημάτων. τούτων μὲν οὖν πέρι ὥς πῃ ἑκάστῳ φίλον ὧδε οἰέσθω, ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος, ταύτῃ ἰτέα. 8 Λεύθαρις γὰρ καὶ Βουτιλῖνος ἐπειδὴ τὴν ἀρχὴν κατὰ Ῥωμαίων ἐπιστρατεύειν ὡρμηθήτην, ἐπηρμένω γε ἤστην ἄμφω ταῖς ἐλπίσι καὶ οἵω οὐκέτι ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν. Ναρσῆν μὲν γὰρ τὸν στρατηγὸν οὐδὲ τὴν προσβολὴν ὑποστήσεσθαι ᾤοντο, ἅπασαν δὲ τὴν Ἰταλίαν οἰκεῖον αὐτοῖς ἔσεσθαι κτῆμα καὶ πρός γε Σικελίαν καθέξειν. θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων, εἰ μάλα οὕτω πεφρίκασιν ἀνδράριόν τι θαλαμηπόλον σκιατραφές τε καὶ ἁβροδίαιτον καὶ πόρρω τοῦ ἀρρενω ποῦ τεταγμένον. 9 οἱ μὲν δὴ βρενθυόμενοι τῇ τοιαύτῃ δόξῃ καὶ ἀγέ ρωχον ποιούμενοι τὴν παράταξιν ἔκ τε Ἀλαμανῶν καὶ Φράγγων στρά τευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν ἀγείραντες παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα μάλα ἐς τὴν Ἰταλίαν καὶ δὴ ἐμβαλοῦντες.
7.2
ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη μηδέ γε ἐνθένδε πημαί νοιτο, προκαταλαμβάνει τε αὐτὴν καὶ πύργον τινὰ ξύλινον ἐνταῦθα τεκτηνάμενος ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἷόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους, ἐφ' ᾧ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι καὶ ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. 8 οὕτω δὲ ἕκαστα διαθεὶς ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ ἔοι βουλομένῳ. 9 καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα οὔπω ἐπέπυστο, ἐθαύμαζε δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκεί μενον τὸ στράτευμα οὐκ ἐπεπόμφει· καὶ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν καὶ ἀντίξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. 10 ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν ὀκτωκαίδεκα χιλιάσιν ἐτύγχανεν οὖσα. 46
7.3
Ὁ μὲν γὰρ τῶν Φράγγων λεὼς ὧδέ πως εἶχεν ὁρμῆς, καὶ ἤδη αὐτοῖς τὰ ὅπλα μετεκεχείριστο. ἐξώπλισε δὲ καὶ ὁ Ναρσῆς τοὺς Ῥωμαίους καὶ ὑπεξῆγε τοῦ στρατοπέδου, ἐφ' ᾧ ἐν μεταιχμίῳ γενέσθαι, οὗπερ ἔδει αὐτοὺς ἐς φάλαγγα καταστῆναι. 2 ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο καὶ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλός τις ἀνήρ, οὐ τῶν πολλῶν παρ' αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ' εὐπατρί δης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἕνα τῶν οἰκείων θεραπόντων ἀπεκτο νὼς εἴη οἰκτρότατα ἐφ' ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. 3 ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφικτὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὥσπερ οὐ μεταμέλον αὐτῷ τῆς παροινίας θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φονῶντι ἐῴκει, παρακελεύεται ὁ Ναρσῆς τοῖς δορυφόροις ἀποκτεῖναι τὸν ἄνδρα. 4 καὶ ὁ μὲν ξίφει τὴν λαπάραν διατορηθεὶς ἐτεθνήκει· ὁ δὲ τῶν Ἐρούλων ὅμιλος, οἷα δὴ βάρβαροι, ἠνιῶντο καὶ ἐχαλέπαινον καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. 5 ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ καὶ ἀνα βοήσας, ὡς ὅ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν ξυνεπέσθω. οὕτω δή τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. 6 Σίνδουαλ δέ, ὁ τῶν Ἐρούλων ἡγεμών, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννές, εἴ γε πολέμου τοσούτου ξυνεστη κότος αὐτός τε καὶ ὁ ἀμφ' αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δέ τινα καὶ προκά λυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. 7 οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔπω παρεσομένων· ὁ δὲ μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τετάξοιντο, εἰ καὶ ὀλίγῳ ὕστερον 50 τύχοιεν ἀφιγμένοι. οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι ἐπορεύοντο βάδην ἐν κόσμῳ.
7.4
Οἱ δὲ ἄλλοι Πέρσαι ἐς τρισχιλίους ἱππότας μαχίμους ξυντεταγ μένοι ἄραντες ἔκ τε Κοταϊσίου καὶ Μουχειρίσιδος ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. 2 πορευομένοις δὲ αὐτοῖς ἐκμελέστερον καὶ οὐδὲν ὅ τι πολέμιον διανοουμένοις ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν Δαβραγέζαν καὶ Οὐσίγαρδον καὶ τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες εὐθὺς ἐς φυγὴν ἔτρεψαν. 3 τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥω μαίοις αὐτίκα οἵ γε θαρραλεώτερον ἐπιφερόμενοι τά τε παραπετάσματα ἐκεῖνα καθεῖλκον καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τὸ λοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων καὶ οὐδενὸς ἔτι ἐνοχλήσοντος. 4 ἀλλ' ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθε στρατός, ᾗπερ τὴν ἀρχὴν ᾠήθησαν, ὀλίγοι δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ' αὐτοὺς ἀλαλάζοντες. 5 οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες ἐς παλίωξιν μετεχώρουν καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. εἵποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καὶ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει 92 ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν ἐπειγομένων, ἄμφω ἅμα, τούς τε φεύγοντας καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα μιγάδην ἱκέσθαι. 6 θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκός, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, καὶ δὴ ξὺν τοῖς στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε διαγνῶναι ἀναμείναντες ὅ τι ποτέ ἐστι τὸ γεγενημένον, ἢ ὁπόσοι ὄντες αὐτοὶ εἶτα ὑφ' ὅσων ἐλαύνονται, ἀλλ' ᾔεσαν οὕτω δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος. 7 οἱ δὲ Πέρσαι κατὰ τὸ μᾶλλον θαρσήσαντες πλέον ἐδίωκον, ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα) ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις ὁμόσε τε τὸ λοιπὸν ἐπισπόμενοι λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. 8 καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι ἔξω βελῶν ἀπεκομίσ θησαν, ὠκύτατα διαθέοντες· τοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο πιεζόμενοι τῇ γεφύρᾳ τοῦ Καθαροῦ λεγομένου ποταμοῦ, δι' ἧς ἔδει πάντως πορεύεσθαι. 9 ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἷοί τε ὄντες ὠθίζοντο ἀλλήλους καὶ ἀντώθουν. καὶ οἱ μὲν αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες ὑπὸ τὰς τῶν πολεμίων ἐγίγνοντο χεῖρας· καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις ἀνακεκραμένα. 10 ἴσως δὲ ἂν ἅπαντες ἐν τῷ τότε πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας ἅμα τῇ οἰκείᾳ δυνάμει καὶ ἀντιταξάμενος τοῖς βαρβάροις ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάντες ἐν τῷ ἀσφαλεῖ μόλις ἐγένοντο, ᾗπερ καὶ οἱ ἄλλοι ἅπαντες. 11 ἐν μὲν γὰρ τῷ προτέρῳ στρατοπέδῳ, ὃ δὴ ἀγχοῦ Ἀρχαιοπόλεως ἐπεποίηντο, οὐδεὶς ὅστις αὐτῶν ἐπανῆκε. παραδραμόντες δὲ τοῦτο ὑπὸ τοῦ δέους καὶ ἅπαντα ὁπόσα ἐπήγοντο ἐδώδιμά τε καὶ ἄλλως ἀναγκαῖα καὶ τίμια, ἐνταῦθα καταλελοιπότες καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.
7.5
Οὕτω δὲ τῶν κατηγόρων τοῖς ἐπικλήμασι χρησαμένων τὰ πλήθη τῶν Κόλχων (αὐτοῦ γὰρ ξυνήθροιστο) ἐπαΐειν μὲν οὐ μάλα ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες, ἐφ' ᾧπερ ἕκαστα ἐτύγχανον προηγμένα, ἀγωνιζομένοις τε αὐτοῖς ἔτι ξυνεμόχθουν τῇ προθυμίᾳ καὶ συμπεριήγοντο ταῖς μεταβολαῖς τῶν σχημάτων· οὕτω τε τὰς ψυχὰς διέκειντο, ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν. 2 καὶ εἶτα, ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο, αὐτίκα οἵ γε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν, ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο· τοῦ δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾶν ἐς τὸ ἐμφανὲς ἵεντο, καὶ ἤδη ὑπετονθόρυζον καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ' οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι ταῖς χερσὶ καταπαύοντες ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. 3 καὶ τοίνυν σιγῆς γεγενημένης 131 παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἅμα Ἰωάννῃ τῷ ἀδελφῷ ἔλεξε τοιάδε· 4 «Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐ ναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ δέον μεγίστων γερῶν ἀπόνασθαι πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ' ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης ἀνάπλεως μεγαλ αυχίας. 5 γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ προδότην ἄνδρα καὶ τύραννον ἀπολωλέναι καὶ τὰ βασι λέως πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι ξυμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς καὶ αὐθαίρετον τὸ ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ οἰχησόμεθα κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες, τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς, ὡς τοὺς Ῥω μαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν καὶ οὔπω παρ' ἑτέρων ἀφῃρημένους. 6 εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον καὶ παρ' ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεώς τε προσέδει τῶν εἰργασμένων καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους καὶ δεδειγμένων τυχὸν διαπορεῖν, ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις καὶ τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. 7 Ῥωμαίου δὲ ἀνδρὸς διαιτῶντος τίνος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ' ὑμῖν αὐτοῖς, ἀνθ' ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες; οὐδὲ γὰρ μεταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι, καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι καὶ δεινὰ τετολμῆσθαί φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου. 8 χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν, ἀλλ' ἔνθα τὸ δίκαιον ἐνεργὸν καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη τὸ ἐφιέμενον καὶ μόνοις τοῖς καθεστῶσι τὸ φρόνημα τῆς ψυχῆς ἀναμετροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεκτόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα. 9 εἰ δὲ τούτων μὲν ὡς πορρωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον ἀλλ' ἢ τοὺς Πέρσας καθ' ἡμῶν λαθραίως ἐπάγειν καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις, πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι ἢ τὴν βασίλειον στολὴν αἰδεσθέντας ὑπὸ τοῖς πολεμίοις γενέσθαι; 10 τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον
7.6
Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρρητορευόμενος καὶ οὐχ οἷός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. 2 δόμον τινὰ ὑπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα πεποικιλμένον, ἐν ᾧ δὴ τὰ πολλὰ ἐμφιλοχωρεῖν εἰώθει καὶ ἑστιᾶν τοὺς φιλτάτους. τούτου δὲ τὰ πρὸς τῷ ἐδάφει ἐνδιαιτήματα τῆς Ἀνθεμίου ὄντα ἐτύγχανε μοίρας, ὡς τὸ μεταξὺ τέγος τῷ μὲν ἐς ὀροφήν, τῷ δὲ ἐς βάσιν παρατετάσθαι. 3 ἐνταῦ θα δὴ οὖν λέβητας μεγάλους ὕδατος ἐμπλήσας διακριδὸν ἔστησε πολλα χοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς ἔξωθεν σκυτίνους περιβαλών, κάτω μὲν εὐρυνομένους ὡς ἅπασαν τὴν στεφάνην περιβεβύσθαι, ἑξῆς δὲ καθάπερ σάλπιγγα ὑποστελλομένους καὶ ἐς τὸ ἀναλογοῦν τελευ τῶντας, ἐνέπηξε ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοντα καὶ ἐς τὸ ἀκριβὲς ἐνεπερόνησεν, ὡς καὶ τὸν ἐν αὐτοῖς ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσ ψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον, καὶ τῇ βύρσῃ περιεχόμενον, ἥκιστα δὲ ἐς τὰ ἐκτὸς διαρρεῖν καὶ ὑπεκφέρεσθαι. 4 ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας καὶ φλόγα ἐξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάζοντος ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀνερριπίζετο παχύς τε καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπῃ διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε καὶ τῇ στενότητι πιεζόμενος βιαιότερον ἀνεπέμπετο, ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα ἐδόνησεν ἅπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. 5 οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώ μενοι καὶ βοῶντες καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος ἐν τοῖς βασιλείοις ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ τοῦ σεισμοῦ κατεφάνη καὶ μή τι σφᾶς ὅτῳ δὴ οὖν τρόπῳ διεδηλήσατο. τῶν δὲ «εὐφήμει» λεγόντων «ὦ τᾶν» καὶ «ἄπαγε» καὶ «μήποτε γένοιτο» 173 καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ τι καὶ διανοηθείη. οὔτε γὰρ ἀπιστεῖν ἑαυτῷ οἷός τε ἦν ἐφ' οἷς ἠπίστατο ἀρτίως γεγενημένοις καὶ διαμάχεσθαι κατῃδεῖτο ἐπὶ πολὺ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις.

Intertext edge

Open linked passage

Note