Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ναρσῆς δὲ ὁ τῶν Ῥωμαίων στρατηγός, εἰ καὶ τάδε ἐς τὸ ἀκριβὲς οὔπω ἐπέπυστο, ἀλλὰ προμηθείᾳ γε πλείστῃ χρώμενος καὶ φθάνειν ἀεὶ τὰς τῶν πολεμίων ἐθέλων ὁρμάς, αὐτίκα τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμενα, ἔγνω βιαιότατα παραστήσασθαι. 2 οὔτε γὰρ τῇ νίκῃ πέρα τοῦ μετρίου φρυαττόμενος ἐς ἀπειροκαλίαν ἐπῆρτο 20 οὔτε, ὅπερ ἕτερος ἂν ἐπεπόνθει, ἐς ῥᾳστώνην τε καὶ ἡδυπάθειαν μετὰ τοὺς πόνους ἐξέκλινεν, ἀλλ' εὐθύς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τὸν στρατὸν ἐπὶ τὴν Κύμην ἐχώρει· πόλισμα δὲ Ἰταλικὸν ἡ Κύμη ἐχυρώτατον καὶ οἷον οὐ ῥᾷστα πολεμίοις ἁλῶναι. 3 ἵδρυται μὲν γὰρ ἐπὶ λόφῳ τινὶ δυσπρο σόδῳ τε καὶ ἀνάντει· ἔστι δὲ ἐν περιωπῇ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ' αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται πύρ γοις τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. 4 Τωτίλᾳ τε οὖν καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις, ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷδε τῷ φρουρίῳ, ὡς βέβαιον ὄν, ἐφυλάττετο. 5 ἐνταῦθα δὴ οὖν ὁ Ναρσῆς ἀφικόμενος περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χωρίον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν αὐτῷ τε τὰ τῆς νίκης τελεώτατα ἐς ὅ τι μάλιστα ἐξεργασθείη. 6 Ἀλίγερνος γὰρ ὁ Τεΐα νεώτα τος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου ἔνδον γε ἦν τοῦ περιβόλου καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ' αὑτὸν ἀγείρας οὐδέν τι εἰρηναῖον ἐβουλεύετο. καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ' ὣς ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ τῷ τε χώρῳ πίσυνος καὶ τῇ τῶν ἀναγκαίων εὐπορίᾳ θρασύς γε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἷος ἀμύνεσθαι, ἤν τις ἐπίοι.
8.2
Ναρσῆς δὲ ἐπεὶ ἐν τῷ χώρῳ ἐγεγόνει, οὗ δὴ συμπλέκεσθαι ἔμελλεν, αὐτίκα ἐς φάλαγγα καθίστη τὸν στρατὸν καὶ διέταττεν. οἱ μὲν οὖν ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετάχατο δοράτια φέροντες καὶ πέλτας τόξα τε καὶ ξίφη παρῃωρημένοι· ἦσαν δὲ οἳ καὶ σαρίσας ἐκρά τουν. 2 αὐτὸς δὲ ἐπὶ τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης, τοῦ τε θητικοῦ καὶ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν, ἀλλὰ καὶ οἵδε παρῆσαν. 3 ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς ὑποκρύπτεσθαι πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι καὶ ἀμφιβόλους ποιεῖσθαι. 4 ἅπα σαν δὲ τὴν μεταξὺ χώραν ὁ πεζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνημμένοι καὶ κράνη καρ τερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἑξῆς δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως ἐς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα. 5 τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον ὄπισθεν περιέθει καὶ ἀνέμενε τὸν καιρόν, ἡνίκα δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις τῆς φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενός, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. 6 ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτο μοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βεβουλευμένα, ἐξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα ἐπιφοιτᾶν τοῖς Ῥωμαίοις· «εὑρήσετε γὰρ αὐ τούς,» ἐφάτην, «ταραχῆς τε καὶ ἀκοσμίας ἀναπεπλησμένους, τοῦ μὲν Ἐρουλικοῦ στρατοῦ χαλεπαινόντων καὶ ξυγκινδυνεύειν ἀναινομένων, τοῦ δὲ ἄλλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου». 7 τούτοις δὲ ὁ Βουτιλῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατόν, καὶ ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι 51 οὐδὲ κατὰ κόσμον, ἀλλὰ τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. 8 ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἱονεὶ ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει, καὶ τὸ μὲν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἦν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι. 9 τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπὶ πλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπισθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο.
8.3
ὢν δὲ ἄρα ἐν λόγοις ἀμα θής, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχε τὸν βίον. ἐς γὰρ τὰ δώματα τῶν εὐδαιμόνων ἰὼν καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα τῶν ἐδωδί μων θαμά τε ὁμιλῶν τῇ Θηρικλείῳ καὶ λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις, γέλωτα ὠφλίσκανε πλεῖστον, ὡς καὶ παίεσθαι τυχὸν ἐπὶ κόρρης καὶ τοῖς ἐκπώμασιν ὥσπερ τινὶ ἑωλοκρασίᾳ τὸ πρόσωπον καταρραίνεσθαι καὶ εἶναι κοινὸν ἄθυρμα τῶν δαιτυμόνων, οὐ μεῖον ἢ οἱ γελωτοποιοὶ καὶ μιμολόγοι. 9 ἀλλὰ γὰρ τοιόσδε ὢν ὁ Οὐράνιος ἧκέν ποτε παρὰ τοὺς Πέρσας ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. ἅτε δὲ ἀπατεὼν καὶ κόθορνος καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν εὐκοσμίαν, αὐτίκα ὅ γε στολὴν μὲν ἠμπίσχετο σεμνο τάτην, ὁποίαν παρ' ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμ φιέννυνται, οὕτω δὲ σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώπῳ ἐσεφοίτα ὡς τὸν Χοσρόην. 10 ὁ δὲ τῷ παραδόξῳ θεάματι καταπεπληγμένος καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα καὶ φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας (οὕτω γὰρ αὐτοῦ καὶ ὠνομάζετο), ἄσμενός τε εἶδε καὶ φιλοφρόνως ἐδεξιοῦτο. 11 καὶ εἶτα ξυγκαλεσάμενος τοὺς μάγους ἐς λόγους αὐτῷ καθίστατο γενέσεώς τε καὶ φύσεως πέρι καὶ εἰ τόδε τὸ πᾶν ἀτελεύτητον ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον.
8.4
Οὗτοι γὰρ ἀνδρῶν ἔρημα τὰ ἐκείνῃ πεδία εὑρόντες διέλυσάν τε τὸ χαράκωμα καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι, οὕτω δὴ γεγηθότες ἐπανῆλ θον εἰς τὰ οἰκεῖα καὶ τῆς προτέρας χώρας αὖθις ἐκράτουν. 2 καίτοι 93 πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ Ῥωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα καὶ ὄντες οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες;
8.5
«Εἰ τοίνυν καὶ διαρραγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντες καὶ ἄγος καὶ μιαιφονίαν καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾶν ἐκβιαζόμενοι, ἀλλὰ σὸν ἔργον, ὦ δικαστά, μνήμην ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι' ὧν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν καὶ τῷ εὐλόγῳ τοῦ ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης.
8.6
τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν 135 τοὺς στρατηγούς; ἀντιβολεῖν, ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους καὶ πρὸς ξυμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῆς αἰτήσεως. καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον· 9 ὁ δὲ καθάπερ ὡς ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς καὶ ὡς ἐξὸν αὐτῷ κατ' ἐξουσίαν βιοῦν συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρούριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνείχετο. οὐ μὴν οὐδὲ σκήψεις τινάς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ' εἰς προκάλυμμά γε ὅμως τῆς ἀπορρήσεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμ πετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν ἀξίωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς καὶ δυσμενῶς εἰς αὐτοὺς ἀφυβρίζων, ὥσπερ ἀνδρείαν τοῦτο ἡγούμενος καὶ βασιλεῦσι πρέπον· ἦ γὰρ οὐκέτι ἀνεβάλλετο τὸ διαρρήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. 10 εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασίλειον γράμμα δεικνύειν, ἐφ' ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς οἰκείας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον; καὶ πῶς οἷόν τε ἦν, εἴ γε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ' ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὲν ἀνέδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου, τοῦ δὲ παντὸς ἔθνους καὶ μάλα τὴν στάσιν προσιεμένου τῷ πρὸς τὴν κίνησιν τῶν καθεστώτων βαρ βαρικώτερον ὁρμῆς πεφυκέναι καὶ πρός γε πλησίον ἔχειν τοὺς ἀνθεξο μένους; 11 τοιγάρτοι τὸν ἀρχηγὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες τοσούτων συμφορῶν ἑσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον οὕτω πως εὐκολώτατα κατεπαύσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς, εἴπερ ὅλως τι καὶ ἤμελλεν ἔσεσθαι.
8.7
Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. «καὶ γὰρ ὁ μηχανοποιὸς» ἔφασαν «τὴν αἰτίαν διαγνούς, ὅθεν τὴν γῆν κινεῖσθαι ξυμβαίνει, παραπλήσια ἔδρασε καὶ τῇ τέχνῃ τὴν φύσιν ἀπεμι μήσατο.» καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾤοντο.

Intertext edge

Open linked passage

Note