Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
91.1
δέ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἡ κακίων τε καὶ ἀξύμφορος νενίκηκε γνώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. 9 στέλλονται μὲν γὰρ ἐπ' ἐκείνους τοὺς ἐκ Μουχειρίσιδος ἐρχομένους ἄνδρες ἱππόται οὐ πλείους ἢ ἑξακό σιοι. ἡγοῦντο δὲ αὐτῶν Δαβραγέζας τε καὶ Οὐσίγαρδος, ἄμφω μὲν βαρ βάρω τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. 10 οἱ δὲ ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίνουν καὶ τῶν πυλῶν ἀπεπειρῶντο καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον πάντοθεν ἐσηκόντιζον. 11 οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἷόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο, βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔκτοθεν φυλαττόμενοι. ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ μετεώρου κρεμάσαντες ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέλουν, ἐν τοῖσδε πρότε ρον περιειργομένας. 12 σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ' ἀλλήλων διεμάχοντο· καὶ εἴκασεν ἄν τις παρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέρωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις, τῶν μὲν ὑπὲρ τῆς σφῶν σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μετρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου.

Intertext edge

Open linked passage

Note