Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/agathias-scholasticus-myrinaeus-constantinopolitanus" aria-label="More works by Agathias Scholasticus Myrinaeus,Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολεμίους καὶ οὐ διαμαρτητέον τοῦ παρόν τος καιροῦ, ἀλλὰ στράτευμά τε στέλλειν ἐπ' αὐτοὺς ἀξιόμαχον καὶ στρατηγὸν ἐξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τά χιστα καὶ τὴν χώραν ἡμῖν ἀνασώσει. 10 οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες καὶ ἀλεξί κακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεσθε, εἴ γε μηδὲν ὑμῖν ἔτι 17 πολέμιον ἐκ γειτόνων παρείη· πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.»
9.2
Εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος προσῆγε τὸν στρατόν. οἱ δὲ ξὺν πολλῷ πόνῳ ἐς τὸ γεώλοφον ἀναβάντες καὶ τῷ φρουρίῳ πελά σαντες αὐτίκα τοῖς δορατίοις ἠκόντιζον τῶν ἐν ταῖς ἐπάλξεσι φαινομέ νων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων σφενδόναι τε ἐφέροντο μετάρσιοι καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖτο. 2 οἱ δὲ ἀμφὶ τὸν Ἀλίγερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτο ξεύοντες διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες καὶ φιτ ροὺς καὶ πελέκεις καὶ ὅπερ ἂν οὐ πόρρω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ οἳ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ τι παρεῖτο. 3 τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς Ῥωμαίοις ἀρίδηλα ἦν. ῥοίζῳ τε 21 γὰρ πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη, ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαρρήγ νυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. 4 Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν ἐρρᾳθυμημένων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύματός τε ἡγεῖτο Ῥωμαϊκοῦ καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις ἐτέλει,) ἰδὼν γοῦν αὐτὸν Ἀλίγερνος σιδήρῳ τεθωρακισμένον καὶ φρονήματι ξὺν πολλῷ τῷ τείχει ἐπιφερόμενον ἀφίησι βέλος αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διε περόνησε τὸν ἄνδρα διαμπὰξ αὐτῷ θώρακι καὶ ἀσπίδι· οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες. 5 πολλαῖς μὲν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο καὶ οὐδὲν οὐδὲ ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων· τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον καὶ οἱ Γότθοι ἔνδηλοι ἦσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκίᾳ.
9.3
Ἀλλὰ γὰρ τῷ Ναρσῇ τύχης τε αἰσίας κυρήσαντι καὶ τὸ πρακτέον ἄριστα μηχανησαμένῳ ἅπαντα ἐς δέον ἀπέβη. ἐπειδὴ γὰρ οἱ βάρβαροι ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ δρομαῖοι ἐπελθόντες ξυνέρραξαν τοῖς Ῥωμαίοις, αὐτίκα διέσεισαν τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι· ἥ τε ἀρχὴ διατεμοῦσα τὸ βάθος τῶν λόχων καὶ φόνον οὐ πολὺν ἐργασαμένη ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες. 2 τότε δὴ ὁ Ναρσῆς ἐπι κάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα καὶ ἐπικάμπιον ἐμπροσθίαν (ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν φάλαγγα καταστήσας παρακελεύεται τοῖς ἱπποτοξόταις ἐφιέναι τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετά φρενα τῶν πολεμίων. 3 οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν· ἅτε γὰρ πεζοὺς ὄντας τοὺς βαρβάρους ἐκ τῶν ἵππων ὑπερανέχοντες εὐκολώτατα ἠδύναντο βάλλειν τὸ ἀφεστηκὸς καὶ ἡπλωμένον καὶ ἐλεύθερον τοῦ ἐπι προσθοῦντος. καὶ ἦν οὐ χαλεπόν, οἶμαι, τοῖς ἐπὶ τῶν ἄκρων ἱππόταις τὸ μὲν κατὰ σφᾶς μέρος τῶν δυσμενῶν καὶ πλησιαίτατον ὑπερβαίνειν τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ φαινομένους τιτρώσκειν. 4 διεπερονῶντο 52 τοιγαροῦν πάντοθεν τὰ νῶτα οἱ Φράγγοι, τῶν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως τεταγμένων Ῥωμαίων τοὺς ἐκεῖθεν λυμαινομένων, τῶν δὲ ἐπὶ θάτερα τοὺς ἑτέρους. οὕτω τε οἱ ἄτρακτοι παραλλὰξ ἐς τἀναντία φερόμε νοι καὶ ἅπαν τὸ παρεμπῖπτον διαφθείροντες ἐλάνθανον, οὔτε φυλάξασθαι τῶν βαρβάρων οἵων τε γιγνομένων οὔτε ὅθεν βάλλονται σαφῶς ἐπι σκοπούντων. 5 ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις ἑστῶτες καὶ ἐς μόνον τὸ καθ' αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς διαμαχόμενοι, τοὺς δὲ ἱπποτοξότας ὡς δὴ ὄπισθεν τεταγμένους οὐ μάλα ὁρῶντες τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὗπερ ἐτύγχανον ὄντες κακοῦ. 6 τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης. πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο, καὶ τούτου θαμὰ γιγνομένου διέρρει αὐτοῖς τὰ πλήθη ὡς τάχιστα καὶ ἠφανίζετο καὶ ἐς ὀλιγότητα ὑπεχώρει. 7 ἐν τούτῳ δὲ Σίνδουάλ τε καὶ οἱ Ἔρουλοι πελάσαντες τῇ μάχῃ ὑπαντιάζουσι τῶν πολεμίων τοῖς διαπεραιωθεῖσι τὴν παράταξιν καὶ προαλαμένοις. 8 αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώ μενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ' ἐκείνων ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ' ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ ἐξέπεσον δίνας. 9 οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ χώρῳ ἐγκαταστάντων τό τε κένωμα ἐπληροῦτο καὶ ἡ φάλαγξ ξυνεκέκλειστο, καὶ τὸ λοιπὸν οἱ Φράγγοι, καθάπερ εἰς ἄρκυς ξυνειλημ μένοι, ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο καὶ χύδην ἐπὶ σφᾶς ὑπειλίττοντο, οὐκ ἔχοντες ὅ τι καὶ γένοιντο. 10 οἱ δὲ Ῥωμαῖοι οὐ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κοντοῖς διωθού μενοι καὶ ταῖς μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέ ροντο καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπαν ταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων. 11 αὐτός τε δὴ οὖν 53 Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων πρὸ τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅ τι μὴ πέντε ἄνδρες ὅτῳ δὴ οὖν τρόπῳ διαδεδρακότες.
9.4
«Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν Ῥωμαῖοι, καλῶς ἂν καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν 94 τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντι δρᾶσαι καιρὸν εἰς τὸ μέλλειν καὶ βουλεύεσθαι διαρρυῆναι; 2 οὐ γὰρ δὴ πάρεστι λέγειν, ὡς πολέμιοι μὲν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. 3 ἀλλὰ Γουβάζης μὲν ὁ τηλίκος οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τὸ λοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμῖν, ἀλλ' ἀγαπητόν, εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσ θαι. 4 πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἷς ταῦτα κατείργασται καθεδούμεθα διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους εἶναι κρινοῦμεν; 5 καίτοι γιγνώσκειν χρεών, ὡς οὐδὲ μέχρι τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα, οἱ δὲ οὐκ ἀφέξονται καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσὶ γὰρ ἀμέλει θαρραλεώτατοι πρὸς τοὺς ὑπείκοντας καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. 6 ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον καὶ ταῖς μετα βολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. 7 καὶ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν οὔτε ἀδικήματος ἄρξαντες οὔτε τινὸς ἔχθους συμβάντος, ἀλλ' ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκοῦντες πεπράγασιν ὅμως τὰ πάντων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. 8 ἀλλ' οὐ τὰ Περ σῶν ἤθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἐξ ἀρχῆς κτήσαιντο, βεβαιότατα στέργειν πειρῶνται καὶ τὴν ὀργὴν πρὸς τὸ ἀντί παλον διατηροῦσιν, ἔστ' ἂν ἀντίπαλον ᾖ. 9 ἠβουλόμην μὲν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, ἀλλ' εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. 10 ἐπεὶ δὲ εἴτε χρόνου περιφορᾷ εἴτε τύχης ἐναντιώμασιν εἴτε καὶ ἀμφοτέροις ἐκβιασ θέντες ἐς τοῦτο ἥκομεν ἀσθενείας, ὡς ὑφ' ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν τοῖς ἐμφρονεστέροις καὶ τὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. 11 οὕτω δὲ καὶ πε ριεσόμεθα τῶν ὡς ἀληθῶς πολεμίων, τῷ μήτε παντάπασι τὸ φθάσαν 95 ἀτιμώρητον καταλειφθῆναι καὶ τοῦ μέλλοντος πέρι, ὅπως ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. 12 τὸ μὲν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς καὶ ὁμιλίας μεμηχανημένης τοὺς πιστεύοντας ἀδικοῦσι, περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ ἕξουσιν, ὅπως αὐτῷ χρήσονται καθ' ἡμῶν διὰ τὸ ἄμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. 13 εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ Πέρσας παραταττό μενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ, τὸ γοῦν ἐντεῦθεν οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. 14 οἵ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μή δων ἐλαχίστῃ προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες μέχρι καὶ νῦν μονονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖς ἄλλοις ἐλαττωθέντες, μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.
9.5
«Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἷς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν, ἀλλ' εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλανούς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰκοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι πορ 134 ρωτέρω, τάς τε ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινοστεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια καὶ τῶν βαρβάρων ἡσσῶνται. 2 καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει, καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας, τὸ δὲ ἐφ' ᾧ πλέον ἐμόχθει καὶ παρεσκεύαστο, ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. 3 τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ τοῖς ἔθνεσι νικήσασαν δόξαν, ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει τρο παίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγίγνωσκε χρῆναι καὶ ταύτῃ πρὸς θράσος κινεῖν καὶ αὐθάδειαν τὸ τέως κατεπτηχὸς καὶ θαυμάζον. 4 ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυράννῳ κεκόμψευται; καίτοι κοινῇ δοθὲν ἑκατέροις, οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμ πιπτόντων εὖ τε τυχὸν ἢ καὶ ἑτέρως διακεῖσθαι τὰς γνώμας. 5 ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς ἠνιᾶτο μὲν οἷς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ' οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχόν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ λυμαινομένους; 6 ἀλλ' εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πραγμάτων ἐπισκεψώμεθα πεῖραν, οὗπερ ἡμᾶς ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολινπεριοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς στρατηγοῖς φοιτᾶν ἐπ' αὐτοὺς ἅπαντι τῷ στρατῷ καὶ καθε λεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκ πλείστου καὶ ἐφεδρεῦον. 7 ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἐξ ἐρυμάτων παρατατ τομένους καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας ξυνεπιλάβοιντο καὶ συμπαρασταῖεν.
9.6
Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη καὶ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος καὶ ἡ ὑποψία ἐνέκειτο ἐπιθολοῦσα τὸ λογιζόμενον. 2 ὁ δὲ βασιλεὺς πολλὰ τῶν οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενη μένα, ἔνια δὲ ἤδη καὶ καταπεπτωκότα, ἐπανορθοῦν ἐπειρᾶτο. ἐπεφρόν τιστο δέ οἱ ἐς τὰ μάλιστα ὁ μέγιστος τοῦ Θεοῦ νεώς· τοῦτον δὲ πρότερον ἐμπρησθέντα ὑπὸ τοῦ δήμου σφόδρα περιφανῆ καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων ἀνεδομήσατο, μεγέθους τε ὑπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ αὐτὸν ἐκ πλίνθου ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ ξυνδήσας ξύλοις τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῖτο. Ἀνθέμιος δὲ ἦν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην, ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. 3 τότε δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς καὶ ἅπαντα ὑπερβάλλον ἀποβεβληκότα ἐπεσκεύασέ τε αὖθις ὁ βασιλεὺς βεβαιότερον καὶ ἐπὶ μεῖζον ὕψος ἐξῆρε. 4 καίτοι Ἀνθέμιος μὲν ἐκ πλείστου ἐτεθνήκει, Ἰσίδωρος δὲ ὁ νέος καὶ οἱ ἄλλοι μηχανοποιοὶ τὸ πρότερον ἐν ἑαυτοῖς ἀναθεωρήσαντες σχῆμα καὶ τῷ σωζομένῳ τὸ πεπονθός, ὁποῖόν τε ἦν καὶ ἐς ὅ τι δήπου ἡμάρτητο, ἐπιφρασάμενοι, τὴν μὲν ἑῴαν τε καὶ ἑσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ χώραν ἐφῆκαν, τῆς δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν πρὸς τὰ ἔνδον παρατείναντες καὶ εὐρυτέραν ἠρέμα ποιησά μενοι, ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις ξυννενευκέναι καὶ ὁμολογεῖν τὴν ἰσόπλευρον ἁρμονίαν, περιστεῖλαι ταύτῃ δεδύνηνται τὴν τοῦ κενώματος ἀμετρίαν καὶ ὑποκλέψαι βραχύ τι τῆς ἐκτάσεως μέρος, ὁπόσον ἑτερόμηκες ἀπετελεῖτο σχῆμα, οὕτω τε ἐπ' αὐτῶν ἥδρασαν πάλιν τὸν ἐν μέσῳ ὑπερανέχοντα εἴτε κύκλον εἴτε ἡμισφαίριον εἴτε ὅτῳ δὴ οὖν ὀνόματι παρ' αὐτοῖς ἐπικεκλημένον. 5 καὶ γέγονεν ἐντεῦθεν εἰκότως 175 ἰθύτερος μὲν καὶ εὐεπίστροφος καὶ πανταχόθεν τῇ γραμμῇ ἐξισάζων, στενότερος δὲ καὶ ὀξυτενὴς καὶ οἷος οὐχ οὕτω λίαν ἐκπλήττειν τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ ἀσφαλεῖ βεβηκέναι. 6 ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ πέρι ἐπιμνησθῆναι, καὶ ἐφ' ἃ ἡ τοῦ λόγου φορὰ ἵκετο ἀκολούθως περιαγομένη, ταῦτα ἔμοιγε ἀποχρών τως ἐκδεδιήγηται. ἐγκωμιάζειν γὰρ ἕκαστα τῶν τοῦδε θαυμάτων καὶ ἐπιδεικνύειν τῷ λόγῳ, περιττὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος ἴδιον ἔρ γου. 7 εἰ δέ τις ἐθέλοι πόρρω που τυχὸν τῆς πόλεως ἀπῳκισμένος ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ θεώμενος, ἀναλεγέσθω τὰ Παύλῳ τῷ Κύρου τοῦ Φλώρου ἐν ἑξαμέτροις πεπονη μένα, ὃς δὴ τὰ πρῶτα τελῶν ἐν τοῖς τῆς ἀμφὶ τὸν βασιλέα σιγῆς ἐπιστά ταις γένους τε κοσμούμενος δόξῃ καὶ πλοῦτον ἄφθονον ἐκ προγόνων διαδεξάμενος, ὅμως παιδεία γε αὐτῷ καὶ λόγων ἄσκησις διεσπούδαστο, καὶ ἐπὶ τοῖσδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηταί οἱ καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου, δοκεῖ δέ μοι τὰ ἐπὶ τῷ νεῲ εἰρημένα μείζονός τε πόνου καὶ ἐπιστήμης ἀνάπλεα καθεστάναι, ὅσῳ καὶ ἡ ὑπόθεσις θαυμασιωτέρα. 8 εὑρήσεις γὰρ ἂν ἐν αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμίαν καὶ τὰς τῶν μετάλλων φύσεις λεπτότατα κατεξητασμένας τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα καὶ ἀναγκαῖον μεγέθη τε καὶ ὑψώματα καὶ ὅσα ἰθύγραμμα σχήματα καὶ ὅσα κυκλικὰ καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον πολυτελέστατα καταπεποίκιλται, καὶ εἴ τι ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον γνώρισμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ περιπάτους ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. 9 ἀλλὰ γὰρ ἥδε μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ὀλίγῳ ὕστερον χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη.

Intertext edge

Open linked passage

Note