An
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alcman" aria-label="More works by Alcman">
—
⋯
Original / primary: Textus receptus
1.1
] Πωλυδεύκης· οὐ μόνο] ν Λύκαιϝον ἐν καμοῦσιν ἀλέγω ἀλλ’ Ἐνα] ρσφόρον τε καὶ Σέβρον ποδώκη Ἀλκιμό] ν τε τὸν βιατὰν 5 Ἱππόθω] ν τε τὸν κορυστὰν Εὐτείχη] τε ϝάνακτά τ’ Ἀρήιον] ά τ’ ἔξοχον ἡμισίων· καὶ] ν τὸν ἀγρόταν Σκαῖον] μέγαν Εὔρυτόν τε 10 Ἄρεος ἂν] πώρω κλόνον Ἄλκωνά] τε τὼς ἀρίστως οὐδ’ ἁμῶς] παρήσομες κράτησε γ] ὰρ Αἶσα παντῶν καὶ Πόρος] γεραιτάτοι 15 σιῶν· ἀπ] έδιλος ἀλκὰ μή τις ἀνθ] ρώπων ἐς ὠρανὸν ποτήσθω μηδὲ πη] ρήτω γαμῆν τὰν Ἀφροδίταν Κυπρίαν Ϝ] άν[ α] σσαν ἤ τιν’] ἤ παίδα Πόρκω 20 εἰναλίω· Χά] ριτες δὲ Διὸς δόμον ἀμφιέπου] σιν ἐρογλεφάροι·] τάτοι] τα δαίμων] ι φίλοις 25 ἔδ] ωκε δῶρα] γαρέον] ώλεσ’ ἥβα] ρονον μ] αταίας 30] έβα· τῶν δ’ ἄλλος ἰῷ] μαρμάρῳ μυλάκρῳ]. εν Ἀΐδας] αυτοι]’ πον· ἄλαστα δὲ 35 Ϝέργα πάσον κακὰ μησαμένοι. ἔστι τις σιῶν τίσις· ὁ δ’ ὄλβιος, ὅστις εὔφρων ἁμέραν[ δι] απλέκει ἄκλαυτος· ἐγὼν δ’ ἀείδω 40 Ἀγιδῶς τὸ φῶς· ὁρῶ Ϝ’ ὥτ’ ἄλιον, ὅνπερ ἇμιν Ἀγιδὼ μαρτύρεται φαίνην· ἐμὲ δ’ οὔτ’ ἐπαινῆν οὔτε μωμήσθαι νιν ἁ κλεννὰ χοραγὸς45 οὐδ’ ἁμῶς ἐῇ· δοκεῖ γὰρ ἤμεν αὔτα ἐκπρεπὴς τὼς ὥπερ αἴτις ἐν βοτοῖς στάσειεν ἵππον παγὸν ἀεθλοφόρον καναχάποδα τῶν ὑποπετριδίων ὀνείρων. 50 ἦ οὐχ ὁρῇς; ὁ μὲν κέλης Ἐνητικός· ἁ δὲ χαίτα τᾶς ἐμᾶς ἀνεψιᾶς Ἁγησιχόρας ἐπανθεῖ χρυσὸς[ ὡ] ς ἀκήρατος· 55 τό τ’ ἀργύριον πρόσωπον, διαφάδαν τί τοι λέγω; Ἁγησιχόρα μὲν αὕτα· ἁ δὲ δευτέρα πεδ’ Ἀγιδὼ τὸ Fεῖδος ἵππος Ἰβηνῷ Κολαξαῖος δραμήται· 60 ταὶ Πεληάδες γὰρ ἇμιν Ὀρθρίᾳ φᾶρος φεροίσαις νύκτα δι’ ἀμβροσίαν ἅτε σήριον ἄστρον ἀυηρομέναι μάχονται. οὔτε γάρ τι πορφύρας65 τόσσος κόρος ὥστ’ ἀμύναι, οὔτε ποικίλος δράκων παγχρύσιος οὐδὲ μίτρα Λυδία, νεανίδων ἰανογ[ λ] εφάρων ἄγαλμα, 70 οὐδε ταὶ Ναννῶς κόμαι, ἀλλ’ οὐ[ δ’] Ἀρέτα σιειδής, οὐδὲ Σύλακίς τε καὶ Κλεησισήρα, οὐδ’ ἐς Αἰνησιμβρ[ ό] τας ἐνθοῖσα φασεῖς· Ἀσταφίς[ τ] έ μοι γένοιτο75 καὶ ποτιγλέποι Φίλυλλα Δαμαρ[ έ] τα τ’ ἐρατά τε Fιανθεμίς· ἀλλ’ Ἁγησιχόρα με τηρεῖ. οὐ γὰρ ἁ κ[ α] λλίσφυρος Ἁγησιχ[ ό] ρ[ α] πάρ’ αὐτεῖ, 80 Ἀγιδοῖ[ δ’ ἴκτ] αρ μένει θωστήρ[ ιά τ’] ἅμ’ ἐπαινεῖ; ἀλλὰ τᾶν[ εὐχάς], σιοί, δέξασθε·[ σι] ῶν γὰρ ἄνα καὶ τέλος·[ χο] ροστάτις, 85 Ϝείποιμί κ’,[ ἐ] γὼν μὲν αὐτὰ παρσένος μάταν ἀπὸ θράνω λέλακα γλαύξ· ἐγὼ[ ν] δὲ τᾷ μὲν Ἀώτι μάλιστα Ϝανδάνην ἐρῶ· πόνων γὰρ ἇμιν ἰάτωρ ἔγενετο· 90 ἐξ Ἁγησιχόρ[ ας] δὲ νεάνιδες ἰρ] ήνας ἐρατ[ ᾶ] ς ἐπέβαν. τῷ] τε γὰρ σηραφόρῳ αὐ] τῶς εδ[ τ[ ῷ] κυβερνάτᾳ δὲ χρὴ 95 κ[ ἠ] ν νᾶϊ μάλιστ’ ἀκούην· ἁ δὲ τᾶν Σηρην[ ί] δων ἀοιδοτέρα μ[ ὲν οὐχί, σιαὶ γάρ, ἀντ[ ὶ δ’ ἕνδεκα παίδων δεκ[ ὰς ἅδ’ ἀείδ] ει· 100 φθέγγεται δ’[ ἄρ’] ὥ[ τ’ ἐπὶ] Ξάνθω ῥοαῖσι κύκνος· ἁ δ’ ἐπιμέρῳ ξανθᾷ κομίσκᾳ
1.14
Μῶσ' ἄγε Μῶσα λίγηα πολυμμελὲςαἰὲν ἀοιδὲ μέλος νεοχμὸν ἄρχε παρθένοις ἀείδηνκαὶ ναὸς ἁγνὸς εὐπύργω Θεράπναςχέρρονδε κωφὸν ἐν φύκεσσι πίτνει
1.16
οὐκ ἦς ἀνὴρ ἀγρεῖος οὐ- δὲ σκαιὸς οὐδὲ† παρὰ σοφοῖ- σιν† οὐδὲ Θεσσαλὸς γένος, Ἐρυσιχαῖος οὐδὲ ποιμήν, ἀλλὰ Σαρδίων ἀπ' ἀκρᾶν
1.19
κλίναι μὲν ἑπτὰ καὶ τόσαι τραπέσδαι μακωνιᾶν ἄρτων ἐπιστεφοίσαι λίνω τε σασάμω τε κἠν πελίχναις† πεδεστε† χρυσοκόλλα.
1.20
ὥρας δ' ἔθηκε τρεῖς, θέροςκαὶ χεῖμα κὠπώραν τρίτανκαὶ τέτρατον τὸ Ϝῆρ, ὅκαθάλλει μέν, ἐσθίην δ' ἄδανοὐκ ἔστι.
1.26
οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες ἱαρόφωνοι, γυῖα φέρην δύναται· βάλε δὴ βάλε κηρύλος εἴην, ὅς τ' ἐπὶ κύματος ἄνθος ἅμ' ἀλκυόνεσσι ποτήταινηδεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος ἱαρὸς ὄρνις.
1.27
Μῶσ' ἄγε Καλλιόπα θύγατερ Διὸςἄρχ' ἐρατῶν Ϝεπέων, ἐπὶ δ' ἵμερονὕμνῳ καὶ χαρίεντα τίθη χορόν.
1.41
ἕρπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδην,
1.56
πολλάκι δ' ἐν κορυφαῖς ὀρέων, ὅκαθιοῖσι Ϝάδῃ πολύφανος ἑορτά, χρύσιον ἄγγος ἔχοισα, μέγαν σκύφον, οἷά τε ποιμένες ἄνδρες ἔχοισιν, χερσὶ λεόντεον ἐν γάλα θεῖσατυρὸν ἐτύρησας μέγαν ἄτρυφον Ἀργειφόντᾳ.
1.57
οἷα Διὸς θυγάτηρ Ἔρσα τράφεικαὶ Σελάνας
1.58
Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ' Ἔρως οἷα‹ παῖς› παίσδει, ἄκρ' ἐπ' ἄνθη καβαίνων, ἃ μή μοι θίγηις, τῶ κυπαιρίσκω.
1.59
῎ Ερως με δηὖτε Κύπριδος Ϝέκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. τοῦτο Ϝαδειᾶν ἔδειξε Μωσᾶν δῶρον μάκαιρα παρθένων ἁ ξανθὰ Μεγαλοστράτα.
1.89
εὕδουσι δ' ὀρέων κορυφαί τε καὶ φάραγγεςπρώονές τε καὶ χαράδραιφῦλά τ' ἑρπέτ' ὅσα τρέφει μέλαινα γαῖαθῆρές τ' ὀρεσκώιοι καὶ γένος μελισσᾶνκαὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέας ἁλός· εὕδουσι δ' οἰωνῶν φῦλα τανυπτερύγων.