Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Πολὺ δὲ τοὺς μυθοποιοὺς ὑπερβεβλήκασιν τοὺς ἢ τὰ τοῦ Οὐρανοῦ αἰδοῖα τέμνοντας, ἢ τὰς ἐπιβουλὰς κατὰ τοῦ Κρόνου ὑπὸ τοῦ υἱοῦ συντιθέντας ἵνα αὐτὸς κατάσχῃ τὴν ἀρχήν, ἢ ποιοῦντας πάλιν τὸν Κρόνον τοὺς υἱοὺς καταπίνειν εἶτα διαμαρτάνοντα διὰ τῆς τοῦ λίθου εἰκόνος. πῶς γὰρ τὰ λεγόμενα ὑπ' αὐτῶν οὐ τοιαῦτα, ὅταν πόλεμον ἄντικρυς τῆς ὕλης πρὸς τὸν θεὸν ὑφηγήσωνται καὶ μηδὲ ταῦτα μέντοι δι' ὑπονοίας λέγωσιν, καθάπερ Ὅμηρος χαίρειν ποιεῖ τὸν Δία ἐπὶ τῷ τῶν θεῶν πολέμῳ πρὸς ἀλλήλους ἐν Ἰλιάδι, αἰνιτ τόμενος τὸ ἐξ ἀνομοίων τὸν κόσμον συγκεῖσθαι, ἡρμο σμένων πρὸς ἄλληλα καὶ νικώντων τε καὶ νικωμένων. καὶ ταῦτά μοι εἴρηται, ἐπειδὴ γιγνώσκω τοὺς τοιούτους, ἐπειδὰν ἀποδείξεων ἀπορῶσιν, ἔνι πανταχόθεν ἀπὸ τῶν ποιήσεων συμφέροντας καὶ ἀπολογίαν ταῦτα ὑπὲρ τῶν ἰδίων δοξῶν ποιουμένους. οὐκ ἂν δὲ ταῦτα ἐπε πόνθεσαν, εἰ μετά τινος φροντίδος ᾧτινι δήποτε ἐνε τύγχανον. Καὶ μὴν πάντα μὲν τὰ κακὰ ἀπὸ τοῦ θείου χοροῦ ἀπελήλαται, ὁ ζῆλος δὲ μάλιστα καὶ ὁ φθόνος· κατα λείπουσι δὲ οὗτοι αὐτὰ παρὰ τῷ θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι; τὸ μὲν γὰρ ἁπλοῦν φάναι τὸν θεὸν ἀκριβέστερον οἶμαι ἢ κατὰ τούτους ἐστίν, καὶ ἡ τῆς ἐννοίας τούτου ἀφήγησις οὐχ ὡς περὶ τῶν ἄλλων εὔκολος· οὐδὲ γὰρ λόγῳ ἁπλῶς ἐνδείξασθαι αὐτὴν δυνατόν, διὰ δὲ πολλῆς παιδεύσεως καὶ πόνου. ἀλλὰ τοῦτό γε πάντες ἴσμεν, ὅτι ἡ ὀργὴ καὶ ἡ τῆς τιμωρίας κατὰ τῆς ὕλης ὄρεξις πάθη ἐστὶν περὶ τὸν οὕτω διακείμενον συνιστάμενα· ταῦτα δὲ οὐδὲ περί τινα σπουδαῖον γένοιτο ἂν τὰ παθήματα, μή τί γε περὶ τὸ ἀγαθὸν αὐτό.

Intertext edge

Open linked passage

Note