Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἐφ' ἕτερα τοίνυν ἥκει πάλιν ὁ λόγος περιφε ρόμενος. ἐπειδὴ γὰρ δύναμιν τὸν θεὸν εἰς τὴν ὕλην καταπέμψαι φασίν, σκοπεῖν ἄξιον, πότερον ἡ δύναμις αὕτη κατὰ τὸ ἀγαθὸν ἠλάττωται παρὰ τὸν θεὸν ἢ ὁμοίως εἶχεν. εἰ μὲν γὰρ ἠλάττωται, τί τὸ αἴτιον; ὕλης μὲν γὰρ οὐδὲν μετεῖχεν τῶν παρὰ θεῷ, ἓν δὲ μόνον ἀγαθὸν εἰσάγει, τὸν θεόν, καὶ ἓν κακόν, τὴν ὕλην. εἰ δὲ ὁμοίως εἶχεν, τίνος ἕνεκα ὃς μὲν ὥσπερ τις βασιλεὺς ἐπέταττεν, ἣ δὲ τὸν πόνον τὸν ἀκούσιον ἀνέτλη τοῦτον; καὶ ἐπὶ τῆς ὕλης δὲ ζητηθήσεται πότε ρον εἰς τὸ κακὸν ὅμοιαι ἢ ἐλάττους δυνάμεις. εἰ γὰρ ἐλάττους, πάντως γε κακίας ἐλάττους· μετοχῇ ἄρα τοῦ ἀγαθοῦ αὗται ἂν γένοιντο, δύο γὰρ ὄντων κακῶν τὸ ἧττον τοιοῦτον κατὰ μετάληψιν τοῦ ἀγαθοῦ πάντως που οὕτως ἔσχηκεν. ἀγαθὸν δὲ οὐδὲν περὶ τὴν ὕλην ἀπολείπουσιν. πάλιν τοίνυν ἀπορία ἑτέρα· εἰ γάρ τις ἄλλη δύναμις τῷ κακῷ ὑπερβάλλει τὴν ἡγεμονεύουσαν ὕλην, αὕτη ἐστὶν ἡγεμονικωτέρα, τὸ γὰρ μᾶλλον κακὸν τῆς ἀρχῆς τῆς κατ' αὐτὴν ἡγεῖτο.

Intertext edge

Open linked passage

Note