Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Τὸ δὲ «κατέπεμψεν ὁ θεὸς δύναμιν ἐπὶ τὴν ὕλην» λέγεται μὲν μετ' οὐδεμιᾶς ἀποδείξεως, ἔστι δὲ πιθανὸν οὐδ' ὁπωστιοῦν, χρὴ δὲ ὁμοίως καὶ αὐτὸ τυχεῖν τῶν οἰκείων λόγων. τὸ μὲν γὰρ αἴτιον τούτου ἐκεῖνο εἶναί φασιν· «ὅπως μηδὲν μὲν ᾖ κακὸν ἀγαθὰ δὲ πάντα, ἔδει μιχθῆναι τὴν δύναμιν τῇ ὕλῃ κατὰ τοὺς ἀθλητὰς τοὺς ἐν τῷ συμπλέκεσθαι καταγωνιζο μένους τοὺς ἀντιπάλους, ἵνα κρατήσασα τοῦ κακοῦ παύσῃ αὐτὸ τοῦ εἶναι.» πολὺ δὲ οἶμαι σεμνότερον καὶ τῆς τοῦ θεοῦ ὑπεροχῆς ἐπάξιον τὸ ὁμοῦ νοήματι τῶν ὄντων ἀφανίσαι τὴν ὕλην. ἀλλ' οἶμαι τοῦτο οὐκ ἀπε δέξαντο διὰ τὸ καὶ νῦν κακόν τι ὑπάρχειν, ὃ τὴν ὕλην εἶναί φασιν. τὰ πράγματα δὲ οὐδὲν μᾶλλον δύνανται παύσασθαι ὄντα τοιαῦτα, ἵνα τις τὸ μὴ μεταβάλλεσθαι εἰς τὰ χείρω ἔνια συγχωρήσῃ· ἔδει δέ τινα αἴσθησιν γενέσθαι τούτου, ὅτι μετρίως ὁπωσδή ποτε ἐμειώθη ταῦτα, ἵνα καὶ τὰς εἰς τὸ μέλλον ἐλπί δας βελτίους ἔχωμεν. καλῶς γὰρ δὴ πρὸς τὸν Ζήνω νος τοῦ Κιτιέως εἴρηται λόγον, ὃς «τὸ πᾶν ἐκπυρωθή σεται» λέγων «πᾶν τὸ καῖον ἔχον καύσῃ ὅλον καύσει, καὶ ὁ ἥλιος πῦρ ἐστιν καὶ ὃ ἔχει οὐ καύσει;» ἐξ οὗ συνήγετο, ὡς ᾤετο, τὸ πᾶν ἐκπυρωθήσεσθαι· πρὸς ὅν τις τῶν χαριεστέρων εἰρηκέναι λέγεται· «ἀλλ' ἐγώ τοι χθὲς καὶ πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου εἶδον καὶ νῦν ὁμοίως ὁρῶ οὐδὲν ὑπὸ τοῦ πυρὸς τοῦ ἡλίου πεπονθώς· χρῆν δὲ σὺν χρόνῳ κατ' ὀλίγον γενέσθαι τοῦτο, ἵνα καὶ ὅτι ποτὲ ἐκπυρωθήσεται τὸ ὅλον πιστεύ σωμεν.» καὶ πρὸς τὸν Μανιχαίου δὴ λόγον– καίτοι σὺν οὐδεμιᾷ πίστει ῥηθέντα ἡ αὐτὴ οἶμαι ἀπόκρι σις ὅτι «ἀλλ' οὐδὲν ἐμειώθη ταῦτα, ἀλλὰ καὶ πρότερον ἦν ἐπὶ τοῦ πρώτου γενομένου ἀνθρώπου, ὅπου ἀδελ φὸς ἀδελφὸν ἀπόλλυσιν, καὶ νῦν ἔτι ἔστιν καὶ πόλεμοι οἱ αὐτοὶ καὶ ποικιλώτεραι ἐπιθυμίαι· χρῆν δὲ εἰ καὶ μὴ πεπαῦσθαι, μεμειῶσθαι γοῦν ταῦτα, ἵνα θαρσήσω μεν ὅτι καὶ παύσεταί ποτε σὺν τῷ χρόνῳ· ὄντων δὲ τῶν αὐτῶν ἐκεῖθεν τίς ἡ πίστις τῶν εἰς τὸ μέλλον;»

Intertext edge

Open linked passage

Note