Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Πόθεν οὖν ἡδονὴ καὶ ἐπιθυμία; ταῦτα γὰρ μάλιστα κακὰ εἶναι λέγουσιν, καὶ δι' ἃ μεμισήκασιν τὴν ὕλην, οὐχ ἕτερα μᾶλλόν ἐστιν. ὅτι μὲν οὖν [οὐ] περὶ τὰ αἰσθητικὰ τῶν ζῴων μόνον ἐστὶ ταῦτα καὶ οὐδὲν ἕτερον ἀντιλαμβάνεται ἐπιθυμίας καὶ ἡδονῆς ἢ τὰ αἰσθανόμενα, φανερόν. ποία γὰρ αἴσθησις ἡδονῆς καὶ λύπης φυτῷ, ποία δὲ γῇ ὕδατι ἢ ἀέρι; οἱ δαίμονές τε εἴπερ εἰσὶν αἰσθητικὰ ζῷα διὰ τοῦτο ἴσως τοῖς νενομισμένοις περὶ τὰς θυσίας ἥδονται καὶ ἀπολειπομένων δυσφοροῦσιν, οὐδενὸς τοιούτου περὶ θεοῦ ἐπινοεῖσθαι δυναμένου. οἱ δὴ λέγοντες «διὰ τί ἥδεται καὶ ἐπιθυμεῖ τὰ ζῷα;» αἰτιάσθωσαν πρότερον, διὰ τί ἐστιν αἰσθητικὰ ταῦτα ἢ διὰ τί τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες, καίτοι ὄντα αἰσθητ ά, ἐκτὸς δὲ τούτων ἐστὶν καὶ τῆς τοιαύτης αἰτιάσεως· ὁ δὲ ἄνθρωπος καὶ αἴσθε σθαι καὶ κρίνειν δυνάμενος καὶ δυνάμει σοφός ἔχει γὰρ δύναμιν τοιοῦτος γενέσθαι ἀπολαβὼν τὸ ἴδιον δή, καταπατεῖ.

Intertext edge

Open linked passage

Note