Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
ὅλως γὰρ ἄξιον πυθέσθαι τούτων τῶν ἀνδρῶν, πότερον οὐδένα ἄνθρωπον δυνα τὸν σπουδαῖον γενέσθαι ἤ τινά γε ἐνδέχεται. εἰ μὲν γὰρ οὐδεὶς σοφός, τί δήποτε αὐτὸς ὁ Μανιχαῖος ἐῶ γὰρ τοὺς ἄλλους οὐ μόνον σπουδαῖος εἶναι λέγει, ἀλλὰ καὶ ἄλλους φησὶν ἱκανὸς εἶναι τοιούτους ποιῆσαι; εἰ δ' ὅλως ἔστιν τις, τί κωλύει καὶ πάντας γενέσθαι σπουδαίους; ὃ γὰρ περὶ ἕνα, καὶ περὶ πάν τας ἐνδέχεται, καὶ δι' ὧν καὶ εἷς, διὰ τούτων καὶ πάντες ἐνάρετοι ἂν γένοιντο· εἰ μή τί φασιν τῆς δυνάμεως πλεῖστον τοῖς τοιούτοις ἐναπολαμβάνεσθαι. πάλιν τοίνυν πρῶτον μὲν τίς χρεία τοῦ περὶ τὴν παίδευσιν πόνου; γενοίμεθα γὰρ ἂν καθεύδοντες σπου δαῖοι. ἢ διὰ τί μάλιστα τοὺς ἀκροωμένους αὐτῶν οἱ τοιοῦτοι ἄνδρες εἰς ἐλπίδα ἄγουσι τοῦ καλοῦ; καὶ γὰρ καλινδούμενοι σὺν ταῖς ἑταίραις τὸ οἰκεῖον ἔχοιεν ἂν ἀγαθόν. εἰ δὲ ἡ παίδευσις καὶ ἡ περιαγωγὴ ἡ βελτίων καὶ τὸ σπουδαῖον περὶ τὴν τῆς ἀρετῆς ἀνάλη ψιν τοιοῦτον αὐτὸν ἀπειργάσαντο, πάντες γινέσθωσαν τοιοῦτοι, καὶ ἀνῄρηται ἡ θρυλουμένη ὑπ' αὐτῶν τῆς ὕλης ἄτακτος κίνησις. πολὺ δὲ κάλλιον ἦν τὴν σοφίαν ὅπλον φάναι τοῖς ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι, ἵν' ὅ ἐστιν αὐτοῖς διὰ τὸ αἰσθητικοῖς εἶναι ἐξ ἐπιθυ μίας καὶ ἡδονῆς, τοῦτο κατὰ μικρὸν εἰς τὸ ἀγαθὸν περιάγουσα τὸ ἑπόμενον ἄτοπον ἐξ αὐτῶν ἀνέλῃ· οὕτω γὰρ αὐτοί τε ἀρετὴν ἐπαγγελλόμενοι διδάσκειν ζηλωτοὶ ἂν ἦσαν τῆς προθέσεως καὶ τοῦ βίου, πολλή τε ἂν ἦν ἐλπὶς τοῦ ὅτι ποτὲ παύσεται τὰ κακὰ πάντων γενομένων σοφῶν. ὃ δοκεῖ μοι κατανενοηκέναι ὁ Ἰησοῦς καὶ ἵνα μὴ ἀπεληλαμένοι ὦσι τοῦ ἀγαθοῦ γεωργοί τε καὶ τέκτονες καὶ οἰκοδόμοι καὶ οἱ ἄλλοι ἀπὸ τῶν τεχνῶν, κοινὸν συνέδριον καθίσαι πάντων ὁμοῦ καὶ διὰ ἁπλῶν καὶ εὐκόλων διαλέξεων καὶ εἰς θεοῦ ἔννοιαν αὐτοὺς ἀπενηνοχέναι καὶ τοῦ καλοῦ εἰς ἐπιθυμίαν ἐλθεῖν ποιῆσαι.