Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ἀλλὰ γὰρ πῶς ποτε λέγεται τὸ «κατέπεμψε τὴν δύναμιν τὴν θείαν ὁ θεὸς ἐπὶ τὴν ὕλην»; εἰ μὲν γὰρ ἦν ἀεὶ καὶ οὔτε ὁ θεὸς πρότερος αὐτῆς ἐπινοεῖται οὔτε ἡ ὕλη, τρεῖς πάλιν οὕτως εἰσὶν ἀρχαὶ κατὰ τὸν Μανιχαῖον, τάχα δὲ καὶ πάμπολλαι φανήσονται ὀλίγῳ ὕστερον. εἰ δ' ἐπιγενητή, πῶς ἐστιν [πῶς] ὕλης ἄμοι ρος αὐτή; εἰ δὲ μέρος ἐστὶν τοῦ θεοῦ, πρῶτον μὲν σύνθετον καὶ σωματικὸν ἀποφαίνουσιν οὕτως τὸν θεόν· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον. εἰ δὲ ἐποίησεν αὐτὴν καὶ ὕλης ἄμοιρός ἐστιν, θαυμάζω πῶς οὐκ ἐσκόπησαν οὔτε οὗτος οὔτε οἱ ἀπ' ἐκείνου, ὅτι εἰ ὃ λέγεται κατὰ τὴν ἀληθῆ δόξαν ὅτι τὰ ἐφεξῆς μένοντος τοῦ θεοῦ ὑποστάσεις εἰσὶν τὴν δύναμιν ταύτην ἐποίησεν βουληθεὶς ὁ θεός, πῶς οὐχὶ καὶ τῶν ἄλλων ἁπάντων τῶν γενομένων αἴτιος ἐγένετο οὐδὲν ὕλης προὑπαρ χούσης προσδεηθείς. τὰ μὲν δὴ φαινόμενα ἄτοπα ἐκ τούτου τοιαῦτα, ἑπόμενα δὲ τὰ ἑξῆς. ἆρά τε γὰρ φύσιν εἶχεν ἡ δύναμις ῥεῖν ἐπὶ τὴν ὕλην; ἢ παρὰ φύσιν ἦν αὐτῇ τοῦτο; πῶς οὖν ἐμίχθη; εἰ δὲ κατὰ φύσιν αὐτῇ τοῦτο, πάντως που καὶ ἀεὶ σὺν τῇ ὕλῃ ἦν· εἰ δὲ τοῦτο, πῶς κακῶς τὴν ὕλην ἀγορεύουσιν μῖγμα οὖσαν ἐξ ἀρχῆς πρὸς τὴν θείαν δύναμιν; πῶς δὲ καὶ φθαρήσεται μιχθείσης τῆς θείας δυνάμεως πρὸς αὐτὴν ἀποχωρησάσης ποτέ; ἔσῳζεν γὰρ δὴ τὰ καλὰ καὶ ἑτέρου τινὸς ἀγαθοῦ αἴτια γίγνεσθαι οἷς ἂν παρῇ εὔλογον ἢ διαφθορὰν ἢ ἄλλο τι κακὸν ἕτερον ἐπάγειν αὐτοῖς.