Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τῆς δυνάμεως ἀφείσης τὴν ὕλην τὸ λειπόμενον ὅπερ ἐστὶν ἡ ὕλη διαλυθὲν οἰχήσεται. πρῶτον μὲν γὰρ οὐχ ὁρῶσιν ὅτι τῶν ὄντων οὐδὲν οἷόν ἐστιν φθείρε σθαι εἰς τὸ μὴ ὄν, τὸ γὰρ μὴ ὂν οὐκ ἔστιν· διασκε δασθέντων δὲ τῶν σωμάτων καὶ μεταβολήν τινα σχόν των διάλυσις γίνεται, ὥστε τὸ μὲν εἰς γῆν ἀπελθεῖν τὸ δὲ εἰς ἀέρα τὸ δὲ εἰς ἄλλο τι. ἔπειτα δὲ οὐ μέμνηνται ὅτι κίνησιν ἄτακτον ὑποτίθενται εἶναι τὴν ὕλην. τὸ δὲ δι' αὑτὸ κινούμενον καὶ οὗ ἐστιν οὐσία ἡ κίνησις, ἀλλὰ μὴ κατὰ συμβεβηκὸς ὑπάρχει αὐτῷ, πῶς εὔλογον τῆς δυνάμεως ἀπελθούσης παύσασθαι τοῦ ὅπερ ἦν πρὶν καὶ τὴν δύναμιν εἰς αὐτὸ κατελ θεῖν; οὐχ ὁρῶσι δὲ τὸ παραλλάττον, ὅτι πᾶν μὲν σῶμα ψυχῆς ἄμοιρον ἀκίνητον ἔχει γὰρ καὶ τὰ φυτὰ τὴν φυτικὴν ψυχήν, τῆς δὲ ὕλης αὐτὴν τὴν οὐσίαν κίνησιν εἶναί φασιν, ἄτακτον μέντοι. κάλλιον δὲ ἦν, καθάπερ ἐπὶ λύρας ἀνάρμοστα μελῳδούσης ἡ ἁρμονία ἐλθοῦσα τὸ πᾶν ἡρμοσμένον ἀπειργάσατο, οὕτω δὲ μιχθεῖσαν τὴν θείαν δύναμιν τῇ ἀτάκτῳ κινήσει ὅπερ ἐστὶν κατ' αὐτοὺς ἡ ὕλη ἀντὶ τῆς ἐνούσης ἀκοσμίας κόσμον τινὰ αὐτῇ ἐπιτεθεικέναι καὶ ἀεὶ ἐπι θεῖναι τοῦ θείου χοροῦ ἐπάξιον. ἐπεὶ πῶς ποτε αὐτὸς ὁ Μανιχαῖος περὶ τούτων ἐγένετο ἱκανὸς διαλαβεῖν καὶ τῷ ποτε αὐτὰ ἀφηγήσατο; ὡς γὰρ μῖγμα γέγονεν καὶ αὐτὸς τῆς ὕλης καὶ τῆς ἐναποληφθείσης αὐτῇ δυνάμεως, συγχωροῦσιν. εἴτε οὖν ᾧ εἶχεν τῇ ἀτάκτῳ κινήσει ταῦτα ἔλεγεν, πῶς οὐ φαύλη ἡ δόξα; εἴτε τῇ θείᾳ δυνάμει, ἀμφίδοξον ἤδη τὸ δόγμα· τῷ μὲν ἀπὸ τῆς θείας δυνάμεως εἶναι, μέτοχον ἀληθείας, τῷ δὲ [ἀπὸ τῆς ἀτάκτου κινήσεως] τοῦ ἑτέρου μέρους μετέ χειν, μεθιστάμενον εἰς τὸ ψεῦδος.