Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
εἰ δὲ εἴρητο ὡς ἡ θεία δύναμις τὴν ὕλην ἐκόσμησεν καὶ κοσμεῖ, μακρῷ ἂν ἦν σοφώτερον καὶ πρὸς ἀξιοπιστίαν τῶν Μανιχαίου λόγων συμβαλλόμενον μᾶλλον. Ἀλλὰ γὰρ «ἑτέραν δύναμιν κατέπεμψεν ὁ θεός». ἃ μὲν δὴ εἴρηται περὶ τῆς προτέρας δυνάμεως, κοινὰ καὶ περὶ ταύτης ἐστίν, καὶ ὅσα ἄτοπα ἕπεται τῷ λόγῳ τῷ περὶ τῆς πρώτης αὐτῶν δυνάμεως, ταῦτα καὶ νῦν ἔστι λέγειν. τὸ δὲ ἄλλο τίς ἀνάσχοιτο; διὰ τί γὰρ δὴ οὐ πάντα μίαν τινὰ δυναμένην δύναμιν κατέ πεμψεν ὁ θεός; ἢ ἀνθρώπου μὲν νοῦς οὕτως ἐστὶν πρὸς πάντα ποικίλος, ὥστε αὐτὸς μὲν εἶναι γεω μετρικός, ὁ αὐτὸς δὲ ἀστρονομικὸς καὶ τεκτονικὸς καὶ εἴ τι τοιοῦτον, θεῷ δὲ ἄρα ἦν ἄπορον εὑρεῖν τοιαύτην δύναμιν ἥτις αὐτῷ πρὸς πάντα ἦν ἱκανή, ἵνα μὴ πρώτης καὶ δευτέρας δέηται; διὰ τί δὲ ἡ μὲν δύναμίς ἐστιν δημιουργική, ἣ δὲ παθητικὴ μᾶλλον, ὡς καλῶς αὐτῇ ἔχειν πρὸς τὴν ὕλην κεράννυσθαι; οὐχ ὁρῶ γὰρ πάλιν ἐνταῦθα τὸ αἴτιον τῆς τάξεως τοῦ καλοῦ καὶ τῆς κατ' αὐτοῦ ὑπεροχῆς, εἰ κακὸν [ἦν] οὐκ ἦν ἐν τῷ τοῦ θεοῦ οἴκῳ. εἰ γὰρ μόνον καλὸν ὁ θεὸς καὶ μόνον κακὸν ἡ ὕλη, μέσα τὰ ἄλλα καὶ μεταξὺ ἀνάγκη φάναι. ἀλλὰ εὑρίσκεταί τις ποιητὴς διάφορος περὶ τὰ μέσα, ὅταν φῶσιν τὴν μὲν δημιουργικὴν αἰτίαν, τὴν δὲ μικτὴν πρὸς τὴν ὕλην. τάχα οὖν ἐστιν τὸ προηγού μενον καὶ ἀποπροηγησάμενον τοῦτο, ὃ καὶ οἱ νεώτεροι λέγουσιν ἐν τῷ περὶ τῶν ἀδιαφόρων λόγῳ. Τῆς δὲ δημιουργικῆς φασιν δυνάμεως ἐπιχειρησά σης τῇ κοσμοποιίᾳ ἀποκεκρίσθαι τῆς ὕλης τὸ μεῖναν ἐπὶ τῆς ἰδίας ἀρετῆς κἀν τῇ συμμίξει καὶ γεγονέναι ἥλιον καὶ σελήνην, τὸ δὲ μετρίας μετειληφὸς κακίας οὐρανὸν καὶ ἀστέρας, λοιπὸν δὲ τὰ ἄλλα ἐντὸς τούτων περιειλῆφθαι ὡς ἔτυχεν μίγματα ὄντα τῆς τε θείας δυνάμεως καὶ τῆς ὕλης.

Intertext edge

Open linked passage

Note