Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
ἐγὼ δὲ παρὰ πάντα ταῦτα θαυμάζω πῶς οὐκ αἰσθάνονται σωματικὴν ποιοῦντες τὴν θείαν δύναμιν καὶ τέμνοντες καθάπερ τὰ μέρη. διὰ τί γὰρ οὐχ ὕλη καὶ ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς θείας δυνάμεως. τοῦτο δὲ ἦν ὃ ἐλέγομεν ἴδιον τῆς ὕλης εἶναι, τὸ μηδέν τι οὖσαν καθ' ἑαυτὴν δεχομένην δὲ τὰ σχήματα καὶ τὰς ποιότη τας πάντα γίγνεσθαι τὰ διωρισμένα. εἰ οὖν ὡς ἀφ' ἑνὸς ὑποκειμένου τῆς θείας δυνάμεως μόνον γέγονεν ἥλιος καὶ σελήνη, ταῦτα δὲ ἕτερα καὶ ἕτερα, διὰ τί μὴ καὶ ἄλλο τι γένηται; εἰ δὲ πάντα γενήσεται, τὸ συμ βαῖνον φανερόν, ὅτι ἡ θεία δύναμις ὕλη καὶ αὐτή, πρὸς τὰ σχήματα ποιουμένη. εἰ δὲ οὐδὲν ἕτερον ἥλιος καὶ σελήνη τὰ ἐκ τῆς θείας δυνάμεώς ἐστι γιγνόμενα, τὰ ἐναπειλημμένα ἄρα πᾶσιν τοῖς οὖσιν ἥλιός ἐστιν καὶ σελήνη καὶ ἕκαστος τῶν ἀστέρων ἥλιός ἐστιν καὶ σελήνη ἢ τὸ ἕτερον, καὶ τῶν χερσαίων ζῴων καθ' ἕκαστον καὶ τῶν πτηνῶν καὶ τῶν ἀμφιβίων. ταῦτα δὲ ὅτι οὐδὲ οἱ τὰ θαύματα δεικνύντες ἀποδέ ξαιντο ἄν, οἶμαι παντί τῳ δῆλον εἶναι.