Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Τὸ δὲ μετὰ ταῦτα ἐπισκοποῦσιν οὐκ εὐθεῖα ἡ ὁδὸς ἀλλὰ δυσαντοτέρα τῆς παρελθούσης. λέγουσιν γὰρ μηδὲν ἄτοπον πεπονθέναι κατὰ τὴν σύμμιξιν πρὸς τὴν ὕλην ἥλιον καὶ σελήνην· εἶτα πῶς τὰ ἄλλα ἠλατ τώθη παρὰ τὴν ἰδίαν φύσιν οὐκ ἔχουσι λέγειν. εἰ μὲν γὰρ καὶ ὅτε καθ' αὑτὴν ἦν ἡ θεία δύναμις οὕτως εἶχεν ὥστε τὸ μέν τι αὐτῆς εἶναι καλὸν τὸ δὲ κάλλιον, κατὰ τὸν τῶν Ἱπποκενταύρων μῦθον, οἳ τὸ μὲν ἄχρι στηθῶν ἄνθρωποι ἦσαν τὸ λοιπὸν δὲ ἵπποι καλὰ μὲν ἑκάτερα τὰ ζῷα κάλλιον δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ἐπὶ τῆς θείας δυνάμεως ἔστιν ἐπινοῆσαι τὸ μέν τι αὐτῆς τῷ καλῷ διαφέρον τὸ δὲ ἐλαττούμενον κατὰ τοῦτο, καὶ ἐπὶ τῆς ὕλης δὲ τὸ μὲν ὑπάρχει ὑπερ βολήν τινα ἔχον κακίας τὰ ἕτερα μὲν ἕτερα καὶ ἕτερα, ἄλλος ἂν ἦν λόγος. ἐνεδέχετο γὰρ ὑπολαβεῖν ὅτι ἐμφρονέστερ' ὄντα ἐξ ἀρχῆς ἥλιος καὶ σελήνη τὰ ἧττον πονηρὰ τῆς ὕλης εἰς τὴν σύμμι ξιν ἐξελέξατο, ἵνα μένῃ ἐπὶ τῆς ἰδίας ἀρετῆς, ἐξασθε νησάντων τηλικῶνδε πονηρευμάτων ἐκβιάσασθαι το σαύτην ὑπεροχὴν ἐν τῷ ἀγαθῷ· τὰ δὲ ἄλλα μέρη αὐτῆς ἦν πεσόντα, οὐκ ἀπρονοήτως μέν, οὐ μὴν μετὰ τῆς ἴσης προνοίας, ἀπολαῦσαι μᾶλλον κακίας τῆς ἐν αὐτῇ κατὰ τὸ ποσὸν ἕκαστον. ἐπειδὴ δὲ οὐδὲν διά φορον περὶ τῆς δυνάμεως ταύτης παρ' αὐτῶν λέγεται ἀλλ' ὁμοία διὰ πάσης αὐτῆς θεωρεῖται, ἀπίθανος ὁ λόγος ὅτι ἐν μὲν τῇ συμμίξει τὸ μὲν ἔμεινεν ἀκέραιον τὸ δὲ μετέσχεν κακίας τινός.

Intertext edge

Open linked passage

Note