Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Λέγουσι δὲ ὅτι καὶ ἥλιος καὶ σελήνη τὴν θείαν δύναμιν κατὰ μικρὸν διακρίναντες ἀπὸ τῆς ὕλης πρὸς τὸν θεὸν ἀποπέμπουσιν, τῆς σελήνης ἐν ταῖς νουμηνίαις μέχρι τῆς πανσελήνου εἰς ἑαυτὴν δεχομένης ταύτην εἶτα τῷ ἡλίῳ δούσης, τοῦ δὲ πρὸς τὸν θεὸν παραπέμποντος. εἰ δ' ἦσαν καὶ κατὰ μικρὸν εἰς ἀστρονόμων θύρας φοιτήσαντες, οὐκ ἂν ταῦτα πεπόν θεσαν οὔτε ἠγνόησαν ἂν ὅτι ἡ σελήνη κατά τινας ἄμοιρος οὖσα ἰδίου φωτός ὑπὸ τοῦ ἡλίου καταλάμ πεται, καὶ ὅτι οἱ σχηματισμοὶ αὐτῆς εἰσιν παρὰ τὰς τοῦ ἡλίου διαστάσεις, πανσέληνός τε γίγνεται ὅταν ἀπέχῃ τοῦ ἡλίου τὰς ἑκατὸν καὶ ὀγδοήκοντα μοίρας, σύνοδος δὲ ὅταν ἐπὶ τῆς αὐτῆς τῷ ἡλίῳ φέρηται μοίρας. ἔπειτα δὲ πῶς οὐ θαυμαστὸν ὅπως ποτὲ πολ λαὶ οὖσαι αἱ ψυχαὶ καὶ ἀπὸ διαφόρων καὶ γὰρ τοῦ κόσμου αὐτοῦ καὶ ζῴων καὶ φυτῶν καὶ νυμφῶν καὶ δαιμόνων εἶεν ἂν καὶ ἐν τούτοις πτηνῶν χερσαίων ἀμφιβίων διακρίνονται τῇ ὄψει, ἀλλ' ἕν τι σῶμα ὅμοιον ἀεὶ διὰ παντὸς φαίνεται ἡμῖν ἐν τῇ σελήνῃ. τί δὲ καὶ τὸ συνεχὲς τοῦ σώματος τούτου καὶ ὅτε μὲν διχότομός ἐστιν ἡ σελήνη, φαινόμενον ἡμικύκλιον, ὅτε δὲ ἀμφίκυρτος, τοιοῦτον πάλιν πῶς ἀνα λαμβάνονται ἐπὶ τὴν σελήνην ἢ ποίῳ χρώμεναι ὀχή ματι; εἰ μὲν γὰρ κοῦφόν ἐστιν οἷον πῦρ, οὐκ ἄχρι τῆς σελήνης μόνον εἰκὸς γενέσθαι ἄν, ἀλλ' ἄνωθεν διὰ παντός· εἰ δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχεσθαι τὴν πανσέληνον καὶ τὰς τῶν ἄλλων ψυχῶν ἐπιδημίας; ὅτε τοίνυν ἀπὸ τῆς πανσελήνου ἡ σελήνη μειοῦται, ἀποχωριζομένη δύναμις τὸν χρόνον τοῦτον ποῦ μένει, ἕως ἂν κενω θεῖσα ἡ σελήνη τῶν προτέρων ψυχῶν καθάπερ πόλις ἔρημος δευτέραν πάλιν δέξηται ἀποικίαν; χρῆν γὰρ ἀφωρίσθαι καὶ θησαυρόν τινα ἔν τινι μέρει τῆς γῆς ἢ τῶν νεφελῶν ἢ ἑτέρου τόπου τινός, ἔνθα αἱ ψυχαὶ συναγειρόμεναι ἕτοιμαι γίγνονται πρὸς τὴν ἐπιδημίαν τὴν πρὸς σελήνην. ἀλλὰ πάλιν ἀπορία ἑτέρα. διὰ τί τοίνυν οὐκ εὐθὺς πληροῦται ἢ διὰ τί πάλιν τὰς πεν τεκαίδεκα ἡμέρας περιμένει; οὐκ ἔλαττον δὲ τῶν εἰρη μένων θαυμαστὸν καὶ τοῦτο, τὸ μηδέποτε ἀφ' οὗ μέ μνηνται οἱ ἄνθρωποι τὴν σελήνην ἐντὸς πεντεκαίδεκα ἡμερῶν πεπληρῶσθαι, ἀλλὰ μηδὲ ἐπὶ τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ Δευκαλίωνος καὶ ἔτι μᾶλλον ἐπὶ Φορωνέως, ὅτε πάντα ὡς εἰπεῖν τὰ ἐπὶ γῆς διεφθάρη καὶ πολλὴν τὴν δύναμιν συνέβη διακεκρίσθαι τῆς ὕλης. χωρὶς δὲ τούτων καὶ φορὰς γενεῶν καὶ ἀφορίας καὶ φθορῶν ὁμοίως σκοπεῖν προσῆκεν, ὧν ὡσαύτως μὴ γινομένων κατὰ τάξιν χρῆν μηδὲ τὴν τάξιν τῶν πανσελήνων μηδὲ τῶν μειώσεων οὕτω τηρεῖσθαι.