Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Ἀπέχονται δὲ ἐμψύχων. εἰ μὲν γὰρ ἑτέρου τινὸς χάριν, οὐ περιεργαστέον· εἰ δὲ διότι ἡ δύναμις ἡ θεία τούτων ἄπεστι μᾶλλον ἢ ἐνυπάρχει πλείων, γελοῖον αὐτὴ αὐτῶν ἡ προαίρεσις αὕτη. εἴτε γὰρ τὰ φυτὰ ἔνυλα μᾶλλον, εἰς τροφὴν καὶ δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέρους τῆς ψυχῆς ὄντος σωματικωτέρου; Τὸ δὲ ἀπέχεσθαι γάμου καὶ ἀφροδισίων δεδιότας, μὴ κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐπὶ πλέον ἐνοικήσῃ τῇ ὕλῃ ἡ δύναμις ἡ θεία, θαυμάζω πῶς καὶ αὐτοὶ ἑαυτοὺς ἀποδέχονται. εἰ γὰρ μὴ ἐξαρκεῖ ἡ τοῦ θεοῦ πρόνοια, ὥστε καὶ διὰ γενέσεων καὶ διὰ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων ἀποικονομήσασθαι τῆς ὕλης τὴν θείαν δύναμιν, τί ἡ τοῦ Μανιχαίου ἐπίνοια ὑπὲρ τούτου διαμηχανήσασθαι δύναται; οὐ γὰρ δήπου γιγαντείῳ λήματι ὡς ἀληθῶς φησιν τῷ θεῷ βοηθὸς πρὸς τοῦτο γεγονέναι, ἵνα τὰς γενέσεις ἀναιρῶν σύντομον ποιήσῃ τὴν τῆς θείας δυνάμεως ἀπὸ τῆς ὕλης ἀναχώρησιν. Ἃ δὲ λέγεται ὑπὸ τῶν ποιήσεων περὶ τῶν Γιγάντων, ἄντικρυς μῦθός ἐστιν. οἱ μὲν γὰρ περὶ τούτων διατάττοντες ἐν ἀλληγορίαις τὰ τοιαῦτα προφέρονται τὸ σεμνὸν τοῦ λόγου ἀποκρύπτοντες τῇ τοῦ μύθου ἰδέᾳ· οἷον ὅταν ἡ τῶν Ἰουδαίων ἱστορία φῇ τοὺς ἀγγέλους ταῖς θυγατράσι τῶν ἀνθρώπων εἰς ἀφροδισίων συνεληλυθέναι μῖξιν, τὰς γὰρ θρεπτικὰς δυνάμεις τῆς ψυχῆς ἀπὸ τῶν ἄνω ἐπὶ τὰ τῇδε ἡ τοιαύτη προφορὰ τοῦ λόγου σημαίνει. οἱ ποιηταὶ δὲ ἐκ γῆς ἐνόπλους ἀνασχεῖν λέγοντες τούτους εἶτ' εὐθὺς πρὸς θεοὺς ἀντάραντας ἀπολωλέναι, τὸ ταχὺ καὶ ἐπίκηρον τῶν σωμάτων ὑποδηλοῦντες, οὕτω τὴν ποίησιν εἰς ψυχαγωγίαν τῷ θαύματι κατακοσμοῦσιν. οἳ δὲ οὐδὲν εἰδότες τούτων, ἔνθα δἂν παραλογισμοῦ τινος εὐπορῆσαι δύνωνται, ὁπόθεν δήποτε ἐκεῖνο ἕρμαιον ἑαυτῶν ποιοῦνται, ὥσπερ διαπραγματευόμενοι τὸ ἀληθὲς πάσῃ τέχνῃ καταγωνίσασθαι.