Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Τὸ δὲ πῦρ αὐτοῖς τὸ καυστικὸν μὲν ἀφεγγὲς δέ, τὸ ἐκτὸς τοῦ κόσμου, ποῦ ἵδρυται; εἰ μὲν γὰρ ἐπὶ τὸν κόσμον, τί τὸ αἴτιον τοῦ ἀπαθῆ εἶναι μέχρι τοῦ παρόντος τὸν κόσμον; εἰ γὰρ διαφθείρει ποτὲ αὐτὸν πλησιάσαν, καὶ νῦν πρὸς αὐτὸν συνῆπται. εἰ δὲ χωρίς ἐστιν οἷον ὡς ἐν ἰδίῳ τόπῳ μετέωρον, τί παθὸν ὕστερον ἐπιπεσεῖται τῷ κόσμῳ; ἢ πῶς τοῦ ἰδίου τόπου ἐκστήσεται; ὑπὸ τίνος ἀνάγκης καὶ βίας; τίνα δὲ καὶ ὕλης χωρὶς ἐπινοεῖν τοῦ πυρὸς ὑπόστασιν ἢ πῶς τὸ ὑγρὸν τούτῳ ἐστὶν τροφὴ ἢ ὅσα λέγεται φυσικώτερον, οὐ τοῦ παρόντος λόγου ἐστίν. ἐκεῖνο δὲ πάντως που φανερὸν ἐκ τῶν εἰρημένων, τὸ γὰρ πῦρ τὸ τοῦ κόσμου ἐκτὸς ἀκριβῶς ἐστιν ἡ λεγομένη ὑπ' αὐτῶν ὕλη· ἐπειδήπερ ὁ ἥλιος καὶ ἡ σελήνη καθαροὶ καθαρῶν ὄντες τῆς θείας δυνάμεως ἀπεζεύχθησαν τοῦ πυρὸς τούτου οὐδὲν ἑαυτῶν ἐν τῷ πυρὶ τούτῳ ὑπολείψαντες μέρος, τοῦτο ἦν ἡ ὕλη καθ' ἑαυτήν, τὸ ἀκριβῶς ἄμικτον πρὸς τὴν θείαν δύναμιν. ὥστε ἂν κενωθῇ κόσμος τῆς κατ' αὐτοῦ θείας δυνά μεως, πάλιν τοιοῦτον ὑπολειφθήσεται πῦρ. πῶς οὖν τὸ πῦρ ἢ διαφθερεῖ τι ἢ ὑπ' ἄλλου φθαρήσεται; πρὸς γὰρ τῷ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι– φίλον γὰρ μᾶλλον τῷ ὁμοίῳ τὸ ὅμοιον– οὐχ ὁρῶ πῶς γενήσεται ἡ φθορά. ὃ γὰρ γενήσεται ἡ ὕλη τῆς θείας δυνάμεως ἀποζευχθεῖσα, τοῦτ' ἦν πρὶν καὶ μεμῖχθαι πρὸς αὐτὴν τὴν θείαν δύναμιν. εἰ τοίνυν ἀπολεῖται ἐρημωθεῖσα τῆς θείας δυνάμεως, διὰ τί μὴ καὶ ἀπώλετο πρὶν καὶ τὴν θείαν δύναμιν ἡ ἄλλη δημιουργία, ἵνα ἀπόληται ἡ ὕλη, καὶ τοῦτο ποιήσει μέχρις ἀπείρου; καὶ τί τὸ ὄφελος; ὃ γὰρ μὴ ἐγένετο ἐκ τοῦ πρώτου βουλήματος, πῶς ἐκ τοῦ δευτέρου γενήσεται; ἢ τίς ὁ λόγος θεῷ ἀναθεῖναι πράγματα ἃ οὐδ' ἐπ' ἀνθρώπου καλῶς ἔχει ὑπονοεῖν; τὸ γὰρ ἀδύνατον πρόσεστιν τῷ βούλεσθαι ἐπὶ τῶν τοιούτων, πρὸς τῷ μηδὲ τὸ βούλεσθαι, κἂν δυνατὸν ᾖ, προχείρως χρῆναι λέγειν· πλὴν εἰ μή τι ἕτερον θεὸν καὶ τὸν ἐπέκεινα οὐσίας λέγουσιν, ὥσπερ καινήν τινα εἰσάγουσιν ὕλην καὶ οὐχὶ τὴν ὑπειλημμένην παρὰ τοῖς νοῦν ἔχουσιν, ἣν ἢ μὴ παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν τῆς μελλούσης ἐρημωθήσεσθαι ὕλης ὑπὸ τῆς θείας δυνάμεως ἢ ἔλαττον; ἀλλ' εἰ μὲν ἔλαττον, πῶς καταγωνιεῖται τὸ πλέον; εἰ δὲ πλέον, ἐπανάγειν μὲν αὐτὸ πρὸς αὑτὸ δυνήσεται τῆς αὐτῆς ὂν φύσεως, οὐ μὴν διαφθείρει γε αὐτό, ὥσπερ οὐδὲ ὁ Νεῖλος τοὺς ἀπ' αὐτοῦ ἀποτεμνομένους κόλπους.