Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
εἰς ἐπιθυμίαν οὖν ποτε τὴν ὕλην ἐλθεῖν εἰς τὸν ἄνω ἀφικέσθαι τόπον, ἀφικομένην δὲ θαυμάσαι τό τε λαμπρὸν καὶ τὸ φῶς ὅσον ἦν παρὰ τῷ θεῷ, καὶ δὴ θέλειν τὴν ἀρχὴν ταύτην κατασχεῖν τὸν θεὸν παρωσαμένην. τὸν δὲ καὶ βεβουλῆσθαι μὲν ταύτην τιμωρήσασθαι, ἀπορεῖν δὲ κακοῦ ᾧ δὴ καὶ τιμωρήσηται· μὴ γὰρ εἶναι κακὸν ἐν θεοῦ οἴκῳ. πέμψαι οὖν τινα δύναμιν, τὴν ὑφ' ἡμῶν καλουμένην ψυχήν, ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν τοῦ θεοῦ μεμῖχθαι τὴν ψυχὴν τῇ ὕλῃ, ἀνόμοιόν τι πρᾶγμα ἀνομοίῳ. ἐν δὲ τῇ μίξει συμπαθεῖν τῇ ὕλῃ τὴν ψυχήν· ὥσπερ γὰρ ἐν φαύλῳ ἀγγείῳ συμμεταβάλλεσθαι πολ λάκις τὸ ἐνυπάρχον, οὕτω δὲ καὶ ἐν τῇ ὕλῃ τοιοῦτό τι τὴν ψυχὴν παθοῦσαν παρὰ τὴν οὖσαν ἠλαττῶσθαι φύσιν εἰς μετουσίαν κακίας. οἰκτεῖραι οὖν τοῦτο τὸν θεὸν καὶ πέμψαι τινὰ ἑτέραν δύναμιν, ἣν ἡμεῖς καλοῦ μεν δημιουργόν· ἧς δὴ ἀφικομένης καὶ τῇ κοσμοποιίᾳ ἐπικεχειρηκυίας ἀποκεκρίσθαι τῆς ὕλης ἐκεῖνο τῆς δυ νάμεως, ὅσον ἀπὸ τῆς μίξεως οὐδὲν ἦν ἄτοπον πεπον θός, καὶ γεγονέναι ἥλιον καὶ σελήνην πρῶτον, τὸ δὲ ἐν μετρίᾳ γεγονὸς κακίᾳ ἀστέρας καὶ τὸν οὐρανὸν σύμπαντα. τῆς οὖν ὕλης ἧς ἀπεκρίθησαν ἥλιος καὶ σελήνη τὸ μέρος ἐκτὸς τοῦ κόσμου ἀπεληλάσθαι, καὶ εἶναι ἐκεῖνο πῦρ, καυστικὸν μὲν σκοτῶδες δὲ καὶ ἀφεγ γές, νυκτὶ προσόμοιον. ἐν δὲ τοῖς ἄλλοις στοιχείοις καὶ φυτοῖς καὶ ζῴοις τοῖς ἐν τούτοις ἀνωμάλως φέρε σθαι τὴν θείαν δύναμιν μεμιγμένην. διὸ δὴ καὶ τὸν κόσμον γεγονέναι καὶ ἐν αὐτῷ ἥλιον καὶ σελήνην ταῖς γενέσεσιν καὶ ταῖς φθοραῖς ἀεὶ τὴν δύναμιν τὴν θείαν τῆς ὕλης ἀποχωρίζοντας καὶ πρὸς τὸν θεὸν παρα πέμποντας.